57
∆ιάτοι τοῦτο ἀπειλεῖ παραδώσειν αὐτοὺς τοῖς ἐχθροῖς, καὶ τὰ σώματα αὐτῶν βορὰν τοῖς θηρίοις προθήσειν· καὶ τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν ἐπιθήσειν τὸν τῆς δουλείας ζυγόν. ΚΕΦΑΛ. ΛΕʹ. Ταύτην συμπεράνας τὴν προφητείαν, πρεσβυτέρας ἀναμιμνήσκει προῤῥήσεως. Ἐν γὰρ ταῖς ἡμέραις Ἰωακεὶμ, υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, τοὺς υἱοὺςῬηχὰβ εἰς τὸν θεῖον ναὸν εἰσαγαγεῖν προσετάχθη, καὶ ἐν μιᾷ τῶν αὐλῶν οἶνον τούτοις προσενεγκεῖν. Ἐγὼ δὲ, φησὶ, τὸ προσταχθὲν πεπλήρωκα, καὶ κερά μια οἴνου πλήρη προτεθεικὼς, παρηγγύων πιεῖν. Ἀντέλεγον δὲ ἐκεῖνοι, λέγοντες· Οὐ μὴ πίωμεν οἶνον· ὅτι Ἰωναδὰβ υἱὸς Ῥηχὰβ, ὁ πατὴρ ἡμῶν, ἐνετείλατο ἡμῖν, εἰπών· Οὐ μὴ πίητε οἶνον ὑμεῖς, καὶ οἱ υἱοὶ ὑμῶν, ἕως τοῦ αἰῶνος. (ζʹ) Καὶ οἰκίας οὐ μὴ οἰκοδομήσητε, καὶ σπέρμα μὴ σπείρητε, καὶ ἀμπελῶνας μὴ φυτεύσητε, μηδὲ ἔστω ὑμῖν· ἀλλ' ἐν σκηναῖς κατοικήσετε πάσας τὰς ἡμέρας ὑμῶν· ὅπως ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐφ' ἧς ὑμεῖς διατρίβετε ἐπ' αὐτῆς. Τούτων δὲ, φησὶν, ἡμεῖς τῶν λόγων ἀκούσαντες, τὰς πατρῴας ἐφυλάξαμεν ἐντο λὰς, σὺν ταῖς γυναιξὶ καὶ τοῖς υἱέσι· καὶ οὔτε οἰκίας 81.681 ἐδειμάμεθα, οὔτε γεωργίας ἐπεμελήθημεν· ἀλλ' ἐν σκηναῖς οἰκοῦντες μέχρι τοῦ παρόντος διετελέσαμεν· νῦν δὲ τῶν Βαβυλωνίων ἐπελθόντων, εἰς τήνδε τὴν πόλιν καταφυγεῖν ἠναγκάσθημεν. Θαυμάσαι δὲ ἄξιον καὶ τοῦ πατρὸς τὴν νομοθεσίαν, καὶ τῶν υἱῶν καὶ τῶν ἀπογόνων τὴν εὐπείθειαν· τὸν γὰρ ἀφρόντιδα καὶ ἀκτήμονα βίον ἠγάπησαν, καὶ τὸ πάντων παρα δοξότατον, ὅτι παῖδας ἔχοντες ὠλιγώρουν τῆς κτή σεως, τῆς θείας ἐλπίδος τὸ κατὰ σφᾶς αὐτοὺς ἐξαρ τήσαντες. Εἰ δὲ κατὰ τὸν τοῦ νόμου καιρὸν, ὃς οὐκ εἶχε τὴν τελειότητα, διὰ τὴν τῶν νομοθετουμένων ἀσθένειαν, τὴν ἄκραν οὗτοι φιλοσοφίαν ἠσπάσαντο, τίνες ἂν ἐγένοντο τὸν εὐαγγελικὸν ἀκούσαντες νό μον; Ἀλλ' ὁ τῶν ὅλων Θεὸς κελεύει τῷ προφήτῃ, ἅπασιν εἰπεῖν τοῖς τὴν Ἱερουσαλὴμ οἰκοῦσιν, ὅτι Οὗτοι μὲν τὴν τοῦ πατρὸς φυλάττοντες ἐντολὴν, πιεῖν οὐκ ἠθέλησαν οἶνον· ὑμεῖς δὲ, καὶ προφητικὰς διδα σκαλίας νύκτωρ καὶ μεθ' ἡμέραν δεχόμενοι, κατὰ τοὺς ἐμοὺς οὐ πολιτεύεσθε νόμους. Οὗ δὴ χάριν, ὑμῖν ἐπάξω παντοδαπὰς συμφορὰς, τοῖς δὲ τοῦ Ῥηχὰβ ἀπογόνοις, τὴν πατρῴαν φυλάξασιν ἐντολὴν, τὸ κάλ λιστον τῶν ἀγαθῶν ἐπαγγέλλεται. ιθʹ. Οὐ μὴ ἐκλείψει, φησὶν, ἀνὴρ ἐκ τῶν υἱῶν Ἰωναδὰβ, υἱοῦ Ῥηχὰβ, παρεστηκὼς κατὰ πρόσωπόν μου, πάσας τὰς ἡμέρας τῆς γῆς. Ἰστέον μέντοι, ὡς ἅπας ἐκείνους φυλάττων τοὺς νόμους, υἱὸς Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ χρηματίζει. ΚΕΦΑΛ. Λϛʹ. Μετὰ ταῦτα λέγει, ὡς προσετάχθη πᾶσαν συγ γράψαι τὴν προφητείαν. Κεφαλίδα δὲ βιβλίου καλεῖ τὰ εἰλήματα, οἷς μέχρι τοῦ παρόντος φίλον Ἰουδαίοις κεχρῆσθαι. Εἰκὸς γὰρ, φησὶν, ἀκριβέ στερον αὐτοὺς μεμαθηκότας τὰ ἀπειληθέντα κακὰ, διὰ τῆς μεταμελείας τῆς σωτηρίας τυχεῖν· ποιεῖ δὲ τὸ προσταχθὲν ὁ προφήτης. Καὶ αὐτὸς μὲν, ὑπὸ τῆς θείας ἐνεργούμενος χάριτος, προσέφερε τοὺς χρη σμούς· ἔγραφε δὲ τούτους ὁ Βαρούχ. Καὶ ἐπειδήπερ εἰς τὸν θεῖον νεὼν εἰσελθεῖν ἐκωλύετο, (καθεῖρκτο γὰρ,) τῷ Βαροὺχ παρεγγυᾷ ἀναγνῶναι τῷ λαῷ τὰ συγγεγραμμένα· καὶ συχνοῦ διελθόντος χρόνου, δη μοτελοῦς ἐπιτελουμένης νηστείας, ὁ Βαροὺχ ἀνέγνω τὴν προφητείαν· εἷς δὲ τῶν ἀκουσάντων, εὐσεβέ στερον κινηθεὶς, μηνύει τοῖς ἄρχουσι τὰ ἠπειλημένα κακά· οἱ δὲ τὸν Βαροὺχ μετεστείλαντο, καὶ ἀναγνῶναι προσέταξαν, καὶ δέους ἐμπλησθέντες τὸν τούτων μαθεῖν ἐσπούδασαν συγγραφέα. Ὁ δὲ Βαροὺχ ἐδί δαξεν, ὡς Ἱερεμίας ὑπὸ τῆς θείας ἐμπνεόμενος χάριτος ταῦτά μοι παρηγγύησε γράψαι. Οἱ δὲ ἄρχον τες τὸ βιβλίον ἔδοσαν τῷ βασιλικῷ γραμματεῖ· τῷ δὲ Βαροὺχ φυγεῖν παρηγγύησαν· ἐμήνυσαν δὲ τὰ συγ γεγραμμένα τῷ βασιλεῖ. Ὁ δὲ ἤγαγε μὲν τὸν γραμ ματέα, καὶ ἀναγνῶναι κελεύει. ∆υσσεβὴς δὲ ὢν, καὶ