51
καὶ τὰς εὐθείας ὁρμὰς ἑαυτοῖς οἰακίζοντες· οὕτω καὶ ἐπὶ τῶν πτηνῶν ἐστιν ἰδεῖν διανηχομένων τὸν ἀέρα τοῖς πτεροῖς κατὰ τὸν ὅμοιον τρόπον. Ὥστε ἐπειδὴ ἓν ἰδίωμα ἐν ἑκατέροις τὸ νήχεσθαι, μία τις αὐτοῖς ἡ συγγένεια ἐκ τῆς τῶν ὑδάτων γενέσεως παρεσχέθη. Πλήν γε ὅτι οὐδὲν τῶν πτηνῶν ἄπουν, διὰ τὸ πᾶσι τὴν δίαιταν ἀπὸ τῆς γῆς ὑπάρχειν, καὶ πάντα ἀναγκαίως τῆς τῶν ποδῶν ὑπουργίας προσδεῖσθαι. Τοῖς μὲν γὰρ ἁρπακτικοῖς πρὸς τὴν ἄγραν αἱ τῶν ὀνύχων ἀκμαί· τοῖς δὲ λοιποῖς, διά τε τὸν πορισμὸν τῆς τροφῆς, καὶ διὰ τὴν λοιπὴν τοῦ βίου διεξαγωγὴν, ἀναγκαία τῶν ποδῶν ἡ ὑπηρεσία δεδώρηται. Ὀλίγοι δὲ τῶν ὀρνίθων κακόποδές εἰσιν, οὔτε βαδίζειν οὔτε ἀγρεύειν τοῖς ποσὶν ἐπιτήδειοι· ὡς αἵ τε χελιδόνες εἰσὶ, οὔτε βαδίζειν, οὔτε ἀγρεύειν δυνάμεναι, καὶ αἱ δρεπανίδες λεγό μεναι, οἷς ἡ τροφὴ ἀπὸ τῶν ἐν τῷ ἀέρι ἐμφερομένων ἐπινενόηται. Χελιδόνι δὲ τὸ τῆς πτήσεως πρόσγειον ἀντὶ τῆς τῶν ποδῶν ὑπηρεσίας ἐστίν. 8.3 Εἰσὶ μέντοι γενῶν διαφοραὶ μυρίαι καὶ ἐν τοῖς ὄρνισιν, ἃς ἐάν τις κατὰ τὸν αὐτὸν τρόπον ἐπίῃ καθ' ὃν ἐν μέρει καὶ τῆς τῶν ἰχθύων ἐξετάσεως ἐφηψάμεθα, εὑρήσει ἓν μὲν ὄνομα τῶν πετεινῶν, μυρίας δὲ ἐν τούτοις διαφορὰς ἔν τε τοῖς μεγέθεσι καὶ ἐν τοῖς σχήμασι καὶ ἐν ταῖς χρόαις· καὶ κατὰ τοὺς βίους, καὶ τὰς πράξεις, καὶ τὰ ἤθη, ἀμύθητον οὖσαν αὐτοῖς τὴν πρὸς ἄλληλα παραλλαγήν. Ἤδη μὲν οὖν τινες ἐπειράθησαν καὶ ὀνοματοποιίαις χρήσασθαι, ἵν', ὥσπερ διὰ καυτήρων τινῶν τῆς ἀσυνήθους καὶ ξένης ὀνομασίας, τὸ ἰδίωμα ἑκάστου γένους ἐπιγινώσκηται. Καὶ τὰ μὲν ὠνόμασαν σχιζόπτερα, ὡς τοὺς ἀετούς· τὰ δὲ δερμόπτερα, ὡς τὰς νυκτερίδας· τὰ δὲ πτιλωτὰ, ὡς τοὺς σφῆκας· τὰ δὲ κολεόπτερα, ὡς τοὺς κανθάρους, καὶ ὅσα ἐν θήκαις τισὶ καὶ περιβολαῖς γεννηθέντα, περιρραγέντος αὐτοῖς τοῦ ἐλύτρου, πρὸς τὴν πτῆσιν ἠλευθερώθη. Ἀλλ' ἡμῖν ἀρκοῦσα σημείωσις πρὸς τὴν τῶν γενῶν ἰδιότητα ἡ κοινὴ χρῆσις, καὶ οἱ παρὰ τῆς Γραφῆς περί τε καθαρῶν καὶ ἀκαθάρτων διορισμοί. Ἄλλο μὲν οὖν γένος τὸ τῶν σαρκοφά γων, καὶ ἄλλη κατασκευὴ πρέπουσα τῷ τρόπῳ τῆς διαίτης αὐτῶν, ὀνύχων ἀκμαὶ, καὶ χεῖλος ἀγκύλον, καὶ πτερὸν ὀξὺ, ὥστε καὶ συλληφθῆναι ῥᾳδίως τὸ θήραμα, καὶ διασπα ραγὲν τροφὴν τῷ ἑλόντι γενέσθαι. Ἄλλη τῶν σπερμολόγων κατασκευή· ἄλλη τῶν ἐκ παντὸς τρεφομένων τοῦ συν τυχόντος. Καὶ ἐν τούτοις πλεῖσται διαφοραί. Τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἀγελικὰ, πλὴν τῶν ἁρπακτικῶν· τούτων δὲ οὐδὲν κοινωνικὸν ἐκτὸς τοῦ κατὰ τὰς συζυγίας συνδυα σμοῦ. Μυρία δὲ ἄλλα τὸν ἀθροισματικὸν ᾕρηται βίον, ὡς περιστεραὶ, καὶ γέρανοι, καὶ ψῆρες, καὶ κολοιοί. Πάλιν ἐν τούτοις τὰ μὲν ἄναρχά ἐστι καὶ οἷον αὐτόνομα· τὰ δὲ ὑφ' ἡγεμόνι τετάχθαι καταδεχόμενα, ὡς αἱ γέρανοι. Ἤδη δέ τις καὶ ἑτέρα ἐν τούτοις ἐστὶ διαφορὰ, καθ' ἣν τὰ μὲν ἐπιδημητικά τέ ἐστι καὶ ἐγχώρια, τὰ δὲ ἀπαίρειν πέφυκε πορροτάτω, καὶ χειμῶνος ἐγγίζοντος ἐκτοπίζειν ὡς τὰ πολλά. Χειροήθη δὲ καὶ τιθασσὰ τὰ πολλὰ τῶν ὀρνέων ἐκτρεφόμενα γίνεται, πλήν γε δὴ τῶν ἀσθενῶν, ἃ δι' ὑπερβάλλουσαν δειλίαν καὶ ἀνανδρίαν, τὴν συνεχῆ τῆς χειρὸς ἐνόχλησιν οὐχ ὑφίσταται. Ἀλλὰ καὶ συνανθρωπι στικοί τινες τῶν ὀρνίθων εἰσὶ, τὰς αὐτὰς ἡμῖν οἰκήσεις καταδεχόμενοι· ἄλλοι δὲ ὄρειοι, καὶ φιλέρημοι. Μεγίστη δὲ διαφορὰ καὶ ἡ περὶ τὴν φωνὴν ἰδιότης ἑκάστου. Οἱ μὲν γὰρ κωτίλοι καὶ λάλοι τῶν ὀρνίθων εἰσίν· οἱ δὲ σιγηλοί. Καὶ τὰ μὲν ᾠδικὰ καὶ πολύφωνα· τὰ δὲ ἄμουσα παντελῶς καὶ ᾠδῆς ἄμοιρα. Καὶ τὰ μὲν μιμηλὰ, ἢ ἐκ φύσεως ἔχοντα τὸ μιμεῖσθαι, ἢ ἐξ ἀσκήσεως προσλαβόντα· τὰ δὲ μονό τροπον καὶ ἀμετάβλητον τὴν φωνὴν ἀφιέντα. Γαῦρον ὁ ἀλεκτρυών· φιλόκαλον ὁ ταώς· λάγνιοι αἱ περιστεραὶ καὶ αἱ κατοικίδιοι ὄρνεις, ἐπὶ παντὸς καιροῦ τὸ συνουσιαστικὸν ἔχουσαι. ∆ολερὸν ὁ πέρδιξ καὶ ζηλότυπον, κακούργως συμπράττων τοῖς θηραταῖς πρὸς τὴν ἄγραν. 8.4 Μυρίαι, ὡς ἔφαμεν, καὶ τῶν πράξεων καὶ τῶν βίων διαφοραί. Ἔστι δέ τινα καὶ πολιτικὰ τῶν ἀλόγων, εἴπερ πολιτείας ἴδιον, τὸ πρὸς ἓν πέρας κοινὸν συννεύειν τὴν ἐνέργειαν τῶν καθ' ἕκαστον, ὡς ἐπὶ τῶν