57
μεγαλονοίας κατασκευάζων. Τί γάρ φησι; Κατέναντι οὗ ἐπίστευσε Θεοῦ· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ ὁ Θεὸς οὐκ ἔστι μερικὸς Θεὸς, ἀλλὰ πάντων πατὴρ, οὕτω καὶ αὐτός. Καὶ πάλιν, Ὥσπερ ὁ Θεὸς πατήρ ἐστιν οὐ κατὰ τὴν φυσικὴν συγγένειαν, ἀλλὰ κατ' οἰκείωσιν πίστεως, οὕτω καὶ αὐτός· ἡ γὰρ ὑπακοὴ ποιεῖ πατέρα πάντων ἡμῶν. Ἐπειδὴ γὰρ οὐδὲν ἐνόμιζον εἶναι ταύτην τὴν συγγένειαν, τὴν παχυτέραν ἐκείνην κατασχόντες, δείκνυσι ταύτην κυριωτέραν, ἐπὶ τὸν Θεὸν τὸν λόγον ἀναγαγών. Καὶ μετὰ τούτων κἀκεῖνο ἐμφαίνει, ὅτι καὶ ἀμοιβὴν τῆς πίστεως ταύτην ἔλαβεν· ὥστε ἂν μὴ τοῦτο ᾖ, κἂν πάντων ᾖ πατὴρ τῶν τὴν γῆν οἰκούντων, τὸ, Κατέναντι, οὐκ ἔχει χώραν, ἀλλ' ἠκρωτηρίασται ἡ τοῦ Θεοῦ δωρεά· τὸ γὰρ κατέναντι, ὁμοίως ἐστί. Ποῦ γὰρ θαυμαστὸν, εἰπέ μοι, τῶν ἐξ αὐτοῦ πατέρα εἶναι; τοῦτο γὰρ ἕκαστος κέκτηται τῶν ἀνθρώπων. Τὸ γὰρ παράδοξον ἐκεῖνό ἐστιν, οὓς οὐκ εἶχεν ἐκ φύσεως, τούτους ἀπὸ τῆς τοῦ Θεοῦ δωρεᾶς λαβεῖν. εʹ. Ὥστε εἰ βούλει πιστεῦσαι, ὅτι ἐτιμήθη ὁ πατριάρχης, πίστευσον, ὅτι πάντων ἐστὶ πατήρ. Εἰπὼν δὲ, Κατέναντι οὗ ἐπίστευσε Θεοῦ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ ἐπήγαγε· Τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· ἤδη τὸν περὶ τῆς ἀναστάσεως προκαταβαλλόμενος λόγον. Καὶ εἰς τὸ προκείμενον δὲ αὐτῷ χρήσιμος ἦν. Εἰ γὰρ δυνατὸν αὐτῷ νεκροὺς ζωοποιῆσαι, καὶ τὰ μὴ ὄντα ὡς ὄντα παραγαγεῖν, δυνατὸν αὐτῷ καὶ τοὺς μὴ τεχθέντας ἐξ αὐτοῦ ποιῆσαι παῖδας αὐτοῦ. ∆ιὰ τοῦτο οὐδὲ εἶπε, Καὶ παράγοντος τὰ οὐκ ὄντα ὡς ὄντα, ἀλλὰ, Καλοῦντος, τὴν πλείονα εὐκολίαν δηλῶν. Ὥσπερ γὰρ ἡμῖν εὔκολον τὰ ὄντα καλέσαι, οὕτως αὐτῷ ῥᾴδιον, καὶ πολλῷ ῥᾷον, τὰ μὴ ὄντα ὑποστήσασθαι. Εἰπὼν δὲ τοῦ Θεοῦ τὴν δωρεὰν μεγάλην οὖσαν καὶ ἄφατον, καὶ περὶ τῆς δυνάμεως αὐτοῦ διαλεχθεὶς, δείκνυσι καὶ τοῦ Ἀβραὰμ τὴν πίστιν ἀξίαν οὖσαν τῆς δωρεᾶς, ἵνα μὴ νομίσῃς αὐτὸν εἰκῆ τετιμῆσθαι. Καὶ τὸν ἀκροατὴν δὲ ἀναστήσας, ἵνα μὴ θορυβῆται, μηδὲ ἀμφιβάλλῃ ὁ Ἰουδαῖος καὶ λέγῃ, Καὶ πῶς δυνατὸν τοὺς οὐκ ὄντας παῖδας γενέσθαι παῖδας; μετάγει τὸν λόγον ἐπὶ τὸν πατριάρχην, καί φησιν· Ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον· Οὕτως ἔσται τὸ σπέρμα σου. 60.461 Πῶς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσε; Παρ' ἐλπίδα τὴν ἀνθρωπίνην, ἐπ' ἐλπίδι τῇ τοῦ Θεοῦ. ∆είκνυσι γὰρ καὶ τὸ μεγαλεῖον τοῦ πράγματος, καὶ οὐκ ἀφίησιν ἀπιστηθῆναι τὸ λεγόμενον· ἅπερ ἐναντία ἀλλήλοις ἐστὶν, ἀλλ' ἡ πίστις αὐτὰ συνεκέρασεν. Εἰ δὲ περὶ ἐκείνων ἔλεγε τῶν ἐκ τοῦ Ἰσραὴλ, περιττὸς οὗτος ὁ λόγος· ἐκεῖνοι γὰρ οὐ κατὰ πίστιν, ἀλλὰ κατὰ φύσιν ἐτέχθησαν. Ἀλλὰ καὶ τὸν Ἰσαὰκ εἰς μέσον ἄγει· οὐ γὰρ ὑπὲρ ἐκείνων ἐπίστευσε τῶν ἐθνῶν, ἀλλὰ τοῦ ἀπὸ τῆς στείρας γυναικὸς ἐσομένου. Εἰ τοίνυν μισθός ἐστι τὸ πατέρα πολλῶν ἐθνῶν γενέσθαι, ἐκείνων τῶν ἐθνῶν ὑπὲρ ὧν ἐπίστευσε δῆλον ὅτι. Ἵνα γὰρ μάθῃς, ὅτι περὶ τούτων φησὶν, ἄκουσον τῶν ἑξῆς· Καὶ μὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας τῆς Σάῤῥας. Εἶδες πῶς τίθησι καὶ τὰ κωλύματα, καὶ τὴν ὑψηλὴν τοῦ δικαίου γνώμην πάντα ὑπερβαίνουσαν; Παρ' ἐλπίδα, φησὶ, τὸ ἐπαγγελθέν. Τοῦτο κώλυμα πρῶτον· οὐδὲ γὰρ εἶχεν αὐτὸς ἕτερον Ἀβραὰμ οὕτω λαβόντα παῖδα ἰδεῖν. Οἱ μὲν γὰρ μετ' αὐτὸν, εἰς αὐτὸν ἔβλεπον· ἐκεῖνος δὲ εἰς οὐδένα, ἀλλ' εἰς τὸν Θεὸν μόνον· διὸ καὶ, Παρ' ἐλπίδα, ἔλεγεν. Εἶτα τὸ σῶμα νενεκρωμένον· δεύτερον τοῦτο· καὶ ἡ νέκρωσις τῆς μήτρας Σάῤῥας· τοῦτο καὶ τρίτον καὶ τέταρτον. Εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ. Οὐδὲ γὰρ ἀπόδειξιν ἔδωκεν, οὔτε σημεῖον ἐποίησεν ὁ Θεὸς, ἀλλὰ ῥήματα ἦν ψιλὰ μόνον, ἐπαγγελλόμενα ἅπερ οὐχ ὑπισχνεῖτο ἡ φύσις. Ἀλλ' ὅμως Οὐ διεκρίθη, φησίν. Οὐκ εἶπεν, ὅτι Οὐκ ἠπίστησεν, ἀλλ', Οὐ διεκρίθη· τουτέστιν, οὐδὲ ἐνεδοίασεν, οὐδὲ ἀμφέβαλε, καὶ τοσούτων ὄντων τῶν κωλυμάτων. Ἀπὸ τούτων μανθάνομεν, ὅτι κἂν μυρία ὁ Θεὸς ἀδύνατα ἐπαγγέλληται, μὴ καταδέξηται δὲ ὁ ἀκούων, οὐ τῆς τῶν πραγμάτων φύσεώς ἐστιν ἡ ἀσθένεια, ἀλλὰ τῆς ἀνοίας τῆς τοῦ μὴ δεχομένου. Ἀλλ'