56
∆είκνυσι πάλιν καὶ ἑτέρωθεν, ὅτι οὐδὲ δυνατὸν ἦν διὰ νόμου τὴν κληρονομίαν λαβεῖν· καὶ παραβαλὼν αὐτὴν τῇ περιτομῇ, καὶ λαβὼν τὰ νικητήρια, ἀντεπεξάγει πάλιν αὐτὴν τῷ νόμῳ, οὕτω λέγων· Εἰ γὰρ οἱ ἐκ νόμου, κληρονόμοι, κεκένωται ἡ πίστις. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι καὶ πίστιν δυνατὸν ἔχειν καὶ νόμον τηρῆσαι, δείκνυσιν ὅτι ἀμήχανον. Ὁ γὰρ ἐχόμενος τοῦ νόμου ὡς σώζοντος, ἀτιμάζει τῆς πίστεως τὴν δύναμιν. ∆ιό φησι· Κεκένωται ἡ πίστις· τουτέστιν, οὐ χρεία τῆς κατὰ χάριν σωτηρίας· οὐδὲ γὰρ δύναται τὴν ἰσχὺν τὴν ἑαυτῆς ἐπιδείξασθαι· καὶ κατήργηται ἡ ἐπαγγελία. Καὶ 60.459 γὰρ ὁ Ἰουδαῖος ἴσως ἂν εἴποι· Τί γάρ μοι χρεία πίστεως; Οὐκοῦν εἰ τοῦτο ἀληθὲς, μετὰ τῆς πίστεως καὶ τὰ τῆς ἐπαγγελίας ἀνῄρηται. δʹ. Ὅρα ἐν πᾶσιν αὐτοῖς ἄνωθεν ἀπὸ τοῦ πατριάρχου μαχόμενον. ∆είξας γὰρ ἐκεῖθεν τὴν δικαιοσύνην τῇ πίστει συγκεκληρωμένην, δείκνυσι καὶ τὴν ἐπαγγελίαν ὁμοίως. Ἵνα γὰρ μὴ λέγῃ ὁ Ἰουδαῖος· Τί γάρ μοι μέλει, εἰ διὰ πίστεως ἐδικαιώθη Ἀβραάμ; λέγει ὁ Παῦλος, ὅτι Οὐδὲ τὸ σοὶ διαφέρον, ἡ ἐπαγγελία τῆς κληρονομίας δύναται εἰς ἔργον ἐλθεῖν ἐκείνης χωρίς· ὃ μάλιστα αὐτοὺς ἐκφοβεῖ. Ποίαν δὲ ἐπαγγελίαν, φησί; Τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, καὶ ἐν αὐτῷ πάντας ἐνευλογεῖσθαι. Καὶ πῶς κατήργηται ἡ ἐπαγγελία αὕτη, φησίν· Ὅτι ὁ νόμος ὀργὴν κατεργάζεται· οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Εἰ δὲ ὀργὴν κατεργάζεται καὶ παραβάσει ὑπευθύνους ποιεῖ, εὔδηλον ὅτι καὶ κατάρᾳ· οἱ δὲ κατάρᾳ καὶ τιμωρίᾳ καὶ παραβάσει ὄντες ὑπεύθυνοι, οὗτοι οὐ κληρονομεῖν ἄξιοι, ἀλλὰ τοῦ δίκην διδόναι καὶ ἐκβάλλεσθαι. Τί οὖν γίνεται; Ἔρχεται ἡ πίστις ἐφελκομένη τῇ χάριτι, ὥστε τὴν ἐπαγγελίαν εἰς ἔργον ἐξελθεῖν, Ὅπου γὰρ χάρις, συγχώρησις· ὅπου δὲ συγχώρησις, οὐδεμία κόλασις· κολάσεως δὲ ἀνῃρημένης, καὶ δικαιοσύνης ἐπιγενομένης ἀπὸ τῆς πίστεως, οὐδὲν τὸ κωλύον κληρονόμους ἡμᾶς γενέσθαι τῆς ἐπαγγελίας τῆς ἀπὸ τῆς πίστεως. ∆ιὰ τοῦτο οὖν ἐκ πίστεως, φησὶν, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραὰμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν. Ὁρᾷς, ὅτι οὐ τὸν νόμον ἵστησι μόνον ἡ πίστις, ἀλλὰ καὶ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐκ ἀφίησι διαπεσεῖν· ὁ δὲ νόμος τοὐναντίον καὶ τὴν πίστιν καταργεῖ παρὰ καιρὸν τηρούμενος, καὶ τὴν ἐπαγγελίαν κωλύει; ∆ιὰ τούτων δείκνυσιν οὐ μόνον οὐ περιττὴν τὴν πίστιν, ἀλλὰ καὶ οὕτως ἀναγκαίαν, ὡς μηδὲ εἶναι ταύτης ἄνευ σωθῆναι. Ὁ μὲν γὰρ νόμος ὀργὴν ποιεῖ· πάντες γὰρ αὐτὸν παρέβησαν· αὕτη δὲ οὐδὲ συστῆναι τὴν ὀργὴν ἀφίησι τὴν ἀρχήν· Οὗ γὰρ οὐκ ἔστι, φησὶ, νόμος οὐδὲ παράβασις. Εἶδες πῶς οὐ μόνον γενομένην ἀφανίζει τὴν ἁμαρτίαν, ἀλλ' οὐδὲ φυῆναι αὐτὴν ἀφίησι; ∆ιὰ τοῦτό φησι· Κατὰ χάριν. Εἰς τὸ τί; Οὐκ εἰς τὸ καταισχυνθῆναι, ἀλλ', Εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι. ∆ύο τίθησιν ἐνταῦθα τὰ ἀγαθὰ, ὅτι καὶ βέβαια τὰ διδόμενα, καὶ παντὶ τῷ σπέρματι, τοὺς ἐξ ἐθνῶν συνεισάγων, καὶ δεικνὺς Ἰουδαίους ἐκτὸς ὄντας, ἂν πρὸς τὴν πίστιν φιλονεικήσωσι. Τοῦτο γὰρ βέβαιον μᾶλλον ἢ ἐκεῖνο· οὐ γὰρ ζημιοῖ ἡ πίστις, μὴ φιλονείκει, ἀλλὰ καὶ κινδυνεύοντά σε ἐκ τοῦ νόμου διασώζει. Εἶτα ἐπειδὴ εἶπε, Παντὶ τῷ σπέρματι, διορίζει ποίῳ σπέρματι. Τῷ ἐκ τῆς πίστεως, φησὶ, συνάπτων τὴν πρὸς τὰ ἔθνη συγγένειαν, καὶ δεικνὺς, ὅτι οὐδὲ δύνανται φρονεῖν ἐπὶ τῷ Ἀβραὰμ οἱ μὴ πιστεύοντες ὁμοίως ἐκείνῳ. Ἰδοὺ καὶ τρίτον ἡ πίστις ἄλλο εἰργάσατο· τὴν γὰρ συγγένειαν τὴν πρὸς τὸν δίκαιον ἀκριβεστέραν 60.460 ἐποίησε, καὶ πλειόνων ἐκγόνων ἀπέφηνε πρόγονον· διὸ οὐδὲ ἁπλῶς εἶπεν, Ἀβραὰμ, ἀλλὰ, Τοῦ πατρὸς ἡμῶν τῶν πιστῶν. Εἶτα καὶ τῇ μαρτυρίᾳ ἐπισφραγίζων τὸ εἰρημένον, Καθὼς γέγραπται, φησὶν, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Εἶδες ταῦτα ἄνωθεν οἰκονομούμενα; Τί οὖν, φησὶν, εἰ περὶ τῶν Ἰσμαηλιτῶν ἢ τῶν Ἀμαληκιτῶν ἢ τῶν Ἀγαρηνῶνταῦτα λέγει; Τοῦτο μὲν οὖν προϊὼν σαφέστερον δείκνυσιν οὐ περὶ ἐκείνων εἰρημένον· τέως δὲ ἐφ' ἕτερον ἐπείγεται, δι' οὗ καὶ αὐτὸ τοῦτο δείκνυσιν, ὁριζόμενος τῆς τοιαύτης συγγενείας τὸν τρόπον, καὶ μετὰ πολλῆς αὐτὸ τῆς