1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

54

μισθοῦ δικαιοσύνη· πολλῶν γάρ ἐστι μισθῶν περιεκτικωτάτη ἀντίδοσις ἡ δικαιοσύνη. ∆είξας τοίνυν ἀπὸ τοῦ Ἀβραὰμ τοῦτο, καὶ τὸν ∆αυῒδ ἐπάγει λοιπὸν ψηφιζόμενον τοῖς εἰρημένοις. Τί οὖν φησιν ὁ ∆αυῒδ, καὶ τίνα μακαρίζει; τὸν ἐν ἔργοις κομῶντα, ἢ τὸν χάριτος ἀπολελαυκότα, τὸν ἀφέσεως καὶ δωρεᾶς τετυχηκότα; Μακαριότητα δὲ ὅταν εἴπω, τὴν κορυφὴν λέγω τῶν ἀγαθῶν ἁπάντων. Ὥσπερ γὰρ μισθοῦ πλέον ἡ δικαιοσύνη, οὕτω δικαιοσύνης πλέον ὁ μακαρισμός. ∆είξας τοίνυν τὴν δικαιοσύνην βελτίω, οὐ τῷ τὸν Ἀβραὰμ αὐτὴν εἰληφέναι μόνον, ἀλλὰ καὶ ἀπὸ λογισμῶν (Ἔχει γὰρ καύχημα, φησὶν, ἀλλ' οὐ πρὸς τὸν Θεόν)· καὶ ἑτέρῳ τρόπῳ πάλιν αὐτὴν ἀποφαίνει σεμνοτέραν, τὸν ∆αυῒδ εἰσάγων αὐτῇ ψηφιζόμενον· καὶ γὰρ οὗτος, φησὶ, τὸν οὕτω δικαιωθέντα μακαρίζει λέγων· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι. Καὶ δοκεῖ μὲν οὐ προσήκουσαν παράγειν μαρτυρίαν· οὐδὲ γὰρ εἶπε· Μακάριοι ὧν ἡ πίστις εἰς δικαιοσύνην ἐλογίσθη· ποιεῖ δὲ αὐτὸ ἑκὼν, οὐκ ἀγνοῶν, ἵνα πλείονα δείξῃ τὴν ὑπερβολήν. Εἰ γὰρ μακάριος οὗτος ὁ λαβὼν ἄφεσιν ἀπὸ χάριτος, πολλῷ μᾶλλον ὁ δικαιωθεὶς, καὶ ὁ πίστιν ἐπιδειξάμενος. Ὅπου δὲ μακαρισμὸς, αἰσχύνη πᾶσα ἀνῄρηται, καὶ πολλὴ ἡ δόξα· ἐπίτασις γάρ ἐστι καὶ μισθῶν καὶ δόξης ὁ μακαρισμός. ∆ιὰ τοῦτο, ὃ μέν ἐστιν ἐκείνου πλεονέκτημα, ἄγραφον τίθησιν, εἰπών· Τῷ γὰρ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν· ὃ δέ ἐστι τοῦ πιστοῦ προτέρημα, τοῦτο δι' ἐγγράφου μαρτυρίας κατασκευάζει, λέγων· Καθὼς εἶπε ∆αυΐδ· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Τί γὰρ λέγεις, φησὶν, ὅτι οὐ κατὰ ὀφείλημα, ἀλλὰ κατὰ χάριν λαμβάνεις τὴν ἄφεσιν; Ἀλλ' ἰδοὺ, οὗτός ἐστιν ὁ μακαριζόμενος· οὐκ ἂν δὲ αὐτὸν ἐμακάρισεν, εἰ μὴ καὶ δόξης εἶδεν ἀπολαύοντα πολλῆς. Καὶ οὐ λέγει· Ἡ ἄφεσις οὖν αὕτη ἐπὶ τὴν περιτομήν· ἀλλὰ τί; Ὁ μακαρισμὸς οὖν οὗτος (ὅπερ πλέον ἦν) ἐπὶ τὴν περιτομὴν, ἢ ἐπὶ τὴν ἀκροβυστίαν; Ζητεῖται γὰρ λοιπὸν τὸ ἀγαθὸν τοῦτο καὶ μέγα μετὰ τίνος ἕστηκεν, ἆρα μετὰ τῆς περιτομῆς, ἢ μετὰ τῆς ἀκροβυστίας. Καὶ ὅρα τὴν ὑπερβολήν· δείκνυσι γὰρ αὐτὸ οὐ μόνον οὐ φεῦγον τὴν ἀκροβυστίαν, ἀλλὰ καὶ ἐμφιλοχωροῦν αὐτῇ πρὸ τῆς 60.457 περιτομῆς. Ἐπειδὴ γὰρ ὁ μακαρίζων καὶ αὐτὸς ἐμπερίτομος ἦν ὁ ∆αυῒδ, καὶ ἐμπεριτόμοις διελέγετο, ὅρα πῶς ἐφιλονείκησεν ὁ Παῦλος εἰς τὸν ἀκρόβυστον ἀγαγεῖν τὸ εἰρημένον. Συνάψας γὰρ τῇ δικαιοσύνῃ τὸν μακαρισμὸν, καὶ δείξας ἀμφότερα ἓν, ζητεῖ πῶς ἐδικαιώθη ὁ Ἀβραάμ. Εἰ γὰρ ὁ μακαρισμὸς τοῦ δικαίου, ἐδικαιώθη δὲ ὁ Ἀβραὰμ, ἴδωμεν πῶς ἐδικαιώθη, ἀκρόβυστος ὢν ἢ ἐμπερίτομος. Ἀκρόβυστος, φησί. Πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, ἀλλ' ἐν ἀκροβυστίᾳ καὶ λέγομεν γὰρ, ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. Ἀνωτέρω τὴν Γραφὴν εἰπὼν (Τί γὰρ ἡ Γραφὴ λέγει; φησίν. Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην), ἐνταῦθα καὶ τὴν τῶν λεγόντων προσλαμβάνει κρίσιν λοιπὸν, καὶ δείκνυσιν ἐν τῇ ἀκροβυστίᾳ τὴν δικαιοσύνην γεγενημένην. Εἶτα ἀπὸ τούτων ἀντίθεσιν ἑτέραν ἀνακύπτουσαν λύει· εἰ γὰρ ἀκρόβυστος ὢν, φησὶν, ἐδικαιώθη, τίνος ἕνεκεν ἐπεισῆλθεν ἡ περιτομή; Σημεῖον ἔλαβε, φησὶ, καὶ σφραγῖδα τῆς δικαιοσύνης τῆς διὰ τῆς πίστεως τῆς, ἡνίκα ἦν ἀκρόβυστος, γενομένης αὐτῷ. Εἶδες πῶς ἔδειξεν ὡς ἐν τάξει παρασίτων τοὺς Ἰουδαίους ὄντας; ἢ καὶ τούτους τοὺς ἐν ἀκροβυστίᾳ ἐκείνοις προσεῤῥιμμένους; Εἰ γὰρ ἐδικαιώθη μὲν ἀκρόβυστος ὢν καὶ ἐστεφανώθη, ὕστερον δὲ τὴν περιτομὴν ἔλαβεν, ὕστερον δὲ ἐπεισῆλθον οἱ Ἰουδαῖοι, οὐκοῦν τῶν ἀκροβύστων πρῶτόν ἐστι πατὴρ ὁ Ἀβραὰμ τῶν διὰ τῆς πίστεως αὐτῷ προσηκόντων, καὶ τότε τῶν ἐν περιτομῇ· διπλοῦς γάρ ἐστι πρόγονος. Εἶδες τὴν πίστιν λάμπουσαν; Ἕως γὰρ ἦλθεν αὕτη, οὐκ ἐδικαιώθη ὁ πατριάρχης. Εἶδες τὴν ἀκροβυστίαν οὐδὲν ἐμποδίζουσαν; Καὶ γὰρ ἀκρόβυστος ἦν, καὶ οὐκ ἐκωλύθη δικαιωθῆναι. Ὑστέρα ἄρα τῆς πίστεως ἡ περιτομή. γʹ. Καὶ τί θαυμάζεις εἰ τῆς πίστεως ἡ περιτομὴ, ὅπου γε καὶ τῆς ἀκροβυστίας; Οὐχ ὑστέρα δὲ μόνον τῆς πίστεως, ἀλλὰ καὶ σφόδρα αὐτῆς