1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

50

ἐνοχλουμένων οὐδὲν διαφέρουσιν οἱ πλουτοῦντες, πάντων ὑλακτούντων περὶ αὐτοὺς, σπαραττόντων, ἑλκόντων οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ παθῶν ἀνελευθέρων, γαστριμαργίας, μέθης, κολακείας, ἀσελγείας ἁπάσης. Κἂν μὲν δανείζειν δέῃ, τοὺς πολὺ διδόντας περιεργαζόμεθα, καὶ τοὺς εὐγνώμονας περισκοποῦμεν· ἐνταῦθα δὲ τοὐναντίον ποιοῦμεν· τὸν μὲν εὐγνωμονοῦντα Θεὸν καὶ οὐχὶ ἑκατοστὴν, ἀλλὰ ἑκατονταπλασίονα παρέχοντα ἀφίεμεν, τοὺς δὲ οὐκ ἀποδώσοντας ἡμῖν οὐδὲ τὸ κεφάλαιον, τούτους ἐπιζητοῦμεν. ηʹ. Τί γὰρ ἡμῖν ἡ γαστὴρ ἀποδώσει τὰ πλείονα καταναλίσκουσα; Κόπρον καὶ φθοράν. Τί δὲ ἡ κενοδοξία; Φθόνον καὶ βασκανίαν. Τί δὲ ἡ φειδωλία; Φροντίδα καὶ μέριμναν. Τί δὲ ἡ ἀσέλγεια; Γέενναν καὶ σκώληκα ἰοβόλον. Οὗτοι γὰρ τῶν πλουτούντων οἱ χρεῶσται, τούτους τοῦ κεφαλαίου τοὺς τόκους καταβάλλοντες, τὰ ἐνταῦθα κακὰ καὶ τὰ προσδοκώμενα δεινά. Τούτοις οὖν, εἰπέ μοι, δανείσομεν ἐπὶ τοσαύτῃ κολάσει, καὶ οὐ πιστεύσομεν αὐτὰ τῷ Χριστῷ τῷ τὸν οὐρανὸν προτείνοντι, τὴν ζωὴν τὴν ἀθάνατον, τὰ ἀπόῤῥητα ἀγαθά; καὶ ποίαν ἕξομεν ἀπολογίαν; Τίνος γὰρ ἕνεκεν οὐ δίδως τῷ καὶ δώσοντι πάντως, καὶ πλείονα δώσοντι; Τάχα, ὅτι διὰ πολλοῦ δίδωσι χρόνου; Καίτοι γε καὶ ἐνταῦθα δίδωσιν· ἀψευδὴς γάρ ἐστιν ὁ λέγων, Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Εἶδες φιλοτιμίας ὑπερβολήν; Ἐκεῖνά σοι, φησὶ, τετήρηνται καὶ οὐ μειοῦνται, ταῦτα δὲ τὰ ἐνταῦθα ἐν τάξει προσθήκης καὶ περιουσίας δίδωμι. Χωρὶς δὲ τούτων καὶ τὸ διὰ μακροῦ λαβεῖν τοῦ χρόνου πλεονάζει σοι τὸν πλοῦτον· ὁ γὰρ τόκος γίνεται πλείων. Καὶ γὰρ ἐπὶ τῶν δανειζομένων τοῦτο ὁρῶμεν τοὺς δανειστὰς ποιοῦντας προθυμότερον τοῖς μετὰ πολὺν καταβάλλουσι χρόνον δανείζοντας. Ὁ μὲν γὰρ εὐθέως τὸ πᾶν ἀποδοὺς ἐνέκοψε τοῦ τόκου τὸν δρόμον· ὁ δὲ ἐπὶ πλείονα κατασχὼν χρόνον, καὶ τὴν ἐργασίαν πλείω πεποίηκεν Εἶτα ἐπὶ ἀνθρώπων μὲν οὐ δυσχεραίνομεν 60.452 τὴν ἀναβολὴν, ἀλλὰ καὶ σοφιζόμεθα αὐτὴν πλείω 60.452 γενέσθαι, ἐπὶ Θεοῦ δὲ οὕτω μικροψύχως διακεισόμεθα, ὡς διὰ τοῦτο ὀκνεῖν καὶ ἀναδύεσθαι; καίτοι γε, ὅπερ ἔφην, καὶ ἐνταῦθα δίδωσι, καὶ μετὰ τῆς εἰρημένης αἰτίας καὶ ἕτερόν τι μεῖζον οἰκονομῶν ἐκεῖ ταμιεύεται τὸ πᾶν. Τὸ γὰρ μέγεθος τῶν διδομένων, καὶ τὸ κάλλος τῆς δωρεᾶς ἐκείνης ὑπερβαίνει τῆς παρούσης ζωῆς τὴν εὐτέλειαν. Οὐδὲ γὰρ δυνατὸν ἐν σώματι φθαρτῷ καὶ ἐπικήρῳ τοὺς ἀμαράντους ἐκείνους δέξασθαι στεφάνους, οὐδὲ ἐν τῇ παρούσῃ διαγωγῇ, καὶ θορυβώδει καὶ ταραχῆς γεμούσῃ καὶ πολλὰς ἐχούσῃ τροπὰς, τὴν ἀκίνητον ἐκείνην καὶ ἀτάρακτον λῆξιν καταλαβεῖν. Σὺ δὲ, εἰ μέν τίς σοι χρυσίον ὀφείλων ἐν ἀλλοτρίᾳ διατρίβοντι γῇ, καὶ οὔτε οἰκέτας ἔχοντι, οὔτε δυναμένῳ εἰς τὴν οἰκίαν μετακομίσαι, δώσειν ἐπηγγέλλετο τὸ δάνεισμα, μυρία ἂν παρεκάλεσας, ὥστε μὴ ἐπὶ τῆς ξένης, ἀλλ' οἴκοι μᾶλλον αὐτὰ καταβαλεῖν· τὰ δὲ πνευματικὰ ἐκεῖνα καὶ ἀπόῤῥητα ἐνταῦθα ἀξιοῖς λαβεῖν; καὶ πόσης ταῦτα ἀνοίας; Ἂν μὲν γὰρ ἐνταῦθα λάβῃς, φθαρτὰ λήψῃ πάντως· ἂν δὲ ἐκεῖνον τὸν καιρὸν ἀναμείνῃς, ἄφθαρτα ἀποδώσει σοι καὶ ἀκήρατα· ἂν ἐνταῦθα λάβῃς, μόλιβδον ἔλαβες· ἂν δὲ ἐκεῖ, χρυσὸν δόκιμον. Πλὴν οὐδὲ τῶν ἐνταῦθά σε ἀπεστέρησε. Μετὰ γὰρ ἐκείνης τῆς ὑποσχέσεως καὶ ἑτέραν τέθεικεν οὕτω λέγων, ὅτι Πᾶς ὁ τῶν ἐκεῖ πραγμάτων ἐρῶν, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Εἰ δὲ οὐ λαμβάνομεν ἑκατονταπλασίονα, ἡμεῖς αἴτιοι μὴ δανείζοντες τῷ δυναμένῳ τοσοῦτον δοῦναι· ἐπεὶ οἵ τε δόντες ἅπαντες τοσαῦτα ἔλαβον, καίτοι γε ὀλίγα δόντες. Τί γὰρ μέγα ἔδωκεν ὁ Πέτρος, εἰπέ μοι; οὐχὶ δίκτυον διεῤῥωγὸς καὶ κάλαμον καὶ ἄγκιστρον μόνον; Ἀλλ' ὅμως αὐτῷ τὰς οἰκίας τῆς οἰκουμένης ἀνέῳξεν ὁ Θεὸς, καὶ γῆν καὶ θάλατταν ἥπλωσε, καὶ πάντες αὐτὸν εἰς τὰ αὑτῶν ἐκάλουν· μᾶλλον δὲ τὰ αὑτῶν πωλοῦντες πρὸς τοὺς ἐκείνου ἔφερον πόδας, οὐδὲ εἰς χεῖρας ἐμβάλλοντες (οὐ γὰρ ἐτόλμων), τοσαύτην μετὰ τῆς δαψιλείας καὶ τὴν τιμὴν αὐτῷ ἀπονέμοντες. Ἀλλ' ἐκεῖνος Πέτρος ἦν, φησί. Καὶ τί τοῦτο, ἄνθρωπε; οὐδὲ γὰρ Πέτρῳ ἐπηγγείλατο ταῦτα μόνον, οὐδὲ