1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

51

λυμαίνεται τὴν ἀπὸ τῆς θεραπείας ὠφέλειαν ἡ τῶν ἐπιτηδείων ἀπορία. Οὐ γὰρ δὴ μόνον φαρμάκων ἐνταῦθα σπάνις καὶ τῶν ἄλλων τῶν δυναμένων διορθῶσαι σῶμα πεπονηκός, ἀλλ' ἤδη καὶ λιμὸς μελετᾶται καὶ λοιμός. Καὶ ταῦτα λοιπὸν ὠδίνει τὰ κακὰ ἡ συνέχεια τῶν λῃστρικῶν ἐφόδων, αἳ μέχρι πορρωτάτω τῶν ὁδῶν ἐκχεόμεναι καὶ τὰς ὁδοὺς ἀποτειχίζουσαι τὰς πανταχοῦ τετμημένας, ἐντεῦθεν πολὺν καὶ ὁδοιπόροις ἐπάγουσι κίνδυνον. Ἀνδρόνικος γοῦν, καθώς φησι, καὶ ταῖς ἐκείνων περιέπεσε χερσὶ καὶ ἀποδυθεὶς οὕτω διεσώθη. ∆ιὸ παρακαλῶ σου τὴν ἐμμέλειαν μηδένα λοιπὸν ἀποστέλλειν ἐνταῦθα. ∆έος γὰρ μὴ τῆς πρὸς ἡμᾶς ἀποδημίας ἡ ὑπόθεσις ἀφορμὴ τῷ παραγινομένῳ σφαγῆς γένηται· καὶ οἶσθα ὅσην ἡμῖν οἴσει τὴν ὀδύνην. Ἀλλ' εἴ τινος ἐπιλάβοιο γνησίου κατὰ χρείαν ἑτέραν ἐνταῦθα ἀφικνουμένου, δι' αὐτοῦ δήλου τὰ περὶ τῆς ὑγιείας ἡμῖν τῆς σῆς. Ἰδικῶς μέντοι εἰς τοῦτο μηδεὶς ἐνταῦθα παραγινέσθω, μηδὲ δι' ἡμετέραν χρείαν, διὰ τὸ δέος ὃ προειρήκαμεν.

16.t ΕΠΙΣΤΟΛΗ Ιʹ

16.1 Οὐδὲν ξένον οὐδὲ ἀπεικὸς γέγονεν ἐπὶ τῆς εὐλαβείας τῆς σῆς, ἀλλὰ καὶ σφόδρα εἰκὸς καὶ ἀκόλουθον τὸ τῇ συνεχείᾳ τῶν ἐπαλλήλων πειρασμῶν, εὐτονώτερά σοι γενέσθαι τῆς ψυχῆς τὰ νεῦρα καὶ μείζονα πρὸς τὰ παλαίσματα τὴν προθυμίαν καὶ τὴν ἰσχὺν καὶ πολλὴν ἐντεῦθεν καρπώσασθαί σε τὴν ἡδονήν. Τοιαύτη γὰρ τῆς θλίψεως ἡ φύσις, ὅταν γενναίας καὶ νεανικῆς ἐπιλάβηται ψυχῆς, ταῦτα ἐργάζεσθαι πέφυκεν. Καὶ καθάπερ τὸ πῦρ δοκιμώτερον ποιεῖ τὸ χρυσίον, ὅταν αὐτῷ συγγένηται, οὕτω καὶ ταῖς χρυσαῖς ψυχαῖς ἐπιοῦσα θλῖψις καθαρωτέρας αὐτὰς ἐργάζεται καὶ δοκιμωτέρας. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· «Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν.» ∆ιὰ ταῦτα καὶ ἡμεῖς σκιρτῶμεν καὶ χαίρομεν καὶ τῆς ἐρημίας ταύτης μεγίστην καρπούμεθα παράκλησιν ἐπὶ τῇ ἀνδρείᾳ σου ταύτῃ. ∆ιὰ ταῦτα, κἂν μυρίοι σε κυκλώσωσι λύκοι καὶ πολλαὶ συναγωγαὶ πονηρευομένων, οὐδὲν δεδοίκαμεν· ἀλλ' εὐχόμεθα μὲν καὶ τοὺς ὄντας σβεσθῆναι πειρασμοὺς καὶ ἐτέρους δὲ μὴ προσγενέσθαι, δεσποτικὸν πληροῦντες νόμον τὸν κελεύοντα εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. Εἰ δ' ἄρα συγχωρηθείη γενέσθαι πάλιν, θαρροῦμεν ὑπὲρ τῆς χρυσῆς σου ψυχῆς τῆς καὶ ἐντεῦθεν μέγιστον ἑαυτῇ συναγούσης πλοῦτον. Τίνι γάρ σε δεδίξεσθαι δυνήσονται οἱ κατὰ τῆς ἑαυτῶν πάντα τολμῶντες κεφαλῆς; Ζημίᾳ χρημάτων; Ἀλλ' εὖ οἶδ' ὅτι κόνις σοι ταῦτα καὶ πηλοῦ παντὸς εὐτελέστερα εἶναι νομίζεται. Ἀλλὰ πατρίδος ἐκβολῇ καὶ οἰκίας; Ἀλλ' οἶσθα σὺ καὶ τὰς μεγάλας καὶ πολυανθρώπους πόλεις καθάπερ τὰς ἐρήμους οὕτως οἰκεῖν, ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ τὸν πάντα συζήσασα χρόνον καὶ τὰς βιωτικὰς καταπατήσασα φαντασίας. Ἀλλὰ θάνατον ἀπειλοῦσιν; Ἀλλὰ σὺ καὶ τοῦτο προλαβοῦσα διὰ παντὸς ἐμελέτησας τοῦ χρόνου, κἂν ἑλκύσωσιν ἐπὶ σφαγήν, νεκρὸν ἐπὶ ταύτην ἕλξουσι σῶμα. Τί δεῖ τὰ πολλὰ λέγειν; Οὐδείς σε οὐδὲν ἐργάσασθαι δυνήσεται τοιοῦτον οὗ τὴν ὑπομονὴν μετὰ πολλῆς οὐχ εὑρήσει τῆς περιουσίας ἐν σοὶ πάλαι κατορθωθεῖσαν. Τὴν γὰρ στενὴν ἀεὶ καὶ τεθλιμμένην ὁδεύσασα ὁδὸν ἐν ἅπασιν ἐγυμνάσω τούτοις. ∆ιόπερ τὴν καλλίστην ταύτην ἐπιστήμην ἐν τοῖς γυμνασίοις ἀσκήσασα, νῦν ἐν τοῖς ἀγῶσι λαμπροτέρα ἀνεφάνης, οὐ μόνον οὐδὲν ὑπὸ τῶν γινομένων θορυβουμένη, ἀλλὰ καὶ πτερουμένη καὶ σκιρτῶσα καὶ χορεύουσα. Ὧν γὰρ προσέλαβες τὰ γυμνάσια, τούτων τοὺς ἀγῶνας μετὰ πολλῆς νῦν μεταχειρίζεις τῆς εὐκολίας ἐν γυναικείῳ σώματι καὶ ἀραχνίων ἀσθενεστέρῳ ἀνδρῶν σφριγώντων καὶ τοὺς ὀδόντας βρυχόντων μετὰ πολλοῦ τοῦ γέλωτος τὴν μανίαν καταπατοῦσα καὶ πλείονα ἑτοίμη οὖσα παθεῖν ἢ ἐκεῖνοι