1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

54

γὰρ ἐν ὥρᾳ εἶναι τὴν γυναῖκα, τοῦτον δὲ ἐν ἐπιθυμίᾳ, οὐδὲν ἄλλο δείκνυσιν, ἀλλ' ἢ ὅτι διὰ τὴν ἀγάπην οὕτω γεγένηται. Μὴ τοίνυν, ἐπειδὴ ὑποτέτακται ἡ γυνὴ, αὐθέντει· μηδὲ σὺ, ἐπειδὴ ὁ ἀνὴρ ἀγαπᾷ, φυσιοῦ. Μήτε ἡ τοῦ ἀνδρὸς φιλία τὴν γυναῖκα ἐπαιρέτω, μήτε ἡ τῆς γυναικὸς ὑποταγὴ φυσάτω τὸν ἄνδρα. ∆ιὰ τοῦτό σοι ὑπέταξεν αὐτὴν, ἵνα μᾶλλον φιλῆται· διὰ τοῦτό σε φιλεῖσθαι ἐποίησεν, ὦ γύναι, ἵνα εὐκόλως φέρῃς τὸ ὑποτετάχθαι. Μὴ φοβοῦ ὑποτασσομένη· τὸ γὰρ φιλοῦντι ὑποταγῆναι, οὐδεμίαν ἔχει δυσκολίαν. Μὴ φοβοῦ ἐρῶν· ἔχεις γὰρ αὐτὴν εἴκουσαν. Οὐκ ἂν ἄλλως οὖν ἐγένετο σύνδεσμος. Ἀναγκαίαν τοίνυν ἔχεις ἀπὸ τῆς φύσεως τὴν ἀρχὴν, ἔχε καὶ τὸν δεσμὸν τὸν ἀπὸ τῆς ἀγάπης· τὴν γὰρ ἀσθενεστέραν ἀνεκτὴν εἴασε. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. Πάλιν τὸ, Ἐν Κυρίῳ, τέθεικε, καὶ νόμους τιθεὶς ὑπακοῆς, καὶ ἐντρέπων, καὶ καταβάλλων. Τοῦτο γὰρ, φησὶν, ἐστὶν εὐάρεστον τῷ Κυρίῳ. Ὅρα πῶς οὐκ ἀπὸ τῆς φύσεως μόνης, ἀλλὰ πρὸ ταύτης ἀπὸ τῶν τῷ Θεῷ δοκούντων βούλεται ἡμᾶς ἅπαντα πράττειν, ἵνα καὶ μισθὸν ἔχωμεν. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Ἰδοὺ πάλιν καὶ ἐνταῦθα ὑποταγὴ καὶ φίλτρον. Καὶ οὐκ εἶπεν, Ἀγαπᾶτε τὰ τέκνα· περιττὸν γὰρ ἦν· αὐτὴ γὰρ ἡ φύσις καταναγκάζει, ἀλλ' ὅπερ ἔδει διώρθωσε, τὸ καὶ τὸ φίλτρον ἐνταῦθα εἶναι σφοδρότερον, ἐπειδὴ καὶ ἡ ὑπακοὴ μείζων. Οὐδαμοῦ γὰρ τίθησιν ὑπόδειγμα τὸ τοῦ ἀνδρὸς καὶ τὸ τῆς γυναικός· ἀλλὰ τί; Ἄκουε τοῦ Προφήτου λέγοντος· Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν. Καὶ πάλιν ὁ Χριστός φησι· 62.367 Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; -Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Ὃ μάλιστα αὐτοὺς ᾔδει δυνατὸν δακεῖν, τοῦτο τέθεικε, καὶ φιλικώτερον εἶπεν ἐπιτάττων αὐτοῖς, καὶ οὐδαμοῦ τὸν Θεὸν τίθησιν· ἐπέκλασε γὰρ τοὺς γονέας, καὶ κατέκαμψεν αὐτῶν τὰ σπλάγχνα. Τὸ δὲ, Μὴ ἐρεθίζετε, τοῦτό ἐστι, Μὴ φιλονεικοτέρους αὐτοὺς ποιεῖτε· ἔστιν ὅπου καὶ συγχωρεῖν ὀφείλετε. Εἶτα ἐπὶ τρίτην ἦλθεν ἀρχὴν, Οἱ δοῦλοι, λέγων, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις. Ἐνταῦθα ἔστι μέν τι καὶ φίλτρον, ἀλλ' οὐκέτι φυσικὸν, καθάπερ ἄνω, ἀλλὰ συνηθείας, καὶ ἀπ' αὐτῆς τῆς ἀρχῆς, καὶ ἀπὸ τῶν ἔργων. Ἐπεὶ οὖν ἐνταῦθα τὸ μὲν τοῦ φίλτρου ὑποτέτμηται, τὸ δὲ τῆς ὑπακοῆς ἐπιτέταται, τούτῳ ἐνδιατρίβει, βουλόμενος, ὅπερ οἱ πρῶτοι ἔχουσιν ἀπὸ τῆς φύσεως, τοῦτο δοῦναι τούτοις ἀπὸ τῆς ὑπακοῆς. Ὥστε οὐχ ὑπὲρ τῶν δεσποτῶν τοῖς οἰκέταις μόνοις διαλέγεται, ἀλλὰ καὶ ὑπὲρ αὐτῶν, ἵνα ποθεινοὺς ἑαυτοὺς ἐργάζωνται τοῖς δεσπόταις. Ἀλλ' οὐ τίθησι τοῦτο φανερῶς· ἦ γὰρ ἂν ὑπτίους αὐτοὺς ἐποίησεν. Οἱ δοῦλοι, φησὶν, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις. βʹ. Καὶ ὅρα πῶς ἀεὶ τὰ ὀνόματα τίθησι, γυναῖκες, τὰ τέκνα, οἱ δοῦλοι, ὡς δικαίωμα τοῦ ὑπακούειν. Ἀλλ' ἵνα μὴ ἀλγήσῃ, ἐπήγαγε· Τοῖς κατὰ σάρκα κυρίοις. Τὸ κρεῖττόν σου ἡ ψυχὴ ἐλευθέρωται, φησί· πρόσκαιρος ἡ δουλεία. Ἐκεῖνο τοίνυν ὑπόταξον, ἵνα μηκέτι ἀνάγκης ᾖ ἡ δουλεία. Μὴ ἐν ὀφθαλμοδουλείαις, ὡς ἀνθρωπάρεσκοι. Ποίησον, φησὶ, τὴν ἀπὸ τοῦ νόμου δουλείαν ἀπὸ τοῦ φόβου γίνεσθαι τοῦ Χριστοῦ. Κἂν γὰρ μὴ ὁρῶντος ἐκείνου πράττῃς τὰ δέοντα καὶ τὰ πρὸς τιμὴν τοῦ δεσπότου, δηλονότι διὰ τὸν ἀκοίμητον ὀφθαλμὸν ποιεῖς. Μὴ κατ' ὀφθαλμοδουλείαν, φησὶν, ὡς ἀνθρωπάρεσκοι. Ὥστε ὑμεῖς τὴν βλάβην ὑποστήσεσθε. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· ∆ιεσκόρπισε Κύριος ὀστᾶ ἀνθρωπαρέσκων. Ὅρα τοίνυν πῶς αὐτῶν φείδεται, καὶ αὐτοὺς ῥυθμίζει. Ἀλλ' ἐν ἁπλότητι, φησὶ, καρδίας, φοβούμενοι τὸν Θεόν. Ἐκεῖνο γὰρ οὐχ ἁπλότης, ἀλλ' ὑπόκρισις, ἕτερον ἔχειν καὶ ἕτερον ποιεῖν· ἄλλον μὲν παρόντος φαίνεσθαι τοῦ δεσπότου, ἄλλον δὲ ἀπόντος. Οὐκοῦν οὐχ ἁπλῶς εἶπεν· Ἐν