1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

52

ὅπως ἂν μάθω τὰ δικαιώματά σου." Τὸ δὲ πατάσσειν τὸν μηρὸν, τῶν ὀδυνομένων καὶ μεταμελουμένων ἴδιον. "Καί γε ἐνετράπην, καὶ ὑπεῖξά σοι, ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου." Ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς παρα βαίνων σου τὰς ἐντολὰς διετέλεσα. ∆είκνυσι δὲ καὶ τὴν φιλανθρωπίαν ὁ ∆εσπότης, καί φησιν· κʹ. Εἰ υἱὸς ἀγαπητὸς ἐμοὶ Ἐφραῒμ, εἰ παιδίον ἐντρυφῶν. Ἀντὶ τοῦ, τρυφερὸν, καὶ ἐπίχαρι· εἰ ἐπιμένεις, φησὶ, ταύτῃ χρώμενος τῇ διαθέσει, καὶ τῆς ἐμῆς μεμνημένος κηδεμονίας, τῶν ἀγαθῶν ἀπο λαύσεις· τὴν γὰρ ὑπόσχεσιν ἐντέθεικε τοῖς ἑξῆς. "Ὅτι ἀνθ' ὧν οἱ λόγοι μου ἐν αὐτῷ εἰσι, μνείᾳ μνησθήσομαι αὐτοῦ ἔτι." Ἐπειδὴ μεταμελείᾳ κέ χρηται, καὶ τῶν ἐμῶν ἐντολῶν μνημονεύει, τῆς παρ' ἐμοῦ τεύξεται προμηθείας. "∆ιὰ τοῦτο γὰρ, φησὶν, ἐπισκέψομαι αὐτὸν, ἐλεῶν ἐλεήσω αὐτόν." Εἶτα παρακελεύεται τοῖς τῆς μετανοίας κεχρῆσθαι φαρ μάκοις. καʹ. Στῆσον σεαυτὴν σιονείμ. Τὸ σιονεὶμ ὁ Σύρος σημεῖα ἡρμήνευσεν· ἀντὶ τοῦ, ἐπισημήνασθαι ἔδει, τίνας μὲν ἐκ τῆς παρανομίας ἐδρέψω καρποὺς, ποίων δέ σοι ἀγαθῶν μεταμέλεια γεγένηται πρόξενος. ∆ιὰ τοῦτο καὶ τῇ αὐθαιρέτῳ παιδείᾳ κεχρῆσθαι παρ εγγυᾷ. "Ποίησον σεαυτῇ τιμωρίαν, δὸς τὴν καρ δίαν σου εἰς τοὺς ὤμους σου." Ἀντὶ τοῦ, Ἐπίθες σεαυτῇ τὸ φορτίον τῆς μετανοίας. Ἐπίμεινον οἷς προείλου καλῶς· τοῦτο γὰρ ἐπήγαγεν, "Ὁδὸν ἣν πεπόρευσαι." Εἶτα παρακελεύεται αὐτῇ ἀναστρέψαι, καὶ εἰς τὰς οἰκείας πόλεις ἐπανελθεῖν, καὶ μὴ καταλιπεῖν τὸ πένθος. "Ἀπόστρεψον γὰρ, φησὶν, 81.665 εἰς τὰς πόλεις σου πενθοῦσα." Οὐκ ἐναντίον δὲ τῇ εὐφροσύνῃ τὸ τοιοῦτον πένθος. Χρὴ γὰρ ἡμᾶς, καὶ τῶν ἀγαθῶν ἀπολαύοντας, τῶν οἰκείων μεμνῆσθαι παραπτωμάτων, καὶ ταῦτα θρηνεῖν. κβʹ. Ἕως πότε ἀποστρέψεις θυγάτηρ ἠτιμω μένη· ὅτι ἔκτισέ σε Κύριος εἰς σωτηρίαν, εἰς καταφύτευσιν καινὴν, ἐν τῇ σωτηρίᾳ περι ελεύσονται ἄνθρωποι. Ἔδειξεν ἐνταῦθα σαφῶς καὶ τῆς ἀνακλήσεως τὴν αἰτίαν· τὴν γὰρ καινὴν κατα φύτευσιν δι' αὐτῆς ἔσεσθαι προθεσπίζει· ταύτην δὲ οἱ ἐξ αὐτῆς βλαστήσαντες ἀπόστολοι τῇ οἰκουμένῃ προσήνεγκαν· καὶ τοῦτο σαφῶς ὁ προφητικὸς ἔφη λόγος. "Ἐν τῇ σωτηρίᾳ περιελεύσονται ἄνθρωποι." Οὗτοι γὰρ τὰ ἔθνη περινοστήσαντες, τὴν σωτηρίαν αὐτοῖς διὰ τῆς θεογνωσίας προσήνεγκαν. Εἶτα πάλιν τὰ μετὰ τὴν ἐπάνοδον ἀγαθὰ προαγορεύει, καὶ τὴν ἐντεῦθεν φυομένην εὐφροσύνην. Τὸ δὲ, "Σπερῶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, σπέρμα ἀνθρώπων, καὶ σπέρμα κτηνῶν," τὸ πλῆθος σημαίνει. κθʹ, λʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶν, οὐ μὴ εἴπωσιν, οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν. Ἀλλ' ἕκα στος ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ. Τοῦτο σαφέστερον καὶ διὰ τοῦ θεσπεσίου Ἐζεκιὴλ ὁ ∆εσπότης, καὶ ἡμεῖς δὲ διὰ πλειόνων τὴν ἑρμηνείαν ἐποιησάμεθα. Ὃ δὲ λέ γει, τοιοῦτόν ἐστιν· Ὥσπερ οὐχ οἷόν τε τὸν ὄμφακα ἐσθίειν, τοῦ δὲ ἐσθίοντος τοὺς ὀδόντας μὴ αἱμωδιά σαι· οὕτως οὐχ οἷόν τε τῶν πατέρων ἡμαρτηκότων, δίκας εἰσπραχθῆναι τοὺς παῖδας. Καὶ εἰς βεβαίωσιν τοῦ εἰρημένου τὰ ἐπαγόμενα τίθησιν. λαʹ, λβʹ. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα ∆ιαθήκην καινήν. Οὐ κατὰ τὴν ∆ιαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ὥστε ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ ∆ιαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Οὕτω, φησὶν, ἀδύνατόν ἐστι τοὺς παῖδας εἰσπραχθῆναι δίκας ὑπὲρ πατρῴων ἁμαρτημάτων, ὅτι καὶ τῶν πατέρων ἡμαρ τηκότων τὰ μέγιστα ἀγαθὰ τοῖς παισὶν ἐπαγγέλλο μαι. Πολλὰς μέντοι κατ' αὐτὸ προῤῥήσεις ἡμᾶς ἐδίδαξε· πρῶτον μὲν, ὅτι εἷς ἐστι νομοθέτης τῶν δύο ∆ιαθηκῶν· εἶτα τῆς προτέρας ∆ιαθήκης τὸ ἀτε λές· οὐ γὰρ ἂν ἐδεήθημεν τῆς δευτέρας, τῆς προ τέρας ἀρκούσης· πρὸς τούτοις, ὅτι ὁ μονογενὴς τοῦ 81.668 Θεοῦ Λόγος τῶν εὐαγγελικῶν ἡμῖν ἀγαθῶν