1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

51

εἶπε, Σὺ δὲ, ὦ Πέτρε, ἑκατονταπλασίονα λήψῃ μόνος, ἀλλὰ, Πᾶς ὅστις ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς, ἑκατονταπλασίονα λήψεται. Οὐδὲ γὰρ προσώπων οἶδε διαφορὰν, ἀλλὰ πραγμάτων κατορθώματα. Ἀλλὰ παιδίων με χορὸς περιέστηκε, φησὶ, καὶ ἐπιθυμῶ πλουτοῦντας αὐτοὺς καταλιπεῖν. Τίνος οὖν ἕνεκεν πένητας αὐτοὺς ποιοῦμεν; Ἂν μὲν γὰρ αὐτοῖς τὰ πάντα ἀφῇς, πάλιν ἐπισφαλεῖ φυλακῇ τὰ σὰ πάντα ἐπέτρεψας· ἂν δὲ τὸν Θεὸν αὐτοῖς καταλίπῃς συγκληρονόμον καὶ ἐπίτροπον, θησαυροὺς μυρίους κατέλιπες, Ὥσπερ γὰρ ὅταν ἑαυτοὺς ἐκδικῶμεν, ὁ Θεὸς ἡμῖν οὐκ ἀμύνει, ὅταν δὲ αὐτῷ παραχωρῶμεν, πλεῖον ἢ προσδοκῶμεν γίνεται· οὕτω καὶ ἐπὶ τῶν χρημάτων, ἂν ἡμεῖς αὐτὰ μεριμνῶμεν, ἐκεῖνος ἀποστήσεται τῆς ὑπὲρ αὐτῶν προνοίας· ἂν δὲ αὐτῷ τὸ πᾶν ἐπιῤῥίψωμεν, καὶ αὐτὰ καὶ τοὺς παῖδας ἐν πάσῃ καταστήσει τῇ ἀσφαλείᾳ. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ Θεοῦ τοῦτο γίνεται; καὶ γὰρ ἐπὶ ἀνθρώπων τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Ἂν μὲν γὰρ μηδένα παρακαλέσῃς τῶν προσηκόντων τελευτῶν ἐπὶ τὴν τῶν παίδων πρόνοιαν, αἰσχύνεται καὶ ἐρυθριᾷ πολλάκις καὶ ὁ σφόδρα βουλόμενος αὐτομάτως ἐπιπηδῆσαι τούτῳ· ἂν δὲ ῥίψῃς ἐπ' αὐτὸν τὴν φροντίδα, ἅτε τιμηθεὶς μεγίστῃ τιμῇ, μεγίστην καὶ αὐτὸς ἀποδώσει τὴν ἀμοιβήν. 60.453 θʹ. Εἰ τοίνυν βούλει καταλιπεῖν πλοῦτον τοῖς παιδίοις σου πολὺν, κατάλιπε τοῦ Θεοῦ τὴν πρόνοιαν. Ὁ γὰρ, μηδὲν σοῦ ποιήσαντος, καὶ ψυχὴν δοὺς καὶ σῶμα διαπλάσας καὶ ζωὴν χαρισάμενος, ὅταν ἴδῃ τοσαύτην ἐπιδεικνύμενον φιλοτιμίαν, καὶ τὰ ἐκείνων αὐτῷ διανέμοντα μετ' ἐκείνων, πῶς οὐ πάντα αὐτοῖς ἀνοίξει πλοῦτον; Εἰ γὰρ Ἠλίας ὀλίγῳ τραφεὶς ἀλεύρῳ, ἐπειδὴ εἶδε τὴν γυναῖκα ἐκείνην τῶν παιδίων αὐτὸν προτιμήσασαν, ἅλωνας καὶ ληνοὺς ἐπὶ τοῦ δωματίου τῆς χήρας ἔδειξεν· ἐννόησον ὁ τοῦ Ἠλία ∆εσπότης πόσην ἐπιδείξεται φιλοφροσύνην. Μὴ τοίνυν τοῦτο σκοπῶμεν, ὅπως πλουσίους καταλίπωμεν τοὺς παῖδας, ἀλλ' ὅπως ἐναρέτους. Ἂν μὲν γὰρ τῷ πλούτῳ θαῤῥῶσιν, οὐδενὸς ἐπιμελήσονται ἄλλου, ὡς ἔχοντες συσκιάσαι τὴν τῶν τρόπων κακίαν ἀπὸ τῆς τῶν χρημάτων περιουσίας· ἂν δὲ ἴδωσιν ἑαυτοὺς τῆς ἐκεῖθεν παραμυθίας ὄντας ἐρήμους, πάντα ἐργάσονται ὥστε διὰ τῆς ἀρετῆς πολλὴν τῇ πενίᾳ τὴν παραμυθίαν εὑρέσθαι. Μὴ τοίνυν καταλίπῃς πλοῦτον, ἵνα καταλίπῃς ἀρετήν. Καὶ γὰρ ἐσχάτης ἀλογίας ζῶντας μὲν μὴ ποιεῖν κυρίους αὐτοὺς ἁπάντων τῶν ὄντων, τελευτήσαντας δὲ πολλὴν τῇ τῆς νεότητος εὐκολίᾳ παρέχειν τὴν ἄδειαν. Καίτοι γε ζῶντες μὲν δυνησόμεθα καὶ εὐθύνας ἀπαιτεῖν, καὶ κακῶς τοῖς οὖσι κεχρημένους σωφρονίζειν καὶ χαλινοῦν· τελευτήσαντες δὲ ἂν μετὰ τῆς ἡμετέρας ἐρημίας καὶ τῆς νεότητος καὶ τὴν ἀπὸ τοῦ πλούτου παράσχωμεν ἐξουσίαν, εἰς μυρίους ὠθήσομεν κρημνοὺς τοὺς ἀθλίους καὶ ταλαιπώρους ἐκείνους, πῦρ ἐπεμβάλλοντες πυρὶ, καὶ ἔλαιον ἐπιστάζοντες καμίνῳ χαλεπῇ. Ὥστε, εἰ βούλει μετὰ ἀσφαλείας καταλιπεῖν πλουσίους, κατάλιπε τὸν Θεὸν ὀφειλέτην αὐτοῖς, καὶ αὐτῷ ἐγχείρισον τὸ γραμματεῖον αὐτῶν. Αὐτοὶ μὲν γὰρ τὰ χρήματα ἂν λάβωσιν, οὐδὲ ὅτῳ δώσουσιν ἴσασιν, ἀλλὰ πολλοῖς περιτεύξονται καὶ συκοφάνταις καὶ ἀγνώμοσιν· ἂν δὲ σὺ προλαβὼν αὐτὰ τῷ Θεῷ δανείσῃς, ἄσυλος μένει λοιπὸν ὁ θησαυρὸς, καὶ μετὰ πολλῆς ἔσται τῆς εὐκολίας ἡ ἀπόδοσις. Καὶ γὰρ χάριν ἔχει καὶ ὃ ὀφείλει καταβάλλων ἡμῖν ὁ Θεὸς, καὶ τοὺς δανειστὰς τοὺς αὑτοῦ καὶ τῶν οὐ δεδανεικότων ἥδιον ὁρᾷ, καὶ οἷς μάλιστα ὀφείλει, τούτους μάλιστα φιλεῖ. Ὥστε εἰ βούλει φίλον αὐτὸν ἔχειν διηνεκῶς, πολλῶν αὐτὸν κατάστησον χρεώστην. Οὐδὲ γὰρ οὕτω χαίρει δανειστὴς ὀφειλέτας ἔχων, ὡς ὁ Χριστὸς εὐφραίνεται δανειστὰς ἔχων· καὶ οἷς μὲν μηδὲν ὀφείλει, τούτους καὶ ἀποφεύγει, 60.454 οἷς δὲ ὀφείλει, τούτοις καὶ ἐπιτρέχει. Πάντα τοίνυν ποιῶμεν, ὥστε αὐτὸν χρεώστην ἔχειν· ὁ γὰρ καιρὸς οὗτός ἐστιν ὁ τῶν δανεισμάτων, καὶ νῦν ἐν χρείᾳ καθέστηκεν. Ἂν τοίνυν μὴ δῷς αὐτῷ νῦν, οὐ δεήσεταί σου μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Ἐνταῦθα γὰρ διψῇ, ἐνταῦθα πεινᾷ· διψῇ δὲ, ἐπειδὴ τὴν σὴν διψῇ σωτηρίαν· διὰ τοῦτο γὰρ καὶ προσαιτεῖ, διὰ τοῦτο καὶ γυμνὸς περιέρχεται,