49
πάθωμεν, τὰ δεινότερα ἐννοῶμεν, καὶ ἕξομεν ἀρκοῦσαν παραμυθίαν· καὶ τοὺς τὰ δεινότερα πεπονθότας ἀεὶ περισκοπῶμεν, καὶ εἰ αὐτοὶ βαρύτερα ἐπάθομέν ποτε. Οὕτω καὶ Παῦλος προτρέπει, ὡς ὅταν λέγῃ· Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καὶ πάλιν, Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Ὧν οὖν ἂν πάθωμεν, τὰ χείρω περισκοπῶμεν· εὑρήσομεν γὰρ, καὶ οὕτως ἐσόμεθα εὐχάριστοι. Πρὸ δὲ πάντων εὐχαριστῶμεν ἐπὶ πᾶσι διηνεκῶς· οὕτω γὰρ καὶ ταῦτα παύσεται, καὶ ἡμεῖς εἰς δόξαν Θεοῦ ζήσομεν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτευξόμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.
ΟΜΙΛΙΑ Θʹ. Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ
διδάσκοντες, καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ· καὶ πᾶν ὅ
τι ἂν ποιῆτε ἐν λόγῳ, ἐν ἔργῳ, πάντα ἐν ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ.
αʹ. Παραινέσας εὐχαρίστους εἶναι, καὶ τὴν ὁδὸν δείκνυσι. Ποίαν δὴ ταύτην; Ἣν πρώην ἡμεῖς διελέχθημεν πρὸς ὑμᾶς. Τί λέγων; Ὁ λόγος τοῦ Χριστοῦ 62.360 ἐνοικείτω ἐν ὑμῖν πλουσίως. Μᾶλλον δὲ οὐ ταύτην μόνον, ἀλλὰ καὶ ἑτέραν. Ἐγὼ μὲν γὰρ εἶπον, ὅτι δεῖ τοὺς τὰ δεινότερα πεπονθότας ἀναλέγειν, καὶ τοὺς τὰ χαλεπώτερα ὧν ἐπάθομεν ὑπομείναντας ἀναλογίζεσθαι, καὶ εὐχαριστεῖν ὑπὲρ τοῦ μὴ συμβῆναι ἐκεῖνα· αὐτὸς δὲ τί φησιν; Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως· τουτέστιν, ἡ διδασκαλία, τὰ δόγματα, ἡ παραίνεσις, ἐν αἷς οὐδὲν τὴν παροῦσαν ζωὴν εἶναί φησιν, οὐδὲ τὰ ταύτης ἀγαθά. Ἐὰν γὰρ ταῦτα ἴδωμεν, οὐδενὶ τῶν δυσχερῶν εἴξομεν. Ἐνοικείτω, 62.361 φησὶν, ἐν ὑμῖν πλουσίως, μὴ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς περιουσίας. Ἀκούσατε ὅσοι ἐστὲ κοσμικοὶ, καὶ γυναικὸς καὶ παίδων προΐστασθε, πῶς καὶ ὑμῖν ἐπιτρέπει μάλιστα τὰς Γραφὰς ἀναγινώσκειν· καὶ οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς. Ὥσπερ γὰρ ὁ πλούσιος ἐν χρήμασι ζημίαν καὶ καταδίκην ἐνεγκεῖν δύναται, οὕτως ὁ πλουτῶν ἐν δόγμασι φιλοσοφίας, οὐχὶ πενίαν μόνον, ἀλλὰ καὶ πάσας τὰς συμφορὰς εὐκόλως οἴσει, καὶ ἐκείνου εὐκολώτερον. Ἐκεῖ μὲν γὰρ ἐν τῇ διαλύσει τῆς ζημίας ἀνάγκη τὸν ὄντα πλούσιον ἐλαττοῦσθαι καὶ ἐλέγχεσθαι· κἂν πολλάκις τοῦτο πάθῃ, οὐκέτι δυνήσεται ἐνεγκεῖν· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐδὲ γὰρ δαπανῶμεν τοὺς ὑγιεῖς λογισμοὺς, ὅταν ἐνεγκεῖν τι δέῃ τῶν ἀβουλήτων, ἀλλὰ μένουσι διαπαντός. Καὶ ὅρα τὴν σύνεσιν τοῦ μακαρίου τούτου· Οὐκ εἶπεν· Ὁ λόγος τοῦ Χριστοῦ ἐν ὑμῖν ἔστω, ἁπλῶς, ἀλλὰ τί; Ἐνοικείτω, καὶ, Πλουσίως. Ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς. Τὴν ἀρετήν φησι σοφίαν· εἰκότως· καὶ ἡ ταπεινοφροσύνη γὰρ, καὶ ἡ ἐλεημοσύνη, καὶ ὅσα τοιαῦτα, σοφία ἐστίν· ὥσπερ οὖν τἀναντία, ἄνοια· καὶ γὰρ ὠμότης ἐξ ἀνοίας. Ὅθεν πολλαχοῦ τὴν πᾶσαν ἁμαρτίαν ἀφροσύνην καλεῖ. Εἶπε, φησὶν, ἄφρων ἐν καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι Θεός· καὶ πάλιν, Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Τί γὰρ ἀνοητότερον, εἰπέ μοι, τοῦ ἑαυτὸν μὲν ἱμάτια περιβάλλοντος, τοὺς δὲ ἀδελφοὺς τοὺς αὑτοῦ γυμνοὺς παραβλέποντος; τοῦ κύνας μὲν τρέφοντος, τὴν δὲ εἰκόνα τοῦ Θεοῦ περιορῶντος ἐν λιμῷ; τοῦ πεπεισμένου ἁπλῶς, ὅτι οὐδὲν τὰ ἀνθρώπινα πράγματα, καὶ ὥσπερ ἀθανάτοις αὐτοῖς προστετηκότος; Ὥσπερ οὖν οὐδὲν τοῦ τοιούτου ἀνοητότερον, οὕτως οὐδὲν σοφώτερον τοῦ τὴν ἀρετὴν