55
καταδεεστέρα, καὶ τοσοῦτον, ὅσον σημεῖον τοῦ πράγματος οὗπέρ ἐστι σημεῖον· οἷον ὅσον ἡ σφραγὶς τοῦ στρατιώτου. Καὶ τίνος ἕνεκεν σφραγῖδος ἐδεῖτο, φησίν; Οὐκ αὐτὸς ἐδεῖτο. Τίνος οὖν ἕνεκεν αὐτὴν ἐδέξατο; Εἰς τὸ γενέσθαι αὐτὸν πατέρα κοινὸν καὶ τῶν πιστευόντων δι' ἀκροβυστίας, καὶ τῶν ἐν περιτομῇ· ἀλλ' οὐχ ἁπλῶς τῶν ἐν περιτομῇ· διὸ καὶ ἐπάγει· Τοῖς οὐκ ἐκ περιτομῆς μόνον. Εἰ γὰρ τῶν ἀκροβύστων, οὐκ ἐπειδὴ ἀκρόβυστός ἐστι, διὰ τοῦτό ἐστι πατὴρ, καίτοι γε ἐν ἀκροβυστίᾳ δικαιωθεὶς, ἀλλ' ἐπειδὴ τὴν πίστιν αὐτοῦ ἐζήλωσαν, πολλῷ μᾶλλον τῶν ἐμπεριτόμων οὐκ ἔσται διὰ τὴν περιτομὴν πρόγονος, εἰ μὴ προσγένοιτο καὶ ἡ πίστις. Περιτομὴν γὰρ ἔλαβεν, ἵνα ἑκάτεροι, φησὶν, αὐτὸν ἔχωμεν πρόγονον, καὶ οἱ ἀκρόβυστοι μὴ ἀπώσωνται τοὺς ἐμπεριτόμους. Ὁρᾷς πῶς οὗτοι προπάτορα ἔσχον αὐτὸν πρῶτοι; Εἰ δὲ σεμνὸν ἡ περιτομὴ, ὅτι κηρύττει τὴν δικαιοσύνην, οὐ μικρὰν καὶ ἡ ἀκροβυστία προεδρίαν ἔχει πρὸ τῆς περιτομῆς αὐτὴν δεξαμένη· τότε οὖν αὐτὸν δυνήσῃ προπάτορα ἔχειν, ὅταν στοιχήσῃς τοῖς ἴχνεσι τῆς πίστεως, καὶ μηδὲ φιλονεικῇς μηδὲ στασιάζῃς τὸν νόμον ἐπεισάγων. Ποίας, εἰπέ μοι, πίστεως; Τῆς ἐν τῇ ἀκροβυστίᾳ. Πάλιν καταστέλλει τὸ φύσημα τὸ Ἰουδαϊκὸν, ἀναμιμνήσκων τοῦ χρόνου τῆς δικαιοσύνης. Καὶ καλῶς εἶπε, Τοῖς ἴχνεσιν, ἵνα ὁμοίως ἐκείνῳ πιστεύσῃς εἰς νεκρῶν ἀνάστασιν σωμάτων. Καὶ γὰρ καὶ ἐκεῖνος περὶ τοῦτο τὴν πίστιν ἐπεδείξατο· ὥστε εἰ τὴν ἀκροβυστίαν ἐκβάλλεις, μάνθανε σαφῶς, ὅτι οὐδέν σοι 60.458 οὐδὲ τῆς περιτομῆς ὄφελος. Ἂν γὰρ μὴ τοῖς ἴχνεσιν ἀκολουθήσῃς τῆς πίστεως, κἂν μυριάκις ᾖς ἐμπερίτομος, οὐκ ἔσῃ τοῦ Ἀβραὰμ ἔκγονος· ἐπεὶ καὶ τὴν περιτομὴν διὰ τοῦτο ἔλαβεν, ἵνα σὲ ὁ ἐν ἀκροβυστίᾳ μὴ ἐκβάλλῃ. Μὴ δὴ καὶ ἐκεῖνον τοῦτο ἀπαίτει· σοὶ γὰρ τὸ πρᾶγμα βοήθεια γέγονεν, οὐκ ἐκείνῳ. Ἀλλὰ σημεῖον αὐτὸ δικαιοσύνης, φησί. Καὶ τοῦτο διὰ σὲ, ἐπεὶ νῦν οὐδὲ τοῦτό ἐστι· τότε γὰρ σὺ τῶν σωματικῶν ἔχρῃζες σημείων, νῦν δὲ οὐ χρεία τούτων. Ἀπὸ γὰρ τῆς πίστεως, φησὶν, οὐκ ἦν δυνατὸν αὐτοῦ καταμαθεῖν τῆς ψυχῆς τὴν ἀρετήν; ∆υνατὸν μὲν ἦν, σὺ δὲ καὶ ταύτης ἔχρῃζες τῆς προσθήκης. Ἐπειδὴ γὰρ τῆς ψυχῆς τὴν ἀρετὴν οὐκ ἐζήλωσας οὐδὲ ἰδεῖν ἠδυνήθης, ἐδόθη σοι ἡ αἰσθητὴ περιτομὴ, ἵνα ἐμμελετήσας τῷ σωματικῷ τούτῳ, κατὰ μικρὸν χειραγωγηθῇς καὶ ἐπὶ τὴν τῆς ψυχῆς φιλοσοφίαν, καὶ μετὰ πολλῆς αὐτὴν ὑποδεξάμενος τῆς σπουδῆς ὡς ἀξίωμα μέγιστον, παιδευθῇς μιμεῖσθαι καὶ αἰδεῖσθαι τὸν πρόγονον. Καὶ τοῦτο οὐκ ἐν τῇ περιτομῇ μόνον ὁ Θεὸς κατεσκεύασεν, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, οἷον θυσίαις λέγω καὶ σάββασι καὶ ἑορταῖς. Ὅτι γὰρ διὰ σὲ περιτομὴν ἔλαβεν, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γὰρ, ὅτι σημεῖον ἔλαβε καὶ σφραγῖδα, καὶ τὴν αἰτίαν τίθησι, λέγων· Εἰς τὸ γενέσθαι αὐτὸν πατέρα περιτομῆς, τούτοις τοῖς καὶ τὴν νοητὴν προσλαμβάνουσιν· ὡς ἐὰν ταύτην μόνον ἔχῃς, οὐδέν σοι γενήσεται πλέον. Σημεῖον γὰρ τότε τοῦτό ἐστιν, ὅταν τὸ πρᾶγμα, οὗ τοῦτό ἐστι σημεῖον, φαίνηται παρὰ σοὶ, τουτέστιν ἡ πίστις· ὡς, ἂν μὴ ταύτην ἔχῃς, οὐδὲ τὸ σημεῖον λοιπὸν εἶναι σημεῖον δύναται. Τίνος γὰρ ἔσται σημεῖον, τίνος δὲ σφραγὶς, οὐκ ὄντος τοῦ σφραγιζομένου; ὡς ἂν εἰ καὶ βαλάντιον ἐπιδεικνύεις ἡμῖν σφραγῖδα ἔχον, μηδενὸς ἔνδον ἀποκειμένου· ὥστε καταγέλαστος ἡ περιτομὴ, τῆς πίστεως ἔνδον οὐκ οὔσης. Εἰ γὰρ δικαιοσύνης ἐστὶ σημεῖον, δικαιοσύνην δὲ οὐκ ἔχεις, οὐδὲ σημεῖον ἔχεις. ∆ιὰ γὰρ τοῦτο ἔλαβες σημεῖον, ἵνα τὸ πρᾶγμα ἐπιζητῇς, οὗ τὸ σημεῖον ἔχεις· ὡς, εἴ γε ἔμελλες αὐτὸ χωρὶς τούτου ἐπιζητεῖν, οὐκ ἂν ἐδέησέ σοι τούτου. Οὐ τοῦτο δὲ κηρύττει μόνον ἡ περιτομὴ, τὴν δικαιοσύνην, ἀλλὰ καὶ τὴν ἐν ἀκροβυστίᾳ δικαιοσύνην. Οὐδὲν οὖν ἄλλο κηρύττει ἡ περιτομὴ, ἀλλ' ὅτι οὐ χρεία περιτομῆς. Εἰ γὰρ οἱ ἐκ νόμου, κληρονόμοι· κεκένωται ἡ πίστις, καὶ κατήργηται ἡ ἐπαγγελία. Ἔδειξεν, ὅτι ἀναγκαία ἡ πίστις, ὅτι πρεσβυτέρα περιτομῆς, ὅτι νόμου ἰσχυροτέρα, ὅτι συνίστησι νόμον. Εἰ γὰρ πάντες ἥμαρτον, ἀναγκαία· εἰ ἀκρόβυστος ὢν ἐδικαιώθη, πρεσβυτέρα· εἰ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, χωρὶς δὲ νόμου πεφανέρωται, ἰσχυροτέρα· εἰ μαρτυρεῖται ὑπὸ τοῦ νόμου καὶ τὸν νόμον ἵστησιν, οὐκ ἐναντία, ἀλλὰ φίλη καὶ σύμμαχος.