53
ὅτι δικαιοῖ περιτομὴν ἐκ πίστεως ὁ Θεὸς, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως, καὶ κατασκευάσας αὐτὸ ἱκανῶς ἐν τοῖς ἔμπροσθεν, καὶ διὰ τοῦ Ἀβραὰμ μειζόνως αὐτὸ δείκνυσιν ἢ ἐπηγγείλατο, καὶ ποιεῖ τὴν μάχην τῇ πίστει πρὸς τὰ ἔργα, καὶ τὸν ἀγῶνα ὅλον περὶ τὸν δίκαιον ἵστησι· καὶ οὐχ ἁπλῶς. ∆ιὸ καὶ σφόδρα σεμνύνει προπάτορα καλῶν, καὶ ἀνάγκην αὐτοῖς ἐπιτιθεὶς τοῦ πείθεσθαι ἐν πᾶσιν αὐτῷ. Μὴ γάρ μοι τὸν Ἰουδαῖον εἴπῃς, φησὶ, μηδὲ τὸν δεῖνα καὶ τὸν δεῖνα ἀγάγῃς εἰς μέσον· ἐγὼ γὰρ ἐπὶ τὴν κορυφὴν ἁπάντων, καὶ ὅθεν ἡ περιτομὴ τὴν ἀρχὴν ἔλαβεν, ἄνειμι. Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, φησὶν, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν ἀναγκαῖον αὐτὸ ποιῆσαι σαφέστερον. ∆ύο γάρ ἐστι καυχήματα, τὸ μὲν ἀπὸ τῶν ἔργων, τὸ δὲ ἀπὸ τῆς πίστεως. Εἰπὼν τοίνυν, Εἰ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεὸν, ἔδειξεν, ὅτι καὶ ἀπὸ πίστεως δύναιτ' ἂν ἔχειν καύχημα, καὶ πολλῷ μεῖζον. Ἡ γὰρ πολλὴ τοῦ Παύλου δύναμις ἐν τούτῳ μάλιστα δείκνυται, ὅτι εἰς τοὐναντίον περιέτρεψε τὸ προκείμενον, καὶ ὅπερ εἶχεν ἡ διὰ τῶν ἔργων σωτηρία, τὸ καυχᾶσθαι καὶ παῤῥησιάζεσθαι, τοῦτο ἔδειξε πολλῷ πλέον τῆς πίστεως ὄν. Ὁ μὲν γὰρ ἐν τοῖς ἔργοις καυχώμενος, τοὺς οἰκείους ἔχει προβάλλεσθαι πόνους· ὁ δὲ ἐπὶ τῷ πιστεῦσαι τῷ Θεῷ καλλωπιζόμενος, πολλῷ μείζονα καυχήσεως ἀφορμὴν ἐπιδείκνυται, ἅτε δοξάσας καὶ μεγαλύνας τὸν Κύριον. Ἃ γὰρ οὐχ ὑπηγόρευσεν ἡ φύσις τῶν ὁρωμένων, ταῦτα ἀπὸ τῆς πίστεως καταδεξάμενος τῆς εἰς αὐτὸν, καὶ τὴν γνησίαν ἀγάπην τὴν περὶ αὐτὸν ἐπεδείξατο, καὶ τὴν δύναμιν αὐτοῦ λαμπρῶς ἀνεκήρυξε. Τοῦτο δὲ γενναιοτάτης ψυχῆς καὶ φιλοσόφου γνώμης καὶ ὑψηλῆς διανοίας. Τὸ μὲν γὰρ μὴ κλέψαι μηδὲ φονεῦσαι, καὶ τῶν τυχόντων ἐστί· τὸ δὲ πιστεῦσαι, ὅτι τὰ ἀδύνατα δύναται Θεὸς, μεγαλοφυοῦς τινος δεῖται ψυχῆς, καὶ σφόδρα περὶ αὐτὸν διακειμένης· καὶ γὰρ ἀγάπης γνησίας τοῦτο σημεῖόν ἐστι. Τιμᾷ μὲν γὰρ τὸν Θεὸν καὶ ὁ τὰς ἐντολὰς πληρῶν, πολλῷ δὲ μειζόνως οὗτος ὁ διὰ τῆς πίστεως φιλοσοφῶν· ἐκεῖνος μὲν γὰρ ὑπήκουσεν αὐτῷ, οὗτος δὲ τὴν προσήκουσαν ἔλαβε περὶ αὐτοῦ δόξαν, καὶ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως μειζόνως ἐδόξασε καὶ ἐθαύμασεν. Ἐκεῖνο μὲν οὖν τὸ καύχημα τοῦ κατορθοῦντός ἐστι, τοῦτο δὲ τὸν Θεὸν δοξάζει, καὶ ὅλον ἐστὶν αὐτοῦ· καυχᾶται γὰρ ἐπὶ τῷ περὶ αὐτοῦ μεγάλα φαντάζεσθαι, ἅπερ εἰς τὴν ἐκείνου διαβαίνει δόξαν. ∆ιὰ τοῦτό φησι, πρὸς τὸν Θεὸν ἔχειν αὐτὸν τὸ καύχημα· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ δι' ἕτερον. Καυχᾶται γὰρ πάλιν ὁ πιστὸς, οὐχ ὅτι τὸν Θεὸν ἐφίλησε μόνον γνησίως, ἀλλ' ὅτι καὶ πολλῆς παρ' αὐτοῦ τιμῆς ἀπήλαυσε καὶ ἀγάπης. Ὥσπερ γὰρ αὐτὸς αὐτὸν ἠγάπησε μεγάλα περὶ αὐτοῦ φαντασθείς· τοῦτο γὰρ ἀγάπης δεῖγμα· οὕτω καὶ ὁ Θεὸς αὐτὸν ἐφίλησε μυρίοις ὑπεύθυνον ὄντα, οὐχὶ κολάσεως ἀπαλλάξας μόνον, ἀλλὰ καὶ δίκαιον ἐργασάμενος, Ἔχει τοίνυν καυχᾶσθαι ὡς μεγάλης καταξιωθεὶς ἀγάπης. Τί γὰρ ἡ Γραφὴ λέγει; Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. Οὐκοῦν τοῦτο μεῖζον, φησίν; Οὐδαμῶς· καὶ γὰρ τῷ πι 60.456 στεύοντι λογίζεται· οὐκ ἂν δὲ ἐλογίσθη, εἰ μὴ καὶ αὐτός τι εἰσήνεγκεν. βʹ. Ὥστε καὶ οὗτος ὀφειλέτην ἔχει τὸν Θεὸν, καὶ οὐ τῶν τυχόντων ὀφειλέτην, ἀλλὰ μεγάλων καὶ ὑψηλῶν πραγμάτων. ∆εικνὺς γὰρ αὐτοῦ τὴν μεγαλόνοιαν καὶ τὴν πνευματικὴν διάνοιαν, οὐχ ἁπλῶς εἶπε, Τῷ πιστεύοντι, ἀλλὰ, Τῷ πιστεύοντι ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ. Λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ πεισθῆναι καὶ πληροφορηθῆναι, ὅτι δύναται ὁ Θεὸς τὸν ἐν ἀσεβείᾳ βεβιωκότα τοῦτον ἐξαίφνης οὐχὶ κολάσεως ἐλευθερῶσαι μόνον, ἀλλὰ καὶ δίκαιον ποιῆσαι, καὶ τῶν ἀθανάτων ἐκείνων ἀξιῶσαι τιμῶν. Μὴ τοίνυν νομίσῃς τοῦτον ἐλαττοῦσθαι, ἐπειδὴ ἐκείνῳ οὐ κατὰ χάριν λογίζεται. Αὐτὸ γὰρ τοῦτο μάλιστα ποιεῖ τὸν πιστὸν εἶναι λαμπρὸν, τὸ τοσαύτης ἀπολαῦσαι χάριτος, τὸ τοιαύτην πίστιν ἐπιδείξασθαι. Καὶ ὅρα καὶ τὴν ἀντίδοσιν μείζονα. Ἐκείνῳ μὲν γὰρ μισθὸς δίδοται, τούτῳ δὲ δικαιοσύνη· πολὺ δὲ μείζων