1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

55

ἑτέραν ἁμαρτίαν τοῖς τῆς ἱερᾶς τραπέζης ἀναξίως ἀπολαύουσι καὶ τῶν ἀπορρήτων μυστηρίων ἐκείνων καὶ εἰπὼν ὅτι ὁ τοιοῦτος «ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου», ὅρα πῶς φησι καὶ αὐτοὺς καθαίρεσθαι τῆς χαλεπῆς ταύτης κηλῖδος οὕτω λέγων· «∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι.» Εἶτα δεικνὺς ὅτι οὐ μέχρι τῆς τιμωρίας ταύτης στήσεται τὰ ἐκείνων, ἀλλ' ἔσται τι κέρδος ἀπὸ τοῦ πράγματος τὸ τῶν εὐθυνῶν τῶν ἐπὶ τῇ ἁμαρτίᾳ ταύτῃ ἀπαλλαγῆναι ἐπήγαγεν· «Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Νῦν δὲ κρινόμενοι, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» Ὅτι δὲ καὶ οἱ τὰ μεγάλα κατωρθωκότες ἐντεῦθεν πολλὰ κερδαίνουσιν, ἀπό τε τοῦ Ἰὼβ δῆλον μειζόνως ἐντεῦθεν λάμψαντος, ἀπό τε τοῦ Τιμοθέου ὃς οὕτω καλὸς ὢν καὶ τοιαύτην διακονίαν ἐγκεχειρισμένος καὶ συμπεριιπτάμενος Παύλῳ τὴν οἰκουμένην, οὐ δύο καὶ τρεῖς ἡμέρας, οὐδὲ δέκα καὶ εἴκοσι καὶ ἑκατόν, ἀλλὰ πολλὰς καὶ συνεχεῖς ἐν ἀρρωστίᾳ ἔζη, τοῦ σώματος αὐτῷ μετὰ πολλῆς τῆς σφοδρότητος ἐξησθενημένου. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· «Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.» Καὶ οὐ διώρθωσεν αὐτοῦ τὴν ἀσθένειαν ὁ νεκροὺς ἐγείρων, ἀλλ' ἀφῆκεν εἶναι ἐν τῇ καμίνῳ τῆς νόσου, ὥστε μέγιστον αὐτῷ καὶ ἐντεῦθεν συναχθῆναι παρρησίας πλοῦτον. Ὧν γὰρ αὐτὸς ἀπολέλαυκε παρὰ τοῦ ∆εσπότου, καὶ ἅπερ ἐπαιδεύθη παρ' ἐκείνου, ταῦτα καὶ τὸν μαθητὴν ἐδίδασκεν. Εἰ γὰρ καὶ μὴ ἀρρωστίᾳ περιέπιπτεν, ἀλλ' ἀρρωστίας οὐκ ἔλαττον πειρασμοῖς αὐτὸν κολαφίζουσι καὶ πολλὴν ὀδύνην ἐπιφέρουσι τῇ σαρκί. «Ἐδόθη γάρ μοι, φησί, σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ», τὰς πληγὰς λέγων, τὰ δεσμά, τὰς ἁλύσεις, τὰ δεσμωτήρια, τὸ ἄγεσθαι, σπαράττεσθαι, κατατείνεσθαι, προτείνεσθαι μάστιξιν ὑπὸ δημίων πολλάκις. ∆ιὸ καὶ μὴ φέρων τὰς ὀδύνας τὰς ἐντεῦθεν τῇ σαρκὶ προσγινομένας ἔλεγεν· «Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα- τρὶς ἐνταῦθα τὸ πολλάκις λέγων -ὥστε ἐλευθερωθῆναι τοῦ σκόλοπος τούτου.» Εἶτα ἐπειδὴ οὐκ ἐπέτυχε, μαθὼν τοῦ πράγματος τὸ κέρδος καὶ ἡσύχασε καὶ ἥσθη τοῖς γινομένοις. Καὶ σὺ τοίνυν κἂν οἴκοι μένῃς καὶ τῇ κλίνῃ προσηλωμένη ἦς, μὴ νόμιζε ἀργὸν βίον ζῇν· τῶν γὰρ ὑπὸ δημίων ἑλκομένων, σπαραττομένων, τεινομένων, τῶν τὰ ἔσχατα πασχόντων χαλεπώτερα ὑπομένεις δήμιον διηνεκῆ καὶ σύνοικον ἔχουσα, τῆς ἀρρωστίας ταύτης τὴν ὑπερβολήν. Μὴ τοίνυν μήτε τελευτῆς ἐπιθύμει νῦν, μήτε ἀμέλει θεραπείας· οὐδὲ γὰρ τοῦτο ἀσφαλές. ∆ιὰ τοῦτο καὶ Τιμοθέῳ παραινεῖ σφόδρα ἐπιμελεῖσθαι ἑαυτοῦ ὁ Παῦλος. Τῆς μὲν οὖν ἀρρωστίας ἕνεκεν ἀρκεῖ ταῦτα εἰπεῖν. 17.4 Εἰ δὲ τὸ κεχωρίσθαι ἡμῶν ποιεῖ σοι τὴν ἀθυμίαν, προσδόκα καὶ τούτου λύσιν. Καὶ τοῦτο οὐχ ἵνα παρακαλέσω σε, εἶπον νῦν, ἀλλ' οἶδα ὅτι πάντως ἔσται. Εἰ γὰρ μὴ ἔμελλεν ἔσεσθαι, πάλαι ἄν, ὡς ἔγωγε οἶμαι, ἀπεληλύθειν ἐντεῦθεν τό γε ἧκον εἰς τοὺς ἐπενεχθέντας μοι πειρασμούς. Ἵνα γὰρ τὰ ἐν Κωνσταντινουπόλει παρῶ πάντα, μετὰ τὴν ἐκεῖθεν ἔξοδον, ἔξεστι μαθεῖν ὅσα κατὰ τὴν ὁδὸν τὴν μακρὰν ταύτην καὶ χαλεπὴν ὧν τὰ πλείω ἱκανὰ ἦν θάνατον τεκεῖν ὑπομεμένηκα, ὅσα μετὰ τὴν ἐνταῦθα ἄφιξιν, ὅσα μετὰ τὴν μετανάστασιν τὴν ἀπὸ Κουκουσοῦ, ὅσα μετὰ τὴν ἐν Ἀραβισσῷ διατριβήν. Ἀλλὰ ταῦτα πάντα διεφύγομεν καὶ νῦν ἐσμεν ἐν ὑγιείᾳ καὶ ἀσφαλείᾳ πολλῇ, ὡς καὶ Ἀρμενίους πάντας ἐκπλήττεσθαι ὅτι ἐν οὕτως ἀσθενεῖ σώματι καὶ ἀραχνώδει οὕτως ἀφόρητον φέρω κρυμόν, ὅτι ἀναπνεῖν δύναμαι, τῶν ἐθάδων τοῦ χειμῶνος οὐ τὰ τυχόντα ἐντεῦθεν πασχόντων. Ἀλλ' ἡμεῖς ἐμείναμεν ἀβλαβεῖς μέχρι τῆς σήμερον, καὶ λῃστῶν χεῖρας διαφυγόντες πολλάκις ἐπελθόντων καὶ ἀπορίᾳ ἀναγκαίων συζῶντες καὶ μηδὲ βαλανείῳ χρῆσθαι δυνάμενοι· καίτοι ἡνίκα αὐτόθι διετρίβομεν, συνεχῶς τούτου δεόμενοι, νῦν δὲ ἐν τοσαύτῃ ἕξει κατέστημεν ὡς μηδὲ ἐπιθυμεῖν τῆς ἐντεῦθεν