1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

58

ἐνεδυναμώθη τῇ πίστει. Ὅρα Παύλου φιλοσοφίαν. Ἐπειδὴ γὰρ περὶ τῶν ἐργαζομένων καὶ τῶν πιστευόντων ἦν ὁ λόγος, δείκνυσι τὸν πιστεύοντα ἐργαζόμενον μᾶλλον ἢ ἐκεῖνον, καὶ πλείονος δεόμενον δυνάμεως καὶ πολλῆς τῆς ἰσχύος, καὶ οὐ τὸν τυχόντα ὑπομένοντα πόνον. Καὶ γὰρ ἐξευτέλιζον τὴν πίστιν ὡς οὐκ ἔχουσαν πόνον. Πρὸς τοῦτο τοίνυν ἱστάμενος δείκνυσιν, ὅτι οὐ μόνον ὁ σωφροσύνην κατορθῶν ἢ ἄλλο τι τῶν τοιούτων, ἀλλὰ καὶ ὁ πίστιν ἐπιδεικνύμενος, δυνάμεως δεῖται πλείονος. Ὥσπερ γὰρ ἐκεῖνος χρείαν ἔχει ἰσχύος, ἵνα τοὺς τῆς ἀκολασίας διακρούσηται λογισμούς· οὕτω καὶ οὗτος χρείαν ἔχει δυνατῆς ψυχῆς, ἵνα τὰς τῆς ἀπιστίας ἐξωθήσηται ἐννοίας. Πῶς οὖν ἐγένετο ἰσχυρός; Τῇ πίστει, φησὶν, οὐ λογισμοῖς τὸ πρᾶγμα ἐπιτρέψας· ἐπεὶ ἂν κατέπεσε. Πῶς δὲ αὐτὴν τὴν πίστιν κατώρθωσε; ∆οὺς δόξαν τῷ Θεῷ, φησὶ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Ἄρα τὸ μὴ περιεργάζεσθαι, δοξάζειν ἐστὶ τὸν Θεὸν, ὥσπερ οὖν τὸ περιεργάζεσθαι, πλημμελεῖν. Εἰ δὲ τὰ κάτω περιεργαζόμενοι καὶ ζητοῦντες οὐ δοξάζομεν, πολλῷ μᾶλλον τὴν τοῦ ∆εσπότου γέννησιν πολυπραγμονοῦντες, ὡς ὑβρίζοντες τὰ ἔσχατα πεισόμεθα. Εἰ γὰρ τὸν τύπον τῆς ἀναστάσεως οὐ χρὴ ζητεῖν, πολλῷ μᾶλλον τὰ ἀπόῤῥητα ἐκεῖνα καὶ φρικτά. Καὶ οὐκ εἶπε πιστεύσας ἁπλῶς, ἀλλὰ, Πληροφορηθείς. Τοιοῦτον γὰρ ἡ πίστις, τῆς ἀπὸ λογισμῶν ἀποδείξεως, σαφεστέρα, καὶ μᾶλλον πείθει· οὐ γὰρ ἔστι λογισμὸν ἕτερον ἐπ 60.462 εισελθόντα αὐτῇ διασαλεῦσαι λοιπόν. Ὁ μὲν γὰρ λόγοις πειθόμενος καὶ μεταπεισθῆναι δύναται· ὁ δὲ τῇ πίστει βεβαιούμενος ἀπετείχισε λοιπὸν αὐτοῦ τὴν ἀκοὴν τοῖς λυμαινομένοις αὐτὴν λόγοις. Εἰπὼν τοίνυν, ὅτι ἀπὸ πίστεως ἐδικαιώθη, δείκνυσιν, ὅτι καὶ ἐδόξασε τὸν Θεὸν ἀπὸ τῆς πίστεως· ὃ βίου μάλιστά ἐστιν ἴδιον. Λαμψάτω γὰρ ὑμῶν τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἰδοὺ τοῦτο τῆς πίστεως ὂν ἐφάνη. Πάλιν δὲ ὥσπερ τὰ ἔργα δεῖται δυνάμεως, οὕτω καὶ ἡ πίστις. Ἐνταῦθα μὲν γὰρ πολλάκις καὶ τὸ σῶμα μερίζεται τὸν ἱδρῶτα· ἐκεῖ δὲ τῆς ψυχῆς γυμνῆς ἐστι τὸ κατόρθωμα. Ὥστε μείζων ὁ πόνος, ὅταν μηδὲ τὸν διανεμόμενον πρὸς αὐτὴν ἔχῃ τοὺς ἀγῶνας. ʹ. Εἶδες πῶς πάντα, ἅπερ ἦν ἔργων, ἔδειξε μετὰ πλείονος περιουσίας τῇ πίστει προσόντα, οἷον τὸ καυχᾶσθαι πρὸς τὸν Θεὸν, τὸ δυνάμεως δεῖσθαι καὶ πόνου, τὸ δοξάζειν πάλιν τὸν Θεόν; Εἰπὼν δὲ, Ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι, δοκεῖ μοι καὶ περὶ τῶν μελλόντων προαναφωνεῖν· οὐ γὰρ τὰ παρόντα ἐπηγγείλατο μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα· ταῦτα γὰρ τύπος ἐκείνων. Ἄρα ἀσθενοῦς διανοίας τὸ μὴ πιστεύειν, καὶ μικρᾶς καὶ ταλαιπώρου. Ὥστε ὅταν ἡμῖν ἐγκαλῶσι τὴν πίστιν τινὲς, ἀντεγκαλῶμεν ἡμεῖς τὴν ἀπιστίαν αὐτοῖς, ὡς ταλαιπώροις καὶ μικροψύχοις καὶ ἀνοήτοις καὶ ἀσθενέσιν καὶ ὄνων οὐδὲν ἄμεινον διακειμένοις. Ὥσπερ γὰρ τὸ πιστεύειν ὑψηλῆς καὶ μεγαλοφυοῦς ψυχῆς· οὕτω τὸ ἀπιστεῖν ἀλογωτάτης καὶ εὐτελοῦς καὶ πρὸς τὴν τῶν κτηνῶν ἄνοιαν κατενηνεγμένης. ∆ιόπερ ἐκείνους ἀφέντες, τὸν πατριάρχην ζηλώσωμεν, καὶ δοξάσωμεν τὸν Θεὸν, καθάπερ ἐκεῖνος ἔδωκεν αὐτῷ δόξαν. Τί δέ ἐστιν, Ἔδωκεν αὐτῷ δόξαν; Ἐνενόησεν αὐτοῦ τὴν δικαιοσύνην, τὴν ἄπειρον δύναμιν· καὶ τὴν προσήκουσαν περὶ αὐτοῦ ἔννοιαν λαβὼν, οὕτως ἐπληροφορήθη περὶ τῶν ὑποσχέσεων. ∆οξάσωμεν τοίνυν αὐτὸν καὶ ἡμεῖς καὶ διὰ πίστεως καὶ διὰ ἔργων, ἵνα καὶ μισθὸν λάβωμεν τὸ παρ' αὐτοῦ δοξασθῆναι· Τοὺς δοξάζοντας γάρ με δοξάσω, φησί. Καίτοι εἰ καὶ μηδεὶς ἔκειτο μισθὸς, αὐτὸ τοῦτο δόξα ἦν τὸ καταξιωθῆναι δοξάσαι Θεόν. Εἰ γὰρ εἰς βασιλέας εὐφημίας λέγοντες ἄνθρωποι, αὐτῷ τούτῳ καλλωπίζονται μόνῳ, κἂν μηδὲν ᾖ καρπώσασθαι ἕτερον· ἐννόησον πόσης ἂν εἴη δόξης τὸ δι' ἡμᾶς τὸν ∆εσπότην δοξάζεσθαι τὸν ἡμέτερον, ὥσπερ οὖν καὶ κολάσεως τὸ ποιεῖν αὐτὸν βλασφημεῖσθαι δι' ἡμᾶς· καίτοι καὶ τοῦτο αὐτὸ τὸ δοξάζεσθαι, δι' ἡμᾶς βούλεται γίνεσθαι· αὐτὸς γὰρ οὐ δεῖται τοῦ πράγματος. Πόσον γὰρ οἴει τὸ μέσον εἶναι Θεοῦ καὶ ἀνθρώπων; ἆρα ὅσον ἀνθρώπων καὶ σκωλήκων;