1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

48

πληρώσω. Ὑπισχνεῖται δὲ καὶ πάσης αὐτοὺς ἀξιώσειν κηδε μονίας, καὶ προσευξομένοις παρέξειν ἀγαθά· "Ὅταν γὰρ, φησὶ, ζητήσητέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ἐπιφανοῦμαι ὑμῖν, φησὶ Κύριος." Ἴστε δὲ καὶ τοῦτο, ὡς τοὺς διαφυγόντας τὴν προτέραν αἰχμαλω σίαν, καὶ λιμῷ καὶ σφαγῇ παραδώσω. "Καὶ δώσω αὐτοὺς, ὥσπερ τὰ σῦκα σουαρεὶμ, ἃ οὐ βρωθήσε ται ἀπὸ πονηρίας." Ἅπερ εἶπεν ἄνω αἰσχρὰ, ἐνταῦθα σουαρεὶμ ὠνόμασε. Σουαρεὶμ δὲ ἔστι τῇ Ἑβραίων φωνῇ τὰ ἐν ταῖς ὕλαις φυόμενα, τουτέστι τὰ ἄγρια, τὰ ἀνεπιμέλητα, τὰ φυτουργίας οὐκ ἀξιού μενα, τὰ εἰς βρῶσιν ἄχρηστα. ιηʹ. Καὶ δώσω αὐτοὺς εἰς σάλον πάσαις ταῖς βασιλείαις τῆς γῆς. ∆είσουσι γὰρ ἅπαντες τὰς ἐπ ενεχθείσας ἀκούοντες συμφοράς. "Καὶ εἰς ὅρκον, καὶ εἰς συριγμὸν, καὶ εἰς ὀνειδισμὸν, ἐν πᾶσι τοῖς ἔθνεσιν, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ." Εἰώθασι πολλοὶ λέγειν, Μὴ πάθοιμι ἃ ὁ δεῖνα πέπονθε! τοῦτο οὖν λέγει εἰς ὅρκον· τὸ δὲ εἰς συριγμὸν πολλάκις εἰρή καμεν. Τοῦ δὲ ὀνειδισμοῦ καὶ ὁ μακάριος μέμνηται ∆αβίδ· "Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν·" καὶ πάλιν· "Ἔθου ἡμᾶς εἰς ὀνειδισμὸν τοῖς ἔθνεσι." Ταῦτα δὲ, φησὶ, πείσονται, "Ὅτι ἀπ έστειλα πρὸς αὐτοὺς τοὺς δούλους μου τοὺς προφή τας, ὀρθρίζων καὶ ἀποστέλλων, καὶ οὐκ ἤκουσαν, φησὶ Κύριος." ∆ιὰ τοῦ ὀρθρίζων, τὸ ἐπιμελὲς δεδήλωκεν. 81.652 Οὐ γὰρ πάρεργον εἶχε τοῦτο, καὶ λίαν σπουδαίαν αὐ τῶν ἐποίει τὴν φροντίδα. Ἔπειτα προλέγει καὶ τῶν δύο ψευδοπροφητῶν τὸν ὄλεθρον, τοῦ Ἀχιὰβ, καὶ τοῦ Σεδεκίου. "∆ώσω γὰρ αὐτοὺς, φησὶν, εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτοὺς κατ' ὀφθαλμοὺς ὑμῶν." κβʹ. Καὶ λήψονται ἐπ' αὐτοῖς κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ Ἰούδα, καὶ ἐν Βαβυλῶνι, λέγοντες, Ποιήσαι σε Κύριος, ὡς Σεδεκίαν ἐποίησε, καὶ Ἀχιάβ. Σαφῶς ἐντεῦθεν μανθάνομεν τῆς κατάρας τὴν ἑρμηνείαν· λέγει δὲ καὶ τῆς τιμωρίας τὸν τρό πον. "Οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρί." κγʹ. ∆ι' ἣν ἐποίησαν ἀνομίαν ἐν Ἰσραήλ. ∆ιδά σκει καὶ ταύτης τὸ εἶδος. "Καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν, καὶ λόγον ἐχρημάτισαν ἐπὶ τῷ ὀνόματί μου ἄδικον, ὃν οὐκ ἐχρημάτισα αὐτοῖς Καὶ ἐγώ εἰμι ὁ γνώστης, καὶ ὁ μάρτυς, λέγει Κύριος." Οὐδέν με γὰρ, φησὶ, λανθάνει τῶν γιγνομένων· ἀλλ' ὁρῶ καὶ τὰ ἐν παραβύστῳ τολμώ μενα. Ἀπειλεῖ δὲ καὶ Σαμαίᾳ τῷ Ἐλαμίτῃ, ὡς ἐναντία χρησμῳδῆσαι τετολμηκότι, καὶ ἐπιστεῖλαι Σο φονίᾳ τῷ ἱερεῖ, καὶ τοῖς ὑπὸ τοῦτον τελοῦσιν ἱερεῦσιν. Ἐπέστειλε δὲ ταῦτα· κϛʹ. Κύριος ἔδωκέ σε εἰς ἱερέα, ἀντὶ Ἰωδαὲ τοῦ ἱερέως. Ἰωδαὲ ὁ ἀρχιερεὺς πολυθρύλλητος ἦν· Ἐπᾶραι τοίνυν τοῦ Σοφονίου τὸ φρόνημα βουληθεὶς, τῆς ἐκείνου ἀρχῆς ἐμνημόνευσεν. "Γενέσθαι σε εἰς ἐπιστάτην ἐν οἴκῳ Κυρίου, παντὶ ἀνθρώπῳ προφη τεύοντι, καὶ παντὶ ἀνθρώπῳ μαινομένῳ· ἵνα δῷς αὐ τὸν εἰς τὸ κλεῖσμα Σινὼχ, καὶ εἰς τὸν καταρά κτην." Καὶ ἤδη προειρήκαμεν, ὡς ἐπιλήπτους ἐκά λουν τοὺς προφήτας· δῆλον δὲ καὶ ἐντεῦθεν· τὸν γὰρ προφήτην συνέταξε τῷ μαινομένῳ· τὸ δὲ Σινώχ ὁ Σύρος εἰρκτήν ἡρμήνευσεν. Λέγει δὲ, ὅτι ∆ιὰ τοῦτο ἄρχεις, ὥστε τοὺς κακὰ προφητεύοντας καθείργειν, καὶ κολάζειν· τοῦτο γὰρ διὰ τῶν ἑξῆς δηλοῖ. κζʹ, κηʹ. Τί γὰρ δὴ, φησὶν, οὐκ ἐπεπλήξατε τῷ Ἱερεμίᾳ, τοιαῦτα γράψαι τετολμηκότι, ὥστε ὑμᾶς καὶ οἰκοδομὰς οἰκοδομῆσαι, καὶ κή πους φυτεῦσαι; Ταύτην ἀνέγνω τὴν ἐπιστολὴν Σοφονίας ὁ ἀρχιερεὺς τῷ προφήτῃ· παραυτίκα δὲ ὁ τῶν ὅλων Θεὸς ἀντιγράψαι τῷ προφήτῃ παρακελεύε ται, καὶ τῷ ἐν Βαβυλῶνι σημῆναι λαῷ, ὡς ψευδῆ Σαμαίας προειρηκώς ἐστιν, οὐκ ἀποσταλεὶς παρὰ τοῦ τῶν ὅλων Θεοῦ. Οὗ δὴ χάριν πρόῤῥιζον αὐτὸν σὺν τῷ γένει παντὶ παραδώσω θανάτῳ, καὶ τῶν ἀνιαρῶν οὐκ ὄψεται τὴν μεταβολήν. Ταῦτα τοίνυν μεμαθηκότες, δείσωμεν τὸ ψεῦδος, καὶ τῇ ἀληθείᾳ πιστεύσωμεν, καὶ τὴν ἀμφιβολίαν τῶν ψυχῶν ἐξελά 81.653 σωμεν, καὶ τοῖς θείοις ἀκολουθήσωμεν λόγοις, ὅπως ἴδωμεν τῆς ἄνω Ἱερουσαλὴμ τὰ ἀγαθὰ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν