1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

58

ἡ πάντα χρυσὸν περικειμένη, οὐκ ἂν μᾶλλον ἐπεσπάσατο τοὺς ὁρῶντας· ἀλλ' εἰ συνέβη καὶ Παῦλον κατὰ τὸν αὐτὸν καιρὸν δεδεμένον, καὶ τὴν βασιλίδα εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν, πάντες ἂν ἀπ' ἐκείνης ἐπὶ τοῦτον μετήγαγον τοὺς ὀφθαλμούς· καὶ εἰκότως. Τὸ γὰρ ὁρᾷν ἄνδρα τῆς φύσεως τῆς ἀνθρωπίνης μείζονα, καὶ οὐδὲν ἔχοντα ἀνθρώπινον, ἀλλ' ἄγγελον ἐπὶ γῆς, θαυμασιώτερον τοῦ ὁρᾷν γυναῖκα κεκαλλωπισμένην. Ταῦτα μὲν γὰρ καὶ ἐν θεάτροις, καὶ ἐν πομπαῖς, καὶ βαλανείοις, καὶ πολλαχοῦ ἔστιν ἰδεῖν· ἄνθρωπον δὲ δεσμὰ περικείμενον, καὶ νομίζοντα τὸν μέγιστον κόσμον ἔχειν, καὶ οὐκ εἴκοντα τοῖς δεσμοῖς, οὐκ ἔστι γῆς θέαμα ἰδεῖν τὸν ὁρῶντα, ἀλλ' οὐρανῶν ἄξιον τὸ θέαμα. Ἡ ταῦτα περικειμένη ψυχὴ περισκοπεῖ, τίς εἶδε, τίς οὐκ εἶδε, τύφου πεπλήρωται, φροντίσι κατέχεται, μυρίοις ἑτέροις δέδεται πάθεσιν· ὁ δὲ ἐκεῖνα περικείμενος, ἄτυφος· ἡ ψυχὴ γαυροῦται, πάσης ἀπήλλακται φροντίδος, γεγηθυῖα, πρὸς τὸν οὐρανὸν βλέπουσα, ἐπτερωμένη. Εἴ τίς μοι Παῦλον ἐδίδου ἀπὸ τοῦ οὐρανοῦ διακύπτοντα ἰδεῖν καὶ φωνὴν ἀφιέντα, ἢ ἐκ τοῦ δεσμωτηρίου, ἐκ τοῦ δεσμωτηρίου ἂν εἱλόμην· οἱ γὰρ ἐκ τοῦ οὐρανοῦ πρὸς αὐτὸν ἔρχονται, ὅταν εἰς τὸ δεσμωτήριον ᾗ. Ὁ σύνδεσμος τοῦ κηρύγματος τὰ δεσμὰ Παύ 62.372 λου, ὁ θεμέλιος ἡ ἅλυσις ἐκείνη. Ἐκεῖνα τὰ δεσμὰ ποθήσωμεν. εʹ. Καὶ πῶς, φησὶν, ἔνι; Ἐὰν ταῦτα συντρίψωμεν καὶ διακλάσωμεν. Οὐδὲν ἡμῖν ἀπὸ τούτων ὄφελος τῶν δεσμῶν, ἀλλὰ καὶ βλάβη. ∆εσμώτας ἡμᾶς ἐκεῖ δείξει ταῦτα, τὰ δὲ Παύλου δεσμὰ λύσει ἐκεῖνα τὰ δεσμά· ἡ τούτοις ἐνταῦθα δεδεμένη καὶ τοῖς ἀθανάτοις ἐκεῖ δεσμοῖς δεθήσεται χεῖρας καὶ πόδας, ἡ τοῖς Παύλου δεδεμένη ἕξει καθάπερ κόσμον περικείμενον αὐτῇ τότε. Λῦσον καὶ σαυτὴν τοῦ δεσμοῦ, καὶ τὸν πένητα τοῦ λιμοῦ. Τί τῶν ἁμαρτημάτων τὰς σειρὰς ἐπισφίγγεις; Πῶς; φησίν. Ὅταν σὺ μὲν χρυσοφορῇς, ἕτερος δὲ ἀπόλλυται· ὅταν σὺ μὲν ἵνα δόξης τύχῃς τῆς κενῆς, τοσοῦτον λαμβάνῃς χρυσίον, ἕτερος δὲ μηδὲ φαγεῖν ἔχῃ, οὐχὶ τὰς ἁμαρτίας ἐπέσφιγξας; Περίθου τὸν Χριστὸν, καὶ μὴ τὸν χρυσόν· ἔνθα μαμμωνᾶς, ἐκεῖ Χριστὸς οὐκ ἔστιν· ἔνθα Χριστὸς, ἐκεῖ μαμμωνᾶς οὐκ ἔστιν. Οὐ βούλει τὸν Βασιλέα αὐτὸν περικεῖσθαι τῶν πάντων; Εἴ τίς σοι τὴν ἁλουργίδα καὶ τὸ διάδημα ἔδωκεν, οὐκ ἂν ἐδέξω ἀντὶ παντὸς τοῦ χρυσίου; Ἐγώ σοι οὐ τὸν κόσμον δίδωμι τὸν βασιλικὸν, ἀλλ' αὐτὸν περιθέσθαι τὸν Βασιλέα παρέχω. Καὶ πῶς ἄν τις περικέοιτο τὸν Χριστὸν, φησίν; Ἄκουε τοῦ Παύλου λέγοντος· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· ἄκουσον τῆς παραινέσεως τῆς ἀποστολικῆς· Τῆς σαρκὸς, φησὶ, πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν. Οὕτω τις ἐνδύεται τὸν Χριστὸν, μὴ προνοῶν τῆς σαρκὸς εἰς ἐπιθυμίαν. Ἂν τὸν Χριστὸν ἐνδύσῃ, καὶ δαίμονές σε φοβηθήσονται· ἂν δὲ τὸν χρυσὸν, καὶ ἄνθρωποι καταγελάσονται· ἐὰν ἐνδύσῃ τὸν Χριστὸν, καὶ ἄνθρωποί σε αἰδεσθήσονται. Βούλει φαίνεσθαι καλὴ καὶ εὐπρεπής; ἀρκέσθητι τοῦ ∆ημιουργοῦ τῇ πλάσει. Τί τὰ χρυσία ἐπεισάγεις, ὡς διορθωσομένη τοῦ Θεοῦ τὸ πλάσμα; Θέλεις εὐπρεπὴς φαίνεσθαι; περιβαλοῦ ἐλεημοσύνην, περιβαλοῦ φιλανθρωπίαν, περιβαλοῦ σωφροσύνην, ἀτυφίαν· ταῦτα πάντα χρυσοῦ τιμιώτερα· ταῦτα καὶ τὴν ὡραίαν εὐπρεπεστέραν ποιεῖ· ταῦτα καὶ τὴν οὐκ εὔμορφον εὔμορφον ἐργάζεται. Ὅταν γάρ τις μετ' εὐνοίας ὄψιν ὁρᾷ, ἀπὸ ἀγάπης φέρει τὰς ψήφους· τὴν δὲ πονηρὰν οὐ δύναταί τις οὐδὲ καλὴν οὖσαν, καλὴν εἰπεῖν· πεπληγμένη γὰρ ἡ διάνοια οὐ φέρει τὴν ψῆφον ὀρθήν. Ἐκοσμήθη ποτὲ ἡ Αἰγυπτία, ἐκοσμήθη καὶ ὁ Ἰωσήφ· τίς οὖν ἦν ὁ ὡραιότερος; οὐ λέγω ὅτε ἐν τοῖς βασιλείοις ἦν ἐκείνη, οὗτος δὲ ἐν τῷ δεσμωτηρίῳ. Γυμνὸς ἦν οὗτος, ἀλλ' ἐνεδέδυτο τῆς σωφροσύνης τὰ ἱμάτια· ἐνδεδυμένη ἦν ἐκείνη, ἀλλὰ γυμνῆς ἦν αἰσχροτέρα· σωφροσύνην γὰρ οὐκ εἶχεν. Ὅταν σφοδρῶς κοσμήσῃ, ὦ γύναι, τότε τῆς γυμνῆς αἰσχροτέρα γέγονας· ἀπεδύσω γὰρ τὴν εὐκοσμίαν. Ἦν καὶ ἡ Εὔα γυμνή· ἀλλ' ὅτε ἐνεδύσατο, τότε ἦν αἰσχροτέρα· ὅτε μὲν γὰρ ἦν γυμνὴ, κεκόσμητο τῇ