1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

55

ἁπλότητι καρδίας, ἀλλὰ, Φοβούμενοι τὸν Θεόν. Τοῦτο γάρ ἐστι φοβεῖσθαι τὸν Θεὸν, ὅταν μηδενὸς ὁρῶντος, μηδὲν πράττωμεν πονηρόν· ἂν δὲ πράττωμεν, οὐχὶ τὸν Θεὸν, ἀλλὰ τοὺς ἀνθρώπους φοβούμεθα. Ὁρᾷς ὅτι ἐκείνους ῥυθμίζει; Πᾶν ὅ τι ἂν ποιῆτε, φησὶν, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις. Οὐ μόνον ὑποκρίσεως, ἀλλὰ καὶ ἀργίας αὐτοὺς ἀπηλλάχθαι βούλεται. Ἐλευθέρους αὐτοὺς ἐποίησεν ἀντὶ δούλων, ὅταν μὴ δέωνται τῆς τῶν δεσποτῶν ἐπιστασίας· τὸ γὰρ, Ἐκ ψυχῆς, τοῦτό ἐστι, τὸ μετ' εὐνοίας, μὴ μετὰ δουλικῆς ἀνάγκης, ἀλλὰ μετ' ἐλευθερίας καὶ προαιρέσεως. Καὶ τίς ὁ μισθός; Εἰδότες, φησὶν, ὅτι ἀπὸ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας ἡμῶν· τῷ γὰρ Κυρίῳ δουλεύετε. Οὐκοῦν παρ' αὐτοῦ δῆλον ὅτι λήψεσθε τὸν μισθόν. Καὶ ὅτι τῷ 62.368 Κυρίῳ δουλεύετε, δῆλον ἐκ τούτου. Ὁ δὲ ἀδικῶν, φησὶ, κομίσεται ὃ ἠδίκησεν. Ἐνταῦθα βεβαιοῖ τὸν πρότερον λόγον. Ἵνα γὰρ μὴ δόξῃ κολακείας εἶναι τὰ ῥήματα, Λήψεται, φησὶν, ὃ ἠδίκησε· τουτέστι, καὶ τιμωρίαν δίδωσιν· Οὐ γὰρ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ. Τί γὰρ, εἰ δοῦλος εἶ; οὐκ αἰσχύνῃ. Καὶ μὴν τοῦτο πρὸς τοὺς δεσπότας ἔδει εἰπεῖν, ὥσπερ καὶ ἐν τῇ πρὸς Ἐφεσίους. Ἀλλ' ἐνταῦθά μοι δοκεῖ τοὺς Ἕλληνας αἰνίττεσθαι δεσπότας. Τί γὰρ, εἰ ἐκεῖνος μὲν Ἕλλην, σὺ δὲ Χριστιανός; Οὐ τὰ πρόσωπα, ἀλλὰ τὰ πράγματα ἐξετάζεται. Ὥστε καὶ οὕτω μετ' εὐνοίας, καὶ ἐκ ψυχῆς δεῖ δουλεύειν. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε. Τί δέ ἐστι τὸ δίκαιον; τί δέ ἐστιν ἰσότης; Πάντων ἐν ἀφθονίᾳ καθιστᾷν, καὶ μὴ ἐᾷν ἑτέρων δεῖσθαι, ἀλλὰ ἀμείβεσθαι αὐτοὺς τῶν πόνων. Μὴ γὰρ, ἐπειδὴ εἶπον, ὅτι παρὰ Θεοῦ ἔχουσι τὸν μισθὸν, διὰ τοῦτο σὺ ἀποστερήσῃς. Ἑτέρωθι δέ φησιν, Ἀνιέντες τὴν ἀπειλὴν, ἡμερωτέρους ἐργάσασθαι βουλόμενος· τέλειοι γὰρ ἦσαν ἐκεῖνοι. Τουτέστιν, Ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Καὶ τὸ, Οὐκ ἔστι προσωποληψία, πρὸς τούτους εἴρηται· κεῖται δὲ ἐπ' ἐκείνων, ἵνα οὗτοι δέξωνται. Ὅταν γὰρ ἑτέρῳ ἁρμόζον πρὸς ἕτερον εἴπωμεν, οὐκ ἐκεῖνον τοσοῦτον, ὅσον τὸν ὑπεύθυνον κατωρθώσαμεν. Καὶ ὑμεῖς μετ' ἐκείνων, φησίν. Ἐνταῦθα κοινὴν ἐποίησε τὴν δουλείαν· Εἰδότες γὰρ, φησὶν, ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς. Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. Ἐπειδὴ γὰρ τὸ καρτερεῖν ἐν ταῖς εὐχαῖς ῥᾳθυμεῖν πολλάκις ποιεῖ, διὰ τοῦτό φησι· Γρηγοροῦντες, τουτέστι, νήφοντες, μὴ ῥεμβόμενοι. Οἶδε γὰρ, οἶδεν ὁ διάβολος ὅσον ἀγαθὸν εὐχή· διὸ βαρὺς ἔγκειται. Οἶδε δὲ καὶ Παῦλος πῶς ἀκηδιῶσι πολλοὶ εὐχόμενοι· διό φησι, Προσκαρτερεῖτε τῇ προσευχῇ, ὡς περί τινος ἐπιπόνου. Γρηγοροῦντες ἐν αὐτῇ, ἐν εὐχαριστίᾳ. Τοῦτο γὰρ, φησὶν, ἔργον ὑμῶν ἔστω, ἐν ταῖς εὐχαῖς εὐχαριστεῖν καὶ ὑπὲρ τῶν φανερῶν καὶ ὑπὲρ τῶν ἀφανῶν, καὶ ὑπὲρ ὧν ἑκόντας καὶ ὑπὲρ ὧν ἄκοντας ἐποίησεν εὖ, καὶ ὑπὲρ βασιλείας καὶ ὑπὲρ γεέννης, καὶ ὑπὲρ θλίψεως καὶ ὑπὲρ ἀνέσεως. Οὕτω γὰρ ἔθος τοῖς ἁγίοις εὔχεσθαι, καὶ ὑπὲρ τῶν κοινῶν εὐεργεσιῶν εὐχαριστεῖν. γʹ. Οἶδα ἐγώ τινα ἅγιον ἄνδρα οὕτως εὐχόμενον. Οὐδὲν πρὸ τούτου τοῦ ῥήματος ἔλεγεν, ἀλλ' ὅτι. Εὐχαριστοῦμεν ὑπὲρ πασῶν τῶν εὐεργεσιῶν σου τῶν ἐκ πρώτης ἡμέρας μέχρι τῆς παρούσης εἰς ἡμᾶς τοὺς ἀναξίους ἐπιδεικνυμένων· ὑπὲρ ὧν ἴσμεν καὶ οὐκ ἴσμεν, ὑπὲρ τῶν φανερῶν, ὑπὲρ τῶν ἀφανῶν, τῶν ἐν ἔργῳ γενομένων, τῶν ἐν λόγῳ, τῶν ἑκοντὶ, τῶν ἀκοντί· πασῶν τῶν εἰς τοὺς ἀναξίους ἡμᾶς γεγενημένων· ὑπὲρ θλίψεων, ὑπὲρ ἀνέσεων, ὑπὲρ τῆς γεέννης, ὑπὲρ τῆς κολάσεως, ὑπὲρ βασιλείας τῶν οὐρανῶν. Παρακαλοῦμέν σε φυλάξαι τὴν ψυχὴν ἡμῶν ἁγίαν, καθαρὰν συνείδησιν ἔχουσαν, τέλος ἄξιον τῆς φιλανθρωπίας σου. Ὁ ἀγαπήσας ἡμᾶς ὥστε τὸν Μονογενῆ σου δοῦναι ὑπὲρ ἡμῶν, καταξίωσον ἀξίους γενέσθαι τῆς σῆς ἀγάπης· δὸς ἐν τῷ λόγῳ σου σοφίαν, καὶ ἐν τῷ φόβῳ σου, μονογενὲς Χριστὲ, ἔμπνευσον 62.369 ἰσχὺν τὴν παρὰ σοῦ· ὁ