1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

52

πραγματευόμενός σοι ζωὴν ἀθάνατον. Μὴ τοίνυν αὐτὸν περιίδῃς· οὐ γὰρ τραφῆναι βούλεται, ἀλλὰ θρέψαι, οὐκ ἐνδυθῆναι, ἀλλ' ἐνδῦσαι καὶ τὸ ἱμάτιον ἐκεῖνό σοι κατασκευάσαι τὸ χρυσοῦν, τὴν στολὴν τὴν βασιλικήν. Οὐχ ὁρᾷς καὶ τῶν ἰατρῶν τοὺς κηδεμονικωτέρους, ὅταν τοὺς κάμνοντας λούωσιν, ὅτι καὶ αὐτοὶ λούονται, καίτοι μὴ δεόμενοι; Οὕτω καὶ αὐτὸς διὰ σὲ τὸν κάμνοντα πάντα ποιεῖ. ∆ιὰ τοῦτό σε οὐδὲ μετὰ βίας ἀπαιτεῖ, ἵνα πολλήν σοι δῷ τὴν ἀμοιβήν· ἵνα μάθῃς, ὅτι οὐ χρείαν ἔχων ἀπαιτεῖ, ἀλλὰ τὴν σὴν διορθούμενος χρείαν. ∆ιὰ τοῦτο καὶ ἐν εὐτελεῖ σχήματί σοι προσέρχεται, καὶ τὴν δεξιὰν ἐκτείνων· κἂν ὀβολὸν δῷς, οὐκ ἀποστρέφεται, κἂν ἀτιμάσῃς, οὐκ ἀφίσταται, ἀλλὰ πάλιν σοι πρόσεισιν· ἐρᾷ γὰρ σφόδρα, ἐρᾷ τῆς σωτηρίας τῆς ἡμετέρας. Καταφρονήσωμεν τοίνυν τῶν χρημάτων, ἵνα μὴ καταφρονηθῶμεν ὑπὸ τοῦ Χριστοῦ· καταφρονήσωμεν τῶν χρημάτων, ἵνα καὶ αὐτῶν ἐπιτύχωμεν τῶν χρημάτων. Ἂν μὲν γὰρ αὐτὰ φυλάσσωμεν ἐνταῦθα, ἀπολοῦμεν αὐτὰ πάντως καὶ ἐνταῦθα καὶ ἐκεῖ· ἂν δὲ διανείμωμεν αὐτὰ μετὰ δαψιλείας πολλῆς, ἐν ἑκατέρᾳ τῇ ζωῇ πολλῆς ἀπολαυσόμεθα τῆς εὐπορίας. Ὁ τοίνυν βουλόμενος γενέσθαι πλούσιος, γενέσθω πένης, ἵνα γένηται πλούσιος· ἀναλισκέτω, ἵνα συλλέξῃ· σκορπιζέτω, ἵνα συναγάγῃ. Εἰ δὲ καινὰ ταῦτα καὶ παράδοξα, τὸν σπείροντα σκόπει, καὶ λογίζου ὅτι οὐδὲ ἐκεῖνος δυνήσεται ἑτέρως πλείω συναγαγεῖν, ἂν μὴ τὰ ὄντα σκορπίσῃ καὶ τὰ ἕτοιμα πρόηται. Σπείρωμεν τοίνυν καὶ ἡμεῖς, καὶ γεωργήσωμεν τὸν οὐρανὸν, ἵνα μετὰ πολλῆς ἀμήσωμεν τῆς δαψιλείας, καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ηʹ.

Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρη κέναι κατὰ σάρκα; Εἰ γὰρ

Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. αʹ. Εἰπὼν, ὅτι ὑπόδικος ἐγένετο ὁ κόσμος τῷ Θεῷ, καὶ ὅτι πάντες ἥμαρτον, καὶ ὅτι οὐκ ἔνι σωθῆναι ἑτέρως, ἀλλ' ἢ διὰ πίστεως, σπουδάζει δεῖξαι λοιπὸν, ὅτι οὐδὲ αἰσχύνης ἡ σωτηρία αὕτη, ἀλλὰ καὶ δόξης λαμπρᾶς αἰτία, καὶ μείζονος τῆς διὰ τῶν ἔργων. Ἐπειδὴ γὰρ τὸ μετ' αἰσχύνης σώζεσθαι εἶχέ τινα καὶ ἀθυμίαν, καὶ ταύτην ἀναιρεῖ τὴν ὑποψίαν λοιπόν· καίτοι γε καὶ ἤδη αὐτὸ ᾐνίξατο, οὐ σωτηρίαν μόνον, ἀλλὰ καὶ δικαιοσύνην καλέσας· ∆ικαιοσύνη γὰρ Θεοῦ, φησὶν, ἐν αὐτῷ ἀποκαλύπτεται· ὁ γὰρ οὕτω σωζόμενος, ὡς δίκαιος μετὰ παῤῥησίας σώζεται. Καὶ οὐ δικαιοσύνην μόνον, ἀλλὰ καὶ ἔνδειξιν Θεοῦ· Θεὸς δὲ ἐν τοῖς ἐνδόξοις ἐνδείκνυται καὶ λαμπροῖς καὶ μεγά 60.454 λοις. Πλὴν ἀλλὰ καὶ ἐκ τῶν προκειμένων αὐτὸ κατασκευάζει, κατὰ ἐρώτησιν προάγων τὸν λόγον, ὅπερ ἀεὶ ποιεῖν εἴωθε σαφηνείας τε ἕνεκεν καὶ τοῦ θαῤῥεῖν τοῖς λεγομένοις. Καὶ γὰρ καὶ ἀνωτέρω οὕτω πεποίηκε, Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; λέγων· καὶ, Τί οὖν προκατέχομεν περισσόν; καὶ πάλιν, Ποῦ ἡ καύχησις; ἐξεκλείσθη· καὶ ἐνταῦθα, Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν; Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον Ἰουδαῖοι, ὅτι ὁ πατριάρχης καὶ τῷ Θεῷ φίλος περιτομὴν ἐδέξατο πρῶτος, βούλεται δεῖξαι, ὅτι καὶ ἐκεῖνος ἐκ πίστεως ἐδικαιώθη· ὅπερ ἦν περιουσία νίκης πολλῆς. Τὸ μὲν γὰρ ἔργα μὴ ἔχοντα ἐκ πίστεως δικαιωθῆναί τινα, οὐδὲν ἀπεικός· τὸ δὲ κομῶντα ἐν κατορθώμασι μὴ ἐντεῦθεν, ἀλλ' ἀπὸ πίστεως γενέσθαι δίκαιον, τοῦτο ἦν τὸ θαυμαστὸν καὶ μάλιστα τῆς πίστεως τὴν ἰσχὺν ἐμφαῖνον. ∆ιὸ δὴ τοὺς ἄλλους παρα 60.455 δραμὼν πάντας, ἐπὶ τοῦτον ἀνάγει τὸν λόγον. Πατέρα δὲ αὐτὸν κατὰ σάρκα ἐκάλεσεν, ἐκβάλλων αὐτοὺς τῆς πρὸς αὐτὸν γνησίας συγγενείας, καὶ προοδοποιῶν τοῖς ἔθνεσι τὴν πρὸς αὐτὸν ἀγχιστείαν. Εἶτά φησιν· Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Εἰπὼν οὖν,