1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

48

ὑπὲρ μὲν ἐκείνης οὐδὲν πράττομεν, ὑπὲρ δὲ 62.359 ταύτης οὐδὲν παραιτούμεθα ὑπομένειν. Τί δὲ καὶ ὁ ἄλλος γέλως, σποδὸς καὶ ἀσβόλη καὶ ἅλες; καὶ πάλιν τὸ γραΐδιον εἰς τὸ μέσον. Γέλως ὄντως, καὶ αἰσχύνη. Καὶ ὀφθαλμὸς, φησὶν, ἥρπασε τὸ παιδίον. Μέχρι τίνος ταῦτα τὰ σατανικά; πῶς οὐ γελάσονται Ἕλληνες; πῶς οὐ χλευάσουσιν, ὅταν αὐτοῖς λέγωμεν, Μεγάλη ἡ δύναμις τοῦ σταυροῦ; πῶς πεισθήσονται, ὅταν ὁρῶσι τούτων δεομένους, ὧν αὐτοὶ καταγελῶσι; διὰ ταῦτα ὁ Θεὸς ἰατροὺς ἔδωκε καὶ φάρμακα; Τί οὖν, ἂν μὴ θεραπεύωσιν ἐκεῖνοι, ἀλλὰ ἀπέρχηται τὸ παιδίον; Ποῦ ἄπεισιν, εἰπέ μοι, ἄθλιε καὶ ταλαίπωρε; πρὸς τοὺς δαίμονας ἄπεισι; πρός τινα τύραννον ἄπεισιν; οὐχὶ πρὸς τὸν οὐρανὸν ἄπεισιν; οὐχὶ πρὸς τὸν οἰκεῖον ∆εσπότην; τί οὖν ἀλγεῖς; τί κλαίεις; τί πενθεῖς; τί τοῦ ∆εσπότου σου πλέον τὸ παιδίον φιλεῖς; οὐχὶ δι' ἐκείνου ἔχεις καὶ τοῦτο; διὰ τί ἀχάριστος εἶ, τὸ δῶρον τοῦ δωρησαμένου πλέον ἀγαπῶν; Ἀλλ' ἀσθενής εἰμι, φησὶ, καὶ οὐ φέρω τοῦ Θεοῦ τὸν φόβον. Εἰ γὰρ ἐν τοῖς σωματικοῖς κακοῖς τὸ μεῖζον τὸ ἔλαττον κρύπτει, πολλῷ μᾶλλον ἐν τῇ ψυχῇ φόβος εἰ προσῆν, φόβος φόβον ἂν ἔλυσε, καὶ λύπη λύπην. Καλὸν ἦν τὸ παιδίον; Ἀλλ' οἷον ἂν ᾖ, οὐκ ἔστιν ὡραιότερον τοῦ Ἰσαάκ· μονογενὴς ἦν κἀκεῖνος. Ἐν γήρᾳ σοι γέγονε; Κἀκεῖνος. Ἀλλ' ἀστεῖόν ἐστιν; Ἀλλ' οἷον ἂν ᾖ, οὐκ ἔστιν ὡραιότερον τοῦ Μωϋσέως, ὃς καὶ βαρβαρικὴν ὄψιν ἐπεσπάσατο πρὸς πόθον, καὶ ταῦτα ἐν ἐκείνῳ τῆς ἡλικίας τῷ καιρῷ, ἔνθα οὐδέπω φαίνεται ἡ ὥρα· ἀλλ' ὅμως τὸ φιληθὲν τοῦτο ἔῤῥιπτον εἰς ποταμὸν οἱ γονεῖς. Σὺ μὲν καὶ ὁρᾷς κείμενον, καὶ ταφῇ παραδίδως, καὶ εἰς τὸ σῆμα ἄπει· ἐκεῖνοι δὲ οὐδὲ ᾔδεσαν πότερον ἰχθύσιν ἔσται βορὰ, πότερον κυσὶ, πότερον ἑτέρῳ θηρίῳ τῶν κατὰ τὴν θάλατταν βοσκομένων· καὶ ταῦτα ἐποίουν, οὐδέπω περὶ βασιλείας οὐδὲν εἰδότες, οὐδὲ περὶ ἀναστάσεως. Ἀλλ' οὐκ ἔστι μονογενὲς, ἀλλὰ μετὰ πολλοὺς καὶ αὐτὸ ἀπῆλθεν; Ἀλλ' οὐχ οὕτως ὡς ἐπὶ τοῦ Ἰὼβ ἀθρόα ἡ συμφορὰ, καὶ σκυθρωποτέρα· οὐ στέγης κατενεχθείσης, οὐκ ἀριστώντων μεταξὺ, οὐ τῶν συμφορῶν προαγγελθεισῶν. Ἀλλ' ἐφιλεῖτο παρὰ σοῦ; Ἀλλ' οὐχὶ μᾶλλον τοῦ Ἰωσὴφ τοῦ θηριοβρώτου γενομένου· ἀλλ' ὅμως ἔνεγκε τὴν συμφορὰν, καὶ τὴν μετ' ἐκείνην, καὶ τὴν μετὰ ταύτην. Ὁ πατὴρ ἔκλαυσεν, ἀλλ' οὐκ ἠσέβησεν· ἐπένθησεν, ἀλλ' οὐκ ἀπεδυσπέτησεν, ἀλλὰ μέχρι τούτων ἔστη τῶν ῥημάτων, λέγων· 62.360 Ἰωσὴφ οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶμ λήψεσθε; ἐπ' ἐμὲ ἐγένετο ταῦτα πάντα. Ὁρᾷς πῶς ἐκεῖνον λιμοῦ τυραννὶς ἔπεισε καταφρονῆσαι τῶν παίδων· παρὰ δὲ σοὶ οὐκ ἰσχύει ὁ τοῦ Θεοῦ φόβος ὅσον ὁ λιμός; Κλαῦσον, οὐ κωλύω, ἀλλὰ μηδὲν βλάσφημον μήτε εἴπῃς, μήτε πράξῃς. Οἷος ἐὰν ᾖ ὁ παῖς, οὐκ ἔστι κατὰ τὸν Ἄβελ· ἀλλ' οὐδὲν τοιοῦτον εἶπεν ὁ Ἀδάμ. Καίτοι χαλεπὴ ἐκείνη ἡ συμφορά· τί γὰρ χαλεπώτερον τοῦ τὸν ἀδελφὸν ἀνῃρηκέναι; Ἀλλὰ γὰρ καὶ ἀδελφοκτόνων εὐκαίρως ἄλλων ἀνεμνήσθην· οἷον ὅτε Ἀβεσσαλὼμ τὸν Ἀμνὼν ἀνεῖλε τὸν πρωτότοκον· καὶ ∆αυῒδ ὁ βασιλεὺς ἠγάπα τὸ παιδίον, καὶ ἐν σάκκῳ μὲν ἐκάθητο καὶ σποδῷ. Οὔτε δὲ μάντεις ἤγαγεν, οὔτε ἐπῳδοὺς, καίτοι ἦσαν τότε· καὶ δηλοῖ ὁ Σαούλ· ἀλλὰ τὸν Θεὸν ἱκέτευε. Τοῦτο καὶ σὺ ποίει· ὅπερ ὁ δίκαιος ἐποίησε, ποίησον καὶ σύ· τὰ αὐτὰ εἰπὲ ῥήματα, ὅταν ἀποθάνῃ τὸ παιδίον· Ἐγὼ μὲν ἀπελεύσομαι πρὸς αὐτὸ, αὐτὸ δὲ οὐχ ἥξει πρός με. Τοῦτο φιλοσοφίας, τοῦτο φιλοστοργίας. Ὡς ἂν φιλῇς τὸ παιδίον, οὐ φιλεῖς τοσοῦτον ὅσον ἐκεῖνος τότε· τῷ μακαρίῳ ἐκείνῳ ἤκμαζεν ὁ περὶ τὴν μητέρα πόθος, εἰ καὶ ἐκ μοιχειῶν ἦν. Ἴστε δὲ ὅτι κοινωνεῖ τὰ τικτόμενα τοῦ φίλτρου τῶν τικτόντων. Καὶ τοσοῦτος ὁ ἔρως ἦν, ὡς καὶ κατήγορον αὐτῷ ὃν βούλεσθαι ζῇν· ἀλλ' ὅμως ηὐχαρίστησε τῷ Θεῷ. Τί οἴει πάσχειν τὴν Ῥεβέκκαν, ὅτε ἀδελφὸς ἠπείλησε τῷ Ἰακώβ; οὐκ ἐλύπησε τὸν ἄνδρα, ἀλλ' ἐκέλευσεν ἀποπέμψαι. Ἐννόησον τὰ τούτων χείρω, ὅταν τι δεινὸν πάθῃς, καὶ ἱκανὴν ἕξεις παραμυθίαν· καὶ λογίζου, τί δὲ, εἰ ἐν πολέμῳ τεθνήκοι; τί δὲ, εἰ ἐν πυρί; Καὶ ὧν ἐὰν