1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

50

χαρὰν καὶ λύπην, καὶ τὴν τοῦ συνήθους ἐπίγνωσιν, καὶ τροφῆς ἔνδειαν, καὶ χωρισμὸν τῶν συννόμων, καὶ μυρία πάθη τῷ φθόγγῳ παραδηλοῖ. Τὰ δὲ ἔνυδρα οὐ μόνον ἄφωνα, ἀλλὰ καὶ ἀνήμερα, καὶ ἀδίδακτα, καὶ πρὸς πᾶσαν βίου κοινωνίαν ἀνθρώποις ἀμεταχείριστα. Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάντην τοῦ κυρίου αὐτοῦ· ἰχθὺς δὲ οὐκ ἂν ἐπιγνοίη τὸν τρέφοντα. Οἶδε τὴν συνήθη φωνὴν ὁ ὄνος. Οἶδεν ὁδὸν ἣν πολλάκις ἐβάδισε· καί που καὶ ὁδηγὸς ἐνίοτε ἀποσφαλέντι γίνεται τῷ ἀνθρώπῳ. Τὸ δὲ ὀξυήκοον τοῦ ζῴου οὐδὲ ἄλλο τι ἔχειν λέγεται τῶν χερσαίων. Τὸ δὲ τῶν καμήλων μνησίκακον, καὶ βαρύμηνι, καὶ διαρκὲς πρὸς ὀργὴν, τί ἂν μιμήσασθαι τῶν θαλαττίων δύναιτο; Πάλαι ποτὲ πληγεῖσα κάμηλος, μακρῷ χρόνῳ ταμιευσαμένη τὴν μῆνιν, ἐπειδὰν εὐκαιρίας λάβηται, τὸ κακὸν ἀντιδίδωσιν. Ἀκούσατε, οἱ βαρύθυμοι, οἱ τὴν μνησικακίαν ὡς ἀρετὴν ἐπιτηδεύοντες, τίνι ἐστὲ ἐμφερεῖς, ὅταν τὴν κατὰ τοῦ πλησίον λύπην, ὥσπερ τινὰ σπινθῆρα κεκρυμμένον ἐν σποδιᾷ, μέχρι τοσούτου φυλάσσετε, ἕως ἂν ὕλης λαβόμενοι, οἷον φλόγα τινὰ τὸν θυμὸν ἀνακαύσητε. 8.2 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. ∆ιὰ τί ἡ γῆ ψυχὴν ζῶσαν ἐξάγει; Ἵνα μάθῃς διαφορὰν ψυχῆς κτήνους καὶ ψυχῆς ἀνθρώπου. Μικρὸν ὕστερον γνώσῃ, πῶς ἡ ψυχὴ τοῦ ἀνθρώπου συνέστη· νῦν δὲ ἄκουε περὶ τῆς τῶν ἀλόγων ψυχῆς. Ἐπειδὴ κατὰ τὸ γεγραμμένον, παντὸς ζῴου ἡ ψυχὴ τὸ αἷμα αὐτοῦ ἐστιν· αἷμα δὲ παγὲν εἰς σάρκα πέφυκε μεταβάλλειν· ἡ δὲ σὰρξ φθαρεῖσα εἰς γῆν ἀνα λύεται· γεηρά τίς ἐστιν εἰκότως ἡ ψυχὴ τῶν κτηνῶν. Ἐξαγαγέτω οὖν ἡ γῆ ψυχὴν ζῶσαν. Ὅρα τὴν ἀκολουθίαν ψυχῆς πρὸς αἷμα, αἵματος πρὸς σάρκα, σαρκὸς πρὸς τὴν γῆν· καὶ πάλιν ἀναλύσας διὰ τῶν αὐτῶν ἀναπόδισον ἀπὸ γῆς εἰς σάρκα, ἀπὸ σαρκὸς εἰς αἷμα, ἀπὸ αἵματος εἰς ψυχήν· καὶ εὑρήσεις ὅτι γῆ ἐστι τῶν κτηνῶν ἡ ψυχή. Μὴ νόμιζε πρεσβυτέραν εἶναι τῆς τοῦ σώματος αὐτῶν ὑπο στάσεως, μηδὲ ἐπιδιαμένουσαν μετὰ τὴν τῆς σαρκὸς διά λυσιν. Φεῦγε φληνάφους τῶν σοβαρῶν φιλοσόφων, οἳ οὐκ αἰσχύνονται τὰς ἑαυτῶν ψυχὰς καὶ τὰς κυνείας ὁμοειδεῖς ἀλλήλαις τιθέμενοι· οἱ λέγοντες ἑαυτοὺς γεγενῆσθαί ποτε καὶ γυναῖκας καὶ θάμνους καὶ ἰχθύας θαλασσίους. Ἐγὼ δὲ εἰ μὲν ἐγένοντό ποτε ἰχθῦς οὐκ ἂν εἴποιμι, ὅτι δὲ ἐν ᾧ ταῦτα ἔγραφον τῶν ἰχθύων ἦσαν ἀλογώτεροι, καὶ πάνυ εὐτόνως διατειναίμην. Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Τίνος ἕνεκεν, τοῦ λόγου τρέχοντος ἀθρόως, ἀπεσιώπησα χρόνον οὐκ ὀλίγον, ἴσως θαυμάζουσιν οἱ πολλοί· ἀλλ' οὐχὶ οἵγε φιλοπονώτεροι τῶν ἀκροατῶν ἀγνοοῦσι τὴν αἰτίαν τῆς ἀφασίας. Πῶς γάρ; οἱ διὰ τοῦ πρὸς ἀλλήλους ὁρᾶν καὶ ἐννεύειν ἐπιστρέψαντές με πρὸς ἑαυτοὺς, καὶ εἰς ἔννοιαν ἀγαγόντες τῶν παρεθέντων. Εἶδος γὰρ ὅλον τῆς κτίσεως, καὶ οὐκ ἐλάχιστον τοῦτο, παρέλαθεν ἡμᾶς, καὶ μικροῦ ἀπιὼν ᾤχετο ἀνεξέταστον παντελῶς ὁ λόγος καταλιπών. Ἐξαγαγέτω γὰρ τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Εἴπαμεν τὰ περὶ τῶν νηκτῶν, ὅσα ὁ καιρὸς ἐνεδίδου ἑσπέρας· σήμερον μετέβημεν ἐπὶ τὴν τῶν χερσαίων ἐξέτασιν. ∆ιέφυγεν ἡμᾶς τὸ πτηνὸν ἐν τῷ μέσῳ. Ἀνάγκη τοίνυν, κατὰ τοὺς ἐπιλήσμονας τῶν ὁδοιπόρων, οἳ ἐπειδάν τι τῶν καιρίων καταλίπωσι, κἂν ἐπιπολὺ τῆς ὁδοῦ προέλθωσι, πάλιν τὴν αὐτὴν ὑποστρέφουσιν, ἀξίαν τῆς ῥᾳθυμίας δίκην τὸν ἐκ τῆς ὁδοιπορίας κόπον ὑπέχοντες, οὕτω καὶ ἡμῖν, ὡς ἔοικε, τὴν αὐτὴν πάλιν βαδιστέον. Καὶ γὰρ οὐδὲ εὐκαταφρόνητόν ἐστι τὸ παρεθὲν, ἀλλὰ τὸ τρίτον ἔοικεν εἶναι τῆς ἐν τοῖς ζῴοις κτίσεως, εἴπερ τρία ζῴων ἐστὶ γένη, τό τε χερσαῖον, καὶ τὸ πτηνὸν, καὶ τὸ ἔνυδρον. Ἐξαγαγέτω, φησὶ, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ κατὰ γένος. ∆ιὰ τί ἐξ ὑδάτων καὶ τοῖς πτηνοῖς τὴν γένεσιν ἔδωκεν; Ὅτι ὥσπερ συγγένειά τίς ἐστι τοῖς πετομένοις πρὸς τὰ νηκτά. Καὶ γὰρ ὥσπερ οἱ ἰχθῦς τὸ ὕδωρ τέμνουσι, τῇ μὲν κινήσει τῶν πτερύγων εἰς τὸ πρόσω χωροῦντες, τῇ δὲ τοῦ οὐραίου μεταβολῇ τάς τε περιστροφὰς