50
γενναίως καὶ μετὰ εὐχαριστίας ἐνεγκεῖν. Τοῦτο ὃ πολλάκις εἶπον, τὸν Λάζαρον ἐστεφάνωσε, τοῦτο ἐπὶ τῶν ἀγώνων τῶν τοῦ Ἰὼβ τὸν διάβολον κατῄσχυνε καὶ τὸν ἀθλητὴν τῆς καρτερίας ἐκείνης λαμπρότερον ἀπέφηνε. Τοῦτο καὶ φιλοπτωχίας καὶ τῆς τῶν χρημάτων ὑπεροψίας καὶ τῆς ἀθρόας ἐκείνης τῶν παίδων ἀποβολῆς καὶ τῶν μυρίων ἐπιβουλῶν μᾶλλον αὐτὸν ἀνεκήρυξε καὶ τὸ ἀναίσχυντον τοῦ πονηροῦ δαίμονος ἐκείνου στόμα ἔφραξε μετὰ πολλῆς τῆς περιουσίας. Ταῦτ' οὖν ἀναλογιζομένη συνεχῶς καὶ αὐτὴ χαῖρε καὶ εὐφραίνου τὸν μέγιστον ἆθλον διανύσασα καὶ κεφάλαιον τῶν πειρασμῶν πρᾴως φέρουσα καὶ ὑπὲρ τούτων δοξάζουσα τὸν φιλάνθρωπον Θεὸν τὸν δυνάμενον μὲν ἀθρόον ἀφανίσαι πάντα, ἀφιέντα δὲ γίνεσθαι ὥστε σοι λαμπροτέραν τὴν καλὴν ταύτην γενέσθαι πραγματείαν. ∆ιὰ τοῦτο καὶ ἡμεῖς σε μακαρίζοντες οὐ παυόμεθα. Ἥσθημεν δὲ ὅτι καὶ δικῶν ἀπαλλαγεῖσα καὶ πραγμάτων, ὥς σοι πρέπον ἦν, οὕτω τῷ πράγματι τέλος ἐπέθηκας τὸ κατὰ τὴν διάλυσιν, οὔτε ἀνάνδρως αὐτὰ προϊεμένη, οὐδ' αὖ κατασχοῦσα πάλιν καὶ ἐμπείρασα σαυτὴν δικαστηρίοις καὶ τοῖς ἐκ τούτων κακοῖς, ἀλλὰ μέσην ὁδεύσασα ὁδὸν καὶ τήν σοι πρέπουσαν ἐλευθερίαν καρπωσαμένη καὶ πολλὴν τὴν σύνεσιν ἐπιδειξαμένη καὶ τὴν μακροθυμίαν καὶ τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν καὶ τὸ ἀνεξαπάτητον δείξασα τῆς σῆς συνέσεως.
15.t ΕΠΙΣΤΟΛΗ ΙΕʹ
15.1 Σὺ δέ μοι προσεδόκησας, τοσαύτην ἐκ νεότητός σου ἐπιδειξαμένη φιλοσοφίαν καὶ τὸν ἀνθρώπινον καταπατήσασα τῦφον, ἀτάραχόν τινα καὶ ἀπόλεμον ζήσεσθαι βίον; Καὶ πῶς ἔνι τοῦτο; Εἰ γὰρ ἀνθρώποις ἄνθρωποι πυκτεύοντες μυρία καὶ ἐν ἀγῶσι καὶ ἐν πολέμοις δέχονται τραύματα, ἡ πρὸς αὐτὰς ἀποδυσαμένη τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας καὶ ἀποδυσαμένη γενναίως οὕτως καὶ τοσαῦτα στήσασα τρόπαια καὶ διὰ τοσούτων λυπήσασα τὸν ἄγριον ἐκεῖνον καὶ ἀλάστορα δαίμονα, πόθεν ἤλπισας ἡσύχιόν τινα καὶ ἀπράγμονα βιώσεσθαι βίον; Οὐ τοίνυν διὰ τοῦτο θορυβεῖσθαι χρὴ ὅτι πολλοὶ πανταχόθεν οἱ θόρυβοι καὶ πολλαὶ αἱ ταραχαί· ἀλλὰ τοὐναντίον, εἰ μηδὲν τούτων συμβεβήκει, τότε θαυμάσαι ἐχρῆν. Τῇ γὰρ ἀρετῇ συγκεκλήρωται πόνος καὶ κίνδυνος. Καὶ ταῦτα οἶσθα καὶ πρὸ τῶν ἡμετέρων γραμμάτων αὐτὴ καὶ οὐδὲν δεήσῃ παρ' ἑτέρων μανθάνειν· ἐπεὶ καὶ ἡμεῖς οὐκ ἀγνοοῦσαν διδάσκοντες ταῦτα ἐπιστέλλομεν. Ἴσμεν γὰρ ὅτι οὔτε τὸ πατρίδος ἐκπεσεῖν, οὔτε τὸ χρημάτων ὑπομεῖναι ζημίαν-τοῦτο δὴ τὸ πολλοῖς ἀφόρητον-, οὐχ ὕβρις, οὐκ ἄλλη τις τοιαύτη θλῖψις διαταράξαι σε δυνήσεται. Εἰ γὰρ οἱ κοινωνοὶ τῶν ταῦτα πασχόντων γινόμενοι ζηλωτοί, πολλῷ μᾶλλον οἱ ἐν αὐτοῖς ὄντες. ∆ιὰ τοῦτο Παῦλος ἐφ' ἑκατέρῳ τοὺς ἐξ Ἑβραίων πιστεύσαντας ἀνακηρύττει λέγων· «Ἀναμιμνῄσκεσθε τὰς πρότερον ἡμέρας ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως πασχόντων γενηθέντες.» ∆ιὰ τοῦτο οὐδὲ ἡμεῖς μακρὰν ποιοῦμεν τὴν ἐπιστολήν. Οὐδεὶς γὰρ τῷ νικήσαντι καὶ τρόπαιον στήσαντι λαμπρὸν παραγίνεται συμμαχίαν κομίζων, ἀλλ' εὐφημίας μόνον. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἔγνωμεν ὅσην περὶ τὰ συμβάντα τὴν φιλοσοφίαν ἐπεδείξω, μακαρίζομέν σε, θαυμάζομεν τῆς τε εἰς τὸ παρὸν ὑπομονῆς καὶ τῶν ἀντιδόσεων τῶν ἐντεῦθέν σοι ταμιευομένων. Ἐπειδὴ δὲ καὶ τὰ ἡμέτερα εὖ οἶδ' ὅτι βούλει μανθάνειν -καὶ γὰρ μακρὰν ἐσίγησα σιγήν-, τῆς μὲν χαλεπωτάτης ἀρρωστίας ἀπηλλάγημεν, λείψανα δὲ ἔτι τῆς νόσου περιφέρομεν. Καὶ ἰατρῶν δὲ ἀπολαύομεν ἀρίστων, ἀλλ' ὅμως καὶ οὕτω