1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

52

παρασκευάζονται. Μακαρία σὺ καὶ τρισμακαρία τῶν ἐντεῦθεν στεφάνων, μᾶλλον δὲ καὶ αὐτῶν τῶν ἀγώνων. Τοιαύτη γὰρ τῶν παλαισ μάτων ἡ φύσις τούτων, καὶ πρὸ τῶν βραβείων, καὶ ἐν αὐτοῖς τοῖς σκάμμασιν ἔχει καὶ τὰς ἀμοιβὰς καὶ τὰς ἀντιδόσεις, τὴν ἡδονὴν ἣν καρποῦσαι νῦν, τὴν εὐφροσύνην, τὴν ἀνδρείαν, τὴν καρτερίαν, τὴν ὑπομονήν, τὸ ἀνάλωτον, τὸ ἀχείρωτον, τὸ πάντων ὑψηλοτέραν εἶναι, τὸ οὕτως ἑαυτὴν ἀσκῆσαι ὡς μηδὲν δύνασθαι παρὰ μηδενὸς παθεῖν δεινόν, τὸ τοσούτων κλυδωνίων γενομένων ἐπὶ τῆς πέτρας ἑστάναι, τὸ τῆς θαλάσσης μαινομένης ἐξ οὐρίας φέρεσθαι μετὰ πολλῆς τῆς γαλήνης. Ταῦτα τῆς θλίψεως καὶ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν ἐνταῦθα τὰ ἔπαθλα. Οἶδα γάρ, οἶδα ὅτι νῦν οὐδὲ περικεῖσθαι τὸ σῶμα ἡγῇ ὑπὸ τῆς ἡδονῆς πτερουμένη, ἀλλ' ἢν καιρὸς καλῇ, εὐκολώτερον αὐτὸ ἀποδύσῃ ἢ ἕτεροι τὰ ἱμάτια ἃ περίκεινται. Χαῖρε τοίνυν καὶ εὐφραίνου καὶ ὑπὲρ σαυτῆς καὶ ὑπὲρ τῶν τὴν μακαρίαν τελευτησάντων τελευτὴν οὐκ ἐν κλίνῃ οὐδὲ ἐν οἰκίᾳ, ἀλλ' ἐν δεσμωτηρίοις καὶ ἁλύσεσι καὶ βασάνοις. Θρήνει δὲ μόνους τοὺς ταῦτα ποιοῦντας καὶ δάκρυε. Καὶ γὰρ καὶ τοῦτο ἄξιον τῆς σῆς φιλοσοφίας. Ἐπειδὴ δὲ καὶ περὶ τῆς τοῦ σώματος ἡμῶν ὑγιείας βούλει μανθάνειν, ἀπηλλάγημεν τέως τῆς πρώην ἐνοχλούσης ἡμῖν ἀρρωστίας καὶ ῥᾷον διακείμεθα νῦν· πλὴν εἰ μὴ πάλιν ἐπελθὼν ὁ χειμὼν λυμήνηται ἡμῖν τοῦ στομάχου τὴν ἀσθένειαν· καὶ τῶν Ἰσαύρων ἕνεκεν, ἐν πολλῇ καθεστήκαμεν ἀσφαλείᾳ.

17.t ΕΠΙΣΤΟΛΗ ΙΖʹ

17.1 Τῆς σφοδρότητος ἕνεκεν τοῦ χειμῶνος καὶ τῆς τοῦ στομάχου ἡμῶν ἀσθενείας καὶ τῶν Ἰσαυρικῶν καταδρομῶν, μηδὲν ἕνεκεν ἡμῶν μερίμνα μηδὲ κατάτεινε σαυτὴν φροντίσιν. Ὁ μὲν γὰρ χειμὼν γέγονεν οἷον εἰκὸς ἐν Ἀρμενίᾳ εἶναι· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν· ἡμᾶς δὲ οὐ μέγα τι παραβλάπτει. Ταῦτα γὰρ προορῶντες πολλὰ μηχανώμεθα πρὸς τὸ τὴν ἐντεῦθεν διακρούσασθαι βλάβην καὶ πῦρ ἀνακαίοντες συνεχῶς καὶ τὸ δωμάτιον ἔνθα καταμένομεν πανταχόθεν περιφράττοντες καὶ ἐπιβλήμασι κεχρημένοι πλείοσι καὶ διὰ παντὸς ἔνδον μένοντες. Ὅπερ ἐστὶ μὲν ἡμῖν ἐπαχθές, πλὴν διὰ τὸ ἐντεῦθεν κέρδος φορητόν. Ἕως γὰρ ἔνδον μένωμεν, οὐ σφόδρα κατατεινόμεθα τῷ κρυμῷ· ἐὰν δὲ ἀναγκασθῶμεν μικρὸν προελθεῖν καὶ τῷ ἔξω ὁμιλῆσαι ἀέρι, οὐ μικρὰν προστριβόμεθα βλάβην. ∆ιὸ καὶ τὴν τιμιότητά σου παρακαλῶ καὶ ἐν μεγίστης αἰτῶ χάριτος μέρει πολλὴν ποιεῖσθαι ἐπιμέλειαν, ὥστε τὴν τοῦ σώματός σου διορθοῦν ἀσθένειαν. Ποιεῖ μὲν γὰρ νόσον καὶ ἀθυμία· ὅταν δὲ καὶ σῶμα πεπονηκὸς ᾖ καὶ ἐξησθενημένον, καὶ ἐν ἀμελείᾳ κέηται πολλῇ, καὶ μήτε ἰατρῶν ἀπολαύῃ μήτε ἀέρων εὐκρασίας μήτε τῆς τῶν ἐπιτηδείων ἀφθονίας, ἐννόησον ὅτι οὐ μικρὰ ἐντεῦθεν προσθήκη γίνεται τοῦ δεινοῦ. ∆ιὸ παρακαλῶ σου τὴν τιμιότητα καὶ ἰατροῖς διαφόροις καὶ ἐμπείροις καὶ φαρμάκοις χρῆσθαι τοῖς τὰ τοιαῦτα διορθοῦν δυναμένοις. Ἐπεὶ καὶ ἡμεῖς πρὸ τούτων τῶν ὀλίγων ἡμερῶν, εὐεμπτώτως ἡμῖν ἔχοντος τοῦ στομάχου πρὸς τοὺς ἐμέτους ἐκ τῆς τοῦ ἀέρος καταστάσεως τῇ τε ἄλλῃ ἐπιμελείᾳ χρησάμενοι καὶ τῷ φαρμάκῳ τῷ ἀπεσταλμένῳ παρὰ τῆς κυρίας μου τῆς κοσμιωτάτης Συγκλητίου, καὶ οὐ δεηθέντες πλέον ἢ τριῶν ἡμερῶν αὐτὸ ἐπιθεῖναι διωρθώσαμεν αὐτοῦ τὴν ἀσθένειαν. Παρακαλῶ τοίνυν καὶ αὐτήν σε χρήσασθαι τούτῳ καὶ παρασκευάσαι πάλιν ἡμῖν ἐξ αὐτοῦ πεμφθῆναι. Καὶ γὰρ πάλιν αἰσθανόμενοί τινος ἀνατροπῆς, πάλιν αὐτῷ ἐχρησάμεθα καὶ τὸ πᾶν διωρθώσαμεν. Καὶ γὰρ φλεγμονὰς καταστέλλει τὰς ἐν τῷ βάθει, νοτίδα ἀνιμᾶται καὶ συμμέτρως ἐστὶ θερμὸν καὶ τόνον ἐντίθησιν οὐ τὸν τυχόντα καὶ ὄρεξιν διεγείρει τὴν πρὸς τὰ σιτία καὶ τούτων ἁπάντων ἡμῖν ἐν ὀλίγαις ἡμέραις πεῖραν