1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

57

δεσμωτήριον· ἀλλ' ἐπειδὴ τοῦ Χριστοῦ γέγονε δοῦλος, οὐ τῷ ποιεῖν λοιπὸν, ἀλλὰ τῷ πάσχειν σεμνύνεται. Καὶ τοῦτο δὲ τοῦ κηρύγματος θαῦμα, ὅταν διὰ τῶν πασχόντων αὐτῶν, ἀλλ' οὐ τῶν ποιούντων κακῶς, οὕτως ἐγείρηται καὶ αὔξηται. Ποῦ τις εἶδεν ἀγῶνας τοιούτους; Ὁ πάσχων κακῶς, νικᾷ· καὶ ὁ ποιῶν κακῶς, ἡττᾶται. Οὗτος ἐκείνου λαμπρότερος· διὰ δεσμῶν τὸ κήρυγμα εἰσῆλθεν. Οὐκ αἰσχύνομαι, ἀλλὰ καὶ σεμνύνομαι, φησὶ, τὸν ἐσταυρωμένον κηρύττων. Ἐννόησον γάρ μοι· Ἡ οἰκουμένη πᾶσα τοὺς λελυμένους ἀφεῖσα, τοῖς δεδεμένοις προσῄει· τοὺς δεσμοῦντας ἀποστρεφομένη, τοὺς τὴν ἅλυσιν περικειμένους τιμᾷ· τοὺς σταυρώσαντας μισήσασα, τὸν ἐσταυρωμένον προσκυνεῖ. δʹ. Οὐκ ἔστι μόνον θαυμαστὸν, ὅτι ἁλιεῖς, ὅτι ἰδιῶται ἦσαν οἱ κήρυκες, ἀλλ' ὅτι καὶ ἕτερα κωλύματα, φύσει κωλύματα ἦσαν, καὶ πλείων γέγονεν ἡ ἐπίδοσις. Οὐ μόνον οὐδὲν ἐκώλυσεν ἡ ἰδιωτεία, ἀλλὰ καὶ αὐτὸ τοῦτο φανερωθῆναι ἐποίησε τὸ κήρυγμα. Ἄκουε γὰρ τοῦ Λουκᾶ λέγοντος· Καὶ καταλαβόμενοι, φησὶν, ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον. Οὐ μόνον οὐδὲν ἐκώλυεν ὁ δεσμὸς, ἀλλὰ καὶ αὐτὸ τοῦτο ἐποίησεν αὐτοὺς θαρσαλεωτέρους. Οὐχ οὕτως ἐθάῤῥουν οἱ μαθηταὶ, λελυμένου τοῦ Παύλου, ὡς δεδεμένου· Περισσοτέρως γὰρ, φησὶ, τολμᾷν ἀφόβως τὸν λόγον τοῦ Θεοῦ λαλεῖν. Ποῦ οἱ ἀντεροῦντες, ὅτι οὐ θεῖον τὸ κήρυγμα; ἡ ἰδιωτεία οὐκ ἦν ἱκανὴ ποιῆσαι καταγνωσθῆναι αὐτούς; οὐκοῦν ἔδει κἀνταῦθα φοβῆσαι αὐτούς; Ἴστε γὰρ ὅτι δύο πάθεσι τούτοις τὸ πλῆθος κατέχεται, κενοδοξίᾳ καὶ δειλίᾳ. Ἡ ἰδιωτεία οὐκ ἠφίει ἐπαισχύνεσθαι· οἱ κίνδυνοι εἰς δειλίαν ἐμβαλεῖν ὤφειλον. Ἀλλὰ θαύματα, φησὶν, ἐποίουν. Πιστεύετε οὖν ὅτι ἐποίουν θαύματα. Ἀλλ' οὐκ ἐποίουν; Τοῦτο μεῖζον θαῦμα τοῦ ποιεῖν, εἰ χωρὶς θαυμάτων προσήγοντο. Ἐδέθη καὶ Σωκράτης παρ' Ἕλλησι· τί οὖν; οὐκ εὐθέως ἔφυγον εἰς Μέγαρα οἱ μαθηταί; Πάνυ γε· οὐ γὰρ τοὺς περὶ ἀθανασίας ἐδέξαντο λόγους. Ἀλλ' ὅρα ἐνταῦθα· ἐδέθη Παῦλος, καὶ μᾶλλον ἐθάῤῥουν οἱ μαθηταί· εἰκότως· ἑώρων γὰρ οὐκ ἐμποδιζόμενον τὸ κήρυγμα. Μὴ γὰρ γλῶτταν δύνασαι δῆσαι; ταύτῃ 62.371 μάλιστα τρέχει. Ὥσπερ γὰρ, δρομέως ἂν μὴ δήσῃς τοὺς πόδας, οὐκ ἐκώλυσας τοῦ δρόμου· οὕτω καὶ εὐαγγελιστοῦ ἐὰν μὴ δήσῃς τὴν γλῶτταν, οὐκ ἐκώλυσας τοῦ δρόμου. Καὶ ὥσπερ ἐκεῖνος, ἐὰν δήσῃς τὴν ὀσφὺν, μᾶλλον τρέχει καὶ διαβαστάζεται, οὕτω καὶ οὗτος δεσμούμενος μᾶλλον κηρύττει, καὶ μετὰ πλείονος τῆς παῤῥησίας. ∆ειλιᾷ ὁ δέσμιος, ὅταν δεσμὸς ᾖ μόνον· ὁ δὲ τοῦ θανάτου καταφρονῶν, πῶς ἂν ἐδέθη; Ταυτὸν ἐποίουν, οἷον ἂν εἰ τὴν σκιὰν ἐδέσμουν Παύλου, καὶ τὸ στόμα αὐτῆς ἐνέφραττον. Σκιομαχία γὰρ ἦν· τοῖς τε γὰρ οἰκείοις ποθεινότερος μᾶλλον ἦν, τοῖς τε ἐχθροῖς αἰδεσιμώτερος, ἅτε ἀνδρείας φέρων ἔπαθλον τὸν δεσμόν. Στέφανος κοσμεῖ κεφαλὴν, ἀλλ' οὐκ αἰσχύνει, ἀλλὰ καὶ λαμπρὸν ποιεῖ. Ἄκοντες ἐστεφάνουν αὐτὸν τῇ ἁλύσει. Εἰπὲ γάρ μοι, σίδηρον εἶχε δεῖσαι ὁ τῶν ἀδαμαντίνων τοῦ θανάτου κατατολμῶν πυλῶν; Ἔλθωμεν εἰς ζῆλον, ἀγαπητοὶ, τῶν δεσμῶν τούτων. Ὅσαι γυναῖκες χρυσία περίκεισθε, τὰ Παύλου δεσμὰ ποθήσατε. Οὐχ οὕτως ὑμῖν περὶ τὸν τράχηλον τὸ περιδέῤῥαιον ἀπολάμπει, ὡς ἐκείνου περὶ τὴν ψυχὴν ὁ τῶν σιδηρῶν δεσμῶν ἔστιλβε κόσμος. Εἴ τις ἐκεῖνα ποθεῖ, ταῦτα μισείτω. Τίς γὰρ κοινωνία βλακείᾳ πρὸς ἀνδρείαν; καλλωπισμῷ σωματικῷ πρὸς φιλοσοφίαν; Ἐκεῖνα τὰ δεσμὰ ἄγγελοι αἰδοῦνται, τούτων καὶ καταπαίζουσιν· ἐκεῖνα τὰ δεσμὰ πρὸς τὸν οὐρανὸν ἀπὸ τῆς γῆς ἕλκειν εἴωθε, ταῦτα τὰ δεσμὰ πρὸς τὴν γῆν ἀπὸ τοῦ οὐρανοῦ κατάγει. Ὄντως γὰρ ταῦτα δεσμὰ, οὐκ ἐκεῖνα· ἐκεῖνα κόσμος, ταῦτα δεσμά· ταῦτα μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν θλίβει, ἐκεῖνα μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν κοσμεῖ. Βούλει μαθεῖν ὅτι ἐκεῖνα κόσμος ἐστίν; Εἰπέ μοι, τίς μᾶλλον ἐπεσπάσατο τοὺς ὁρῶντας, σὺ, ἢ Παῦλος; καὶ τί λέγω, σύ; αὐτὴ ἡ βασιλὶς