48
ἐπιβουλεύεις τοῦ Χριστοῦ, τῷ ποιμένι πολεμῶν, καὶ τοῖς προβάτοις, ὑπὲρ ὧν καὶ τὸ αἷμα ἐξέχεεν ὁ Χριστὸς, καὶ πάντα καὶ ποιεῖν καὶ πάσχειν ἡμᾶς ἐκέλευσεν; οὐκ ἀναμιμνήσκεις σαυτὸν, ὅτι ὁ μὲν ∆εσπότης σου τὴν δόξαν τὴν σὴν ἐζήτησε, καὶ οὐχὶ τὴν ἑαυτοῦ, σὺ δὲ οὐ τὴν τοῦ ∆εσπότου ζητεῖς, ἀλλὰ τὴν ἑαυτοῦ; Καίτοι εἰ τὴν ἐκείνου ἐζήτεις, τότε ἂν καὶ τῆς σῆς ἐπέτυχες· τὴν δὲ σὴν ζητῶν πρὸ τῆς ἐκείνου, οὐδὲ ταύτης ἀπολαύσῃ ποτέ. Τίς οὖν ἔσται θεραπεία τούτου; Κοινῇ πάντες εὐξώμεθα, καὶ μίαν ὑπὲρ αὐτῶν ἀνενέγκωμεν φωνὴν, ὡς ὑπὲρ τῶν ἐνεργουμένων. Καὶ γὰρ οὗτοι ἀθλιώτερον διάκεινται ἐκείνων, ὅσῳ καὶ προαιρέσεώς ἐστιν ἡ μανία. Εὐχῆς γὰρ δεῖται τὸ νόσημα τοῦτο καὶ πολλῆς τῆς δεήσεως. Εἰ γὰρ ὁ μὴ φιλῶν τὸν ἀδελφὸν, ἐὰν χρήματα κενώσῃ, κἂν ἐν μαρτυρίῳ διαλάμψῃ, οὐδὲν ἀνύει πλέον· ὁ καὶ πολεμῶν τῷ μηδὲν ἠδικηκότι ἐννόησον πόσης ἂν εἴη τιμωρίας ἄξιος. Οὗτος καὶ Ἑλλήνων χείρων. Εἰ γὰρ τὸ φιλεῖν τοὺς φιλοῦντας οὐδὲν πλέον ἡμᾶς ἀφίησιν ἐκείνων ἔχειν, ὁ τοῖς φιλοῦσι βασκαίνων ποῦ στήσεται, εἰπέ μοι; Καὶ γὰρ τοῦ πολεμεῖν χεῖρόν ἐστι τὸ βασκαίνειν. Ὁ μὲν γὰρ πολεμῶν, τῆς αἰτίας λυθείσης δι' ἣν ὁ πόλεμος, καὶ τὴν ἔχθραν κατέλυσεν· ὁ δὲ βάσκανος οὐδέποτε ἂν γένοιτο φίλος. Καὶ ὁ μὲν τὴν μάχην φανερὰν ἐπιδείκνυται, ὁ δὲ συνεσκιασμένην· καὶ ὁ μὲν αἰτίαν πολλάκις ἔχει εἰπεῖν εὔλογον τοῦ πολέμου, ὁ δὲ οὐδὲν ἕτερον ἢ μανίαν καὶ γνώμην σατανικήν. Τίνι οὖν ἄν τις τὴν τοιαύτην παραβάλοι ψυχήν; ποίᾳ ἐχίδνῃ; ποίᾳ ἀσπίδι; ποίῳ σκώληκι; τίνι κανθάρῳ; Οὔτε γὰρ ἐναγέστερον, οὔτε πονηρότερόν τι τῆς τοιαύτης ψυχῆς. Τοῦτο γὰρ, τοῦτο τὰς Ἐκκλησίας ἀνέτρεψε, τοῦτο τὰς αἱρέσεις ἔτεκε, τοῦτο ἀδελφικὴν ὥπλισε χεῖρα, καὶ αἵματι δικαίου δεξιὰν βαπτισθῆναι ἐποίησε, καὶ νόμους ἀνέσπασε φύσεως, καὶ τῷ θανάτῳ τὰς θύρας ἀνέῳξε, καὶ τὴν ἀρὰν ἐκείνην εἰς ἔργον ἤγαγε, καὶ οὔτε ὠδίνων οὔτε γονέων οὔτε ἄλλου τινὸς ἀναμνησθῆναι τὸν ἄθλιον εἴασεν ἐκεῖνον, ἀλλ' οὕτως αὐτὸν ἐξεβάκχευσε καὶ εἰς τοσοῦτον ἤγαγεν οἶστρον, ὡς καὶ τοῦ Θεοῦ παρακαλοῦντος καὶ λέγοντος, Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ, μηδὲ οὕτως ἐνδοῦναι. Καίτοι γε καὶ τοῦ ἐγκλήματος αὐτὸν ἀφῆκε, καὶ τὸν ἀδελφὸν ὑπέταξεν· ἀλλ' ὅμως οὕτως ἀνίατον τὸ νόσημα τοῦτο, ὡς καὶ μυρίων φαρμάκων ἐπικειμένων, τὴν οἰκείαν ἀναβλύζειν σηπεδόνα. Τίνος γὰρ ἕνεκεν ἀλγεῖς, ὦ πάντων ἀθλιώτερε σύ; ὅτι ἐτιμήθη ὁ Θεός; Ἀλλὰ τοῦτο γνώμης σατανικῆς. Ἀλλ' ὅτι παρευδοκίμησεν ὁ ἀδελφός; Ἀλλ' ἔξεστι καὶ σοὶ πάλιν αὐτὸν παραδραμεῖν. Ὥστε εἰ βούλει νικῆσαι, μὴ σφάξῃς μηδὲ ἀνέλῃς, ἀλλ' ἄφες μένειν ἵνα τηρῆται τῶν παλαισμάτων ἡ ὑπόθεσις, καὶ νίκησον ζῶντα· οὕτω γάρ σοι λαμπρὸς ὁ στέφανος ἔμελλεν ἔσεσθαι· νυνὶ δὲ ἀνελὼν, μείζονα κατὰ σαυτοῦ τῆς ἥττης τὴν ψῆφον ἐκφέρεις. Ἀλλ' οὐδὲν τούτων ἡ βασκανία οἶδε. Τίνος δὲ ἕνεκεν καὶ δόξης ἐρᾷς ἐν ἐρημίᾳ τοσαύτῃ; οὗτοι γὰρ μόνοι τότε τὴν γῆν ᾤκουν. Ἀλλ' οὐδὲ τοῦτο αὐτὸν ἐπέσχεν, ἀλλὰ πάντα ἀπὸ τῆς ψυχῆς ῥίψας, ἵστατο μετὰ τοῦ διαβόλου καὶ παρετάττετο· καὶ γὰρ ἐκεῖνος ἦν ὁ στρατηγῶν τότε μετὰ τοῦ Κάϊν. Ἐπειδὴ γὰρ οὐκ ἤρκεσεν αὐτῷ τὸ γενέσθαι θνητὸν τὸν ἄνθρωπον, καὶ τῷ τρόπῳ τοῦ θανάτου μείζονα τὴν τραγῳδίαν ἐπεχείρει ποιῆσαι, καὶ ἀνέπειθεν ἀδελφοκτόνον γενέσθαι· ἠπείγετο γὰρ καὶ ὤδινεν ἰδεῖν τὴν ἀπόφασιν εἰς ἔργον ἐκφερομένην 60.450 ὁ μηδέποτε ἐκ τῶν ἡμετέρων κορεννύμενος κακῶν. Ὥσπερ ἂν εἴ τις δεσμώτην ἔχων ἐχθρὸν, ἀπόφασιν δεξάμενον ἰδὼν, πρὶν ἢ τὴν πόλιν ἐξελθεῖν, ἐπείγοιτο καὶ ἔνδον σφαττόμενον ἰδεῖν, καὶ μηδὲ τὸν προσήκοντα ἀναμένοι καιρόν· οὕτω δὴ καὶ ὁ διάβολος τότε. Καίτοι γε ἀκούσας, ὅτι εἰς γῆν ἀπελεύσεται ὁ ἄνθρωπος, ὤδινέ τι πλέον ἰδεῖν, υἱὸν πρὸ πατρὸς τελευτῶντα, καὶ ἀδελφὸν ἀδελφὸν ἀναιροῦντα, καὶ ἄωρον καὶ βιαίαν σφαγήν. ζʹ. Εἶδες πρὸς πόσα ὑπηρέτησεν ὁ φθόνος; πῶς τὴν ἀκόρεστον τοῦ διαβόλου γνώμην ἐνέπλησε, καὶ τοσαύτην αὐτῷ παρέθηκε τράπεζαν, ὅσην ἰδεῖν ἐπεθύμησεν ἐκεῖνος; Φεύγωμεν τοίνυν τὸ νόσημα. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸ πῦρ ἐκεῖνο διαφυγεῖν τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, μὴ ταύτης ἀπαλλαγέντας τῆς