56
παραμυθίας, ἀλλὰ καὶ ὑγιεινότεροι ταύτῃ γενέσθαι. Καὶ οὔτε ἀέρων δυσκολία, οὐ τόπων ἐρημία, οὐκ ὠνίων στενοχωρία, οὐ τῶν θεραπευσόντων ἐρημία, οὐκ ἰατρῶν ἀμαθία, οὐ βαλανείων ἀπορία, οὐ τὸ διόλου, καθάπερ ἐν δεσμωτηρίῳ, ἐν ἑνὶ οἰκήματι καθεῖρχθαι, οὐ τὸ μὴ κινεῖσθαι οὗπερ ἀεὶ συνεχῶς ἐδεόμην, οὐ τὸ καπνῷ καὶ πυρὶ διηνεκῶς ὁμιλεῖν, οὐ λῃστῶν φόβος, οὐ πολιορκία διηνεκής, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἡμῶν περιγέγονεν· ἀλλ' ὑγιεινότερον διακείμεθα ἢ αὐτόθι ἦμεν πολλῇ μέντοι κεχρημένοι τῇ ἐπιμελείᾳ. Ταῦτα οὖν ἅπαντα λογιζομένη διακρούου τὴν κατέχουσάν σε νῦν ὑπὲρ τούτων ἀθυμίαν καὶ μὴ σαυτὴν ἀπαίτει δίκας περιττὰς καὶ χαλεπάς. Ἔπεμψά σοι ἅπερ ἔγραψα πρώην ὅτι «Τὸν ἑαυτὸν οὐκ ἀδικοῦντα οὐδεὶς ἕτερος παραβλάψαι δυνήσεται», καὶ τοῦτον ἠγωνίσατο τὸν ἀγῶνα ὁ λόγος ὃν ἀπέσταλκά σου τῇ τιμιότητι νῦν. Συνεχῶς δὴ οὖν αὐτὸν ἐπέρχου· εἰ δὲ ὑγιαίνοις, καὶ ἐπὶ γλώσσης φέρε. Ἱκανὸν γὰρ ἔσται σοι φάρμακον, ἐὰν θέλῃς. Εἰ δὲ φιλονεικοίης ἡμῖν καὶ μήτε θεραπεύοις σαυτήν, μήτε μυρίας ἀπολαύουσα παραινέσεώς τε καὶ παρακλήσεως βουληθείης ἀνενεγκεῖν ἐκ τῶν τελμάτων τῆς ἀθυμίας, οὐ ῥᾳδίως οὐδὲ ἡμεῖς ὑπακουσόμεθα πρὸς τὸ πυκνάς σοι καὶ μακρὰς πέμπειν ἐπιστολάς, εἰ μηδὲν μέλλοις ἐντεῦθεν κερδαίνειν εἰς εὐθυμίαν. Πῶς οὖν τοῦτο εἰσόμεθα; Οὐκ ἐὰν λέγῃς, ἀλλ' ἐὰν διὰ τῶν πραγμάτων δεικνύῃς, ἐπεὶ καὶ νῦν ἔφης μηδὲν τῶν ἄλλων, ἀλλὰ τὴν ἀθυμίαν σοι τὴν νόσον εἰργάσθαι ταύτην. Ἐπεὶ οὖν αὐτὴ τοῦτο ὡμολόγησας, ἂν μὴ τῆς ἀρρωστίας ἀπαλλαγῇς, οὐ πεισόμεθα ὅτι καὶ τῆς ἀθυμίας ἀπήλλαξαι. Εἰ γὰρ αὕτη ἐστὶν ἡ τὴν νόσον ποιοῦσα, καθὼς καὶ αὐτὴ ἐπέσταλκας, εὔδηλον ὅτι λυθείσης αὐτῆς κἀκείνη συναναιρεθήσεται, καὶ τῆς ῥίζης ἀνασπασθείσης καὶ οἱ ταύτης συναπόλλυνται κλάδοι. Ὡς ἐὰν μένωσιν ἀνθοῦντες καὶ ἀκμάζοντες καὶ καρπὸν φέροντες τὸν οὐ πρέποντα, οὐ δυνάμεθα πεισθῆναι ὅτι τῆς ῥίζης ἠλευθέρωσαι. Μὴ τοίνυν μοι ῥήματα ἀλλὰ πράγματα δεῖξον, κἂν ὑγιαίνῃς, ὄψει πάλιν ἐπιστολὰς πεμπομένας σοι λόγων ὑπερβαινούσας μέτρον. Μὴ δὲ μικρὰν νόμιζέ σοι παράκλησιν εἶναι ὅτι ζῶμεν, ὅτι ὑγιαίνομεν, ὅτι ἐν τοσαύταις πραγμάτων ὄντες περιστάσεσιν νόσου καὶ ἀρρωστίας ἀπηλλάγμεθα, ὃ τοὺς ἐχθροὺς ἡμῶν, ὡς ἔγνων, σφόδρα λυπεῖ καὶ ὀδυνᾷ. Ἀκόλουθον οὖν καὶ ὑμᾶς μεγίστην ταύτην ἡγεῖσθαι παράκλησιν καὶ κεφάλαιον παραμυθίας. Μὴ κάλει τὴν συνοδίαν σου ἔρημον τὴν νῦν μειζόνως ἐν οὐρανοῖς ἐγγεγραμμένην διὰ τῶν παθημάτων ὧν ὑπομένει. Σφόδρα ἤλγησα ὑπὲρ Πελαγίου τοῦ μονάζοντος. Ἐννόησον τοίνυν ὅσων ἄξιοι στεφάνων εἰσὶν οἱ γενναίως στάντες, ὅταν ἄνδρες ἐν τοσαύτῃ ἀσκήσει διαγαγόντες καὶ καρτερίᾳ οὕτω φανῶσιν ὑποσυρόμενοι.