1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

55

Τίς ὁ τοῖς γυψὶ προαπαγγέλλων τῶν ἀνθρώπων τὸν θάνατον, ὅταν κατ' ἀλλήλων ἐπιστρατεύσωσιν; Ἴδοις γὰρ ἂν μυρίας ἀγέλας γυπῶν τοῖς στρατοπέδοις παρεπομένας, ἐκ τῆς τῶν ὅπλων παρασκευῆς τεκμαιρομένων τὴν ἔκβασιν. Τοῦτο δὲ οὐ μακράν ἐστι λογισμῶν ἀνθρωπίνων. Πῶς σοι τὰς φοβερὰς ἐπιστρατιὰς τῆς ἀκρίδος διηγήσομαι, ἣ ὑφ' ἑνὶ συνθήματι πᾶσα ἀρθεῖσα καὶ στρατοπεδευσαμένη κατὰ τὸ πλάτος τῆς χώρας, οὐ πρότερον ἅπτεται τῶν καρπῶν, πρὶν ἐνδοθῆναι αὐτῇ τὸ θεῖον πρόσταγμα; Πῶς ἡ σελευκὶς ἐφέπεται ἴαμα τῆς πληγῆς, ἀπέραντον ἔχουσα τοῦ ἐσθίειν τὴν δύναμιν, τοῦ φιλανθρώπου Θεοῦ ἀκόρεστον αὐτῆς τὴν φύσιν ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων κατασκευάσαντος; Τίς ὁ τρόπος τῆς μελῳδίας τοῦ τέττιγος; Καὶ πῶς ἐν τῇ μεσημβρίᾳ ἑαυτῶν εἰσιν ᾠδικώτεροι, τῇ ὁλκῇ τοῦ ἀέρος, ἣν ἐν τῇ διαστολῇ ποιοῦνται τοῦ θώρακος, ἐκδιδομένου τοῦ φθόγγου; Ἀλλὰ γὰρ ἔοικα πλεῖον ἀπολείπεσθαι τῷ λόγῳ τοῦ θαύματος τῶν πτηνῶν, ἢ εἰ τοῖς ποσὶν αὐτῶν ἐπειρώμην ἐφικνεῖσθαι τοῦ τάχους. Ὅταν ἴδῃς τὰ ἔντομα λεγόμενα τῶν πτηνῶν, οἷον μελίσσας καὶ σφῆκας (οὕτω γὰρ αὐτὰ προσειρήκασι διὰ τὸ πανταχόθεν ἐντομάς τινας φαίνειν), ἐνθυμοῦ, ὅτι τούτοις ἀναπνοὴ οὐκ ἔστιν, οὐδὲ πνεύμων, ἀλλ' ὅλα δι' ὅλων τρέφεται τῷ ἀέρι. ∆ιόπερ καὶ ἐλαίῳ καταβραχέντα φθείρεται, τῶν πόρων ἀποφραγέντων· ὄξους δὲ εὐθὺς ἐπιβληθέντος πάλιν ἀναβιώσκεται, τῶν διεξόδων ἀνοιγομένων. Οὐδὲν περιττότερον τῆς χρείας, οὔτε μὴν ἐλλεῖπόν τινι τῶν ἀναγκαίων ὁ Θεὸς ἡμῶν ἔκτισε. Πάλιν τὰ φίλυδρα τῶν ζῴων καταμαθὼν, ἑτέραν ἐν αὐτοῖς κατασκευὴν εὑρήσεις· πόδας οὔτε διεσχισμένους, ὡς τοὺς τῆς κορώνης, οὔτε ἀγκύλους, ὡς τοὺς τῶν σαρκοφάγων· ἀλλὰ πλατεῖς καὶ ὑμενώδεις, ἵνα ῥᾳδίως ἐπινήχωνται τῷ ὕδατι, οἱονεὶ κώπαις τισὶ τοῖς τῶν ποδῶν ὑμέσι τὸ ὑγρὸν διωθούμενοι. Ἐὰν δὲ κατα μάθῃς, ὅπως εἰς βάθος ὁ κύκνος καθιεὶς τὸν αὐχένα, κάτωθεν ἑαυτῷ τὴν τροφὴν ἀναφέρει, τότε εὑρήσεις τὴν σοφίαν τοῦ κτίσαντος, ὅτι διὰ τοῦτο μακρότερον τῶν ποδῶν τὸν αὐχένα προσέθηκεν, ἵνα ὥσπερ τινὰ ὁρμιὰν κατάγων, τὴν ἐν τῷ βάθει κεκρυμμένην τροφὴν ἐκπορίζηται. 8.8 Ἁπλῶς ἀναγινωσκόμενα τὰ ῥήματα τῆς Γραφῆς, συλλαβαί τινες εἰσι μικραί· Ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ· ἐρευνωμένης δὲ τῆς ἐν τοῖς ῥήμασι διανοίας, τότε ἐκφαίνεται τὸ μέγα θαῦμα τῆς σοφίας τοῦ κτίσαντος. Πόσας προείδετο διαφορὰς πτηνῶν; ὅπως αὐτὰ κατὰ γένος διέστησεν ἀπ' ἀλλήλων; πῶς ἕκαστον κεχωρισμένοις ἐχαρακτήρισεν ἰδιώ μασιν; Ἐπιλείπει με ἡ ἡμέρα, τὰ ἐναέρια ὑμῖν θαύματα διηγούμενον. Καλεῖ ἡμᾶς ἡ χέρσος πρὸς τὴν τῶν θηρίων καὶ ἑρπετῶν καὶ βοσκημάτων ἐπίδειξιν, ἑτοίμως ἔχουσα ὁμότιμα τοῖς φυτοῖς καὶ τῷ πλωτῷ γένει καὶ τοῖς πτηνοῖς πᾶσιν ἀντεπιδείξασθαι. Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κτηνῶν καὶ θηρίων καὶ ἑρπετῶν κατὰ γένος. Τί φατε, οἱ ἀπιστοῦντες τῷ Παύλῳ περὶ τῆς κατὰ τὴν ἀνάστασιν ἀλλοιώσεως, ὁρῶντες πολλὰ τῶν ἀερίων τὰς μορφὰς μεταβάλ λοντα; Ὁποῖα καὶ περὶ τοῦ Ἰνδικοῦ σκώληκος ἱστορεῖται τοῦ κερασφόρου· ὃς εἰς κάμπην τὰ πρῶτα μεταβαλὼν, εἶτα προϊὼν βομβυλιὸς γίνεται, καὶ οὐδὲ ἐπὶ ταύτης ἵσταται τῆς μορφῆς, ἀλλὰ χαύνοις καὶ πλατέσι πετάλοις ὑποπτεροῦται. Ὅταν οὖν καθέζησθε τὴν τούτων ἐργασίαν ἀναπηνιζόμεναι, αἱ γυναῖκες, τὰ νήματα λέγω ἃ πέμπουσιν ὑμῖν οἱ Σῆρες πρὸς τὴν τῶν μαλακῶν ἐνδυμάτων κατασκευὴν, μεμνημέναι τῆς κατὰ τὸ ζῷον τοῦτο μεταβολῆς, ἐναργῆ λαμβάνετε τῆς ἀναστάσεως ἔννοιαν, καὶ μὴ ἀπιστεῖτε τῇ ἀλλαγῇ ἣν Παῦλος ἅπασι κατεπαγγέλλεται. Ἀλλὰ γὰρ αἰσθάνομαι τοῦ λόγου τὴν συμμετρίαν ἐκβαίνοντος. Ὅταν μὲν οὖν ἀπίδω πρὸς τὸ πλῆθος τῶν εἰρημένων, ἔξω ἐμαυτὸν ὁρῶ τοῦ μέτρου φερόμενον· ὅταν δὲ πάλιν πρὸς τὸ ποικίλον τῆς ἐν τοῖς δημιουργήμασι σοφίας ἀποβλέψω, οὐδὲ ἦρχθαι νομίζω τῆς διηγήσεως. Ἅμα δὲ καὶ τὸ παρακατέχειν ὑμᾶς ἐπὶ πλεῖον οὐκ ἄχρηστον. Τί γὰρ ἄν τις καὶ ποιοῖ τὸν μέχρι τῆς ἑσπέρας χρόνον; Οὐκ