1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

53

χορηγὸς ἐγένετο· αὐτὸς τὸν Ἰσραὴλ ἠλευθέρωσε τῆς Αἰγυ πτίων δουλείας. Αὐτὸς τοιγαροῦν, καὶ τῷ Μωσῇ δια λεγόμενος ἔφη· "Ἐγώ εἰμι ὁ ὤν." Καὶ ἱκανὸς ὁ λόγος, οὐ μόνον τὴν Ἰουδαίων διελέγξαι παρανομίαν, ἀλλὰ καὶ τὴν αἱρετικὴν βλασφημίαν γυμνῶσαι. λγʹ. Ὅτι αὕτη ἡ ∆ιαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα, μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος· ∆ιδοὺς νόμους μου ἐπὶ διανοίας αὐτῶν, καὶ ἐπὶ τοῦ στή θους τῶν καρδιῶν αὐτῶν γράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Τοῦτο δι' αὐτῶν ἡμῖν ὁ Θεὸς τῶν πραγμάτων ἔδειξε. Τοὺς γὰρ ἱεροὺς ἀποστόλους εἰς τὸ ὄρος ἀνα γαγὼν, οὐ πλάκας αὐτοῖς ἔδωκε λιθίνας, ἀλλ' ἐν ταῖς καρδίαις αὐτῶν τοὺς θείους ἐνέγραψε νόμους, καὶ τοὺς μακαρισμοὺς προσενήνοχε τοῖς ἐργάταις τῆς ἀρετῆς. λδʹ. Καὶ οὐ μὴ διδάξωσιν ἔτι ἕκαστος τὸν πλησίον αὑτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὑ τοῦ, λέγων· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδή σουσί με, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Τῶν δὲ ῥητῶν τούτων τὸ τέλος ὁ μέλλων δέξεται βίος. Ἐν ἐκείνῳ γὰρ οὐκέτι δεόμεθα τῆς παρ' ἀλλήλων διδασκαλίας, τῶν πραγμάτων ἐναργῶς φαινομένων, καὶ τῶν παθῶν πεπαυμένων, καὶ τῶν μὲν σωμάτων ἀφθάρτων, τῶν δὲ ψυχῶν γενομένων ἀτρέπτων. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ τὰς προφητείας ἀναμιγνύναι. Καὶ γὰρ τοῖς περὶ τῆς αἰχμαλωσίας λόγοις συνάπτει τοὺς περὶ τῆς ἀνακλήσεως· καὶ ὁ Κύριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις κατὰ ταὐτὸν τίθησι τοὺς περὶ τῆς Ἱερουσαλὴμ καὶ τοὺς περὶ τῆς συντελείας λόγους. "Ὅτι ἵλεως ἔσομαι ταῖς ἀνομίαις αὐτῶν, καὶ τῶν ἁμαρ τιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι." Τοῦτο τοῦ παν αγίου βαπτίσματος δωρεῖται ἡ χάρις· μετὰ γὰρ δὴ ἄφεσιν, τῶν προτέρων ἁμαρτημάτων οὐ μέμνηται. Μετὰ ταῦτα δείξας ὡς αὐτός ἐστιν ἡλίου, καὶ σελή νης, καὶ ἀστέρων δημιουργὸς, καὶ ὅτι αὐτὸς προσ έταξε τὸν μὲν ποιεῖν τὴν ἡμέραν, τοὺς δὲ φωτίζειν τὴν νύκτα, καὶ ὡς αὐτοῦ νεύοντος κεκίνηται ἡ θά λασσα, καὶ γαλήνης ἀπολαύει, ἐπήγαγεν· λϛʹ. Ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἐκ προσ ώπου μου, φησὶ Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύσεται γενέσθαι ἔθνος κατὰ προσώπου μου πάσας τὰς ἡμέρας. Τούτοις παραθεῖναι δεῖ τὸ διὰ τοῦ Ἡσαΐου τοῦ προφήτου εἰρημένον· "Ἐὰν ᾖ 81.669 ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θα λάσσης, τὸ κατάλειμμα σωθήσεται." Ἀμφότεραι τοίνυν αἱ προφητείαι τὸ ἀληθὲς ἔχουσιν. "Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ἀλλ' οἱ τῷ Θεῷ πεπιστευκότες, καὶ τὸ σωτήριον δεξάμενοι κή ρυγμα." Ἐξ ὧν καὶ δι' ὧν κατὰ πᾶσαν τὴν οἰκου μένην Ἐκκλησία συνέστη. λζʹ. Τάδε λέγει Κύριος· Ἐὰν ὑψωθῇ ὁ οὐ ρανὸς εἰς τὰ μετέωρα, καὶ ἐὰν ταπεινωθῇ ἡ γῆ εἰς τὸ ἔδαφος κάτω, καὶ ἐγὼ ἀποδοκιμῶ τὸν οἶκον Ἰσραὴλ, λέγει Κύριος. Ὡς ἀδύνατον, φησὶ, ἢ ὑψηλότερον γενέσθαι τὸν οὐρανὸν, ἢ βαθυτέραν τὴν γῆν· οὕτως ἀδύνατον παντελῶς ἀποῤῥιφῆναι τὸν Ἰσραήλ. ληʹ. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οἰκοδομηθήσεται πόλις τῷ Κυρίῳ, ἀπὸ Ἀνα νιὴλ ἕως τῆς πύλης τῆς γωνίας. Ὁ Σύρος οὕτως λέγει· "Ἀπὸ πύργου τῆς γωνίας Ἀνανιήλ." λθʹ. Καὶ διεξελεύσεται ἔτι τὸ σχοινίον τῆς διαμετρήσεως αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνοῦ Γαρήβ, Ὀνόματα λέγει τόπων τῶν κύκλῳ τῆς πόλεως. "Καὶ περικυκλωθήσεται ἐξ ἐκλεκτῶν λίθων·" τουτέστι, μεγάλων καὶ ἰσχυρῶν. μʹ. Καὶ πᾶσαν τὴν κοιλάδα τῶν Φαγαρὶμ, καὶ πρὸς τὴν Σποδίαν. Καὶ πᾶσαν Ἀσαριμὼθ ἕως χειμάῤῥου Κέδρων, ἕως τῆς γωνίας πύλης ἵππων Ἀνατολῆς, Ἁγίασμα Κυρίῳ. Σποδίαν καλεῖ τὸν τόπον ἔνθα ἔῤῥιπτον τῶν θυσιῶν τὴν κόνιν· φαγαρὶμ δὲ τοὺς τόπους τῶν θυομένων κρεῶν· εἰρη κὼς δὲ ἄνω τὸν κύκλον τῆς πόλεως, ἐν τούτοις ἔδειξε τοῦ θείου νεὼ τὸν περίβολον, "Καὶ οὐκέτι οὐ μὴ ἐκτίλῃ, καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος. Τὴν τούτων τῶν λόγων ἀμφιβολίαν ἐν τοῖς πρόσθεν διέλυσε. "Πέρας γὰρ, ἔφη, λαλήσω ἐπὶ ἔθνη καὶ βασιλείας τοῦ ἀνοικοδομεῖσθαι καὶ καταφυτεύεσθαι." Καὶ ἐὰν στραφὲν τὸ ἔθνος ἐκεῖνο ποιήσῃ πονηρὰ, οὐ μὴ ἐπαγάγω ἐπ' αὐτὸ τὰ ἀγαθὰ ἃ ἐλάλησα.