58
παράνομος, τὰς ἀναγινωσκομένας ἐκτέμνων σελίδας 81.684 τῷ πυρὶ παρεδίδου· διὰ γὰρ τὴν τοῦ χειμῶνος ὥραν ἐσχάρα παρέκειτο. κδʹ. Καὶ οὐκ ἐζήτησαν, φησὶ, τὸν Κύριον· οὐδὲ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ, οἱ ἀκούσαντες πάντας τοὺς λόγους τούτους. Ἀλλ' ὥσπερ τούτων τὴν ἐσχάτην ἀναλγησίαν κατηγορεῖ, οὕτως ἐπαινεῖ τὸν Ἐλναθὰν, καὶ ∆αλαΐαν, καὶ Γαμαρίαν. Ὑπέθεντο γὰρ οὗτοι τῷ βασιλεῖ, μὴ κατακαῦσαι τὸ βι βλίον, καὶ οὐκ ἤκουσεν αὐτῶν. Οὐκ ἠρκέσθη δὲ τῇ τολμηθείσῃ παρανομίᾳ ὁ δυσσεβὴς βασιλεύς· ἀλλὰ τὸν Βαροὺχ καὶ τὸν Ἱερεμίαν συλληφθῆναι προσ έταξεν. Ὁ δὲ τῶν ὅλων Θεὸς τῷ Ἱερεμίᾳ κελεύει ἐν ἑτέρῳ βιβλίῳ τοὺς προτέρους λόγους συγγράψαι. Ὁ μὲν γὰρ χάρτης ἐκαύθη, ὁ δὲ θεῖος νόμος μεμένη κεν ἀβλαβής. Οὕτω καὶ τοῦ ληφθέντος σώματος πε πονθότος, ὁ Λόγος μεμένηκεν ἀπαθής· εἰπεῖν δὲ ὁ προφήτης καὶ τῷ Ἰωακεὶμ ἐκελεύσθη ταῦτα. κθʹ, λʹ. Τάδε λέγει Κύριος, Σὺ κατέκαυσας τὸ βιβλίον τοῦτο εἰπὼν, ∆ιατί ἔγραψας ἐπ' αὐτῷ λέ γων, ὅτι Εἰσπορευόμενος εἰσπορεύσεται βασιλεὺς Βαβυλῶνος, καὶ διαφθερεῖ τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἀπ' αὐτῆς ἄνθρωπος καὶ κτῆνος. ∆ιὰ τοῦτο οὕτως εἶπε Κύριος ἐπὶ Ἰωακεὶμ βασιλέα Ἰούδα, Οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου ∆αβὶδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐῤῥιμμένον ἐν τῷ καύματι τῆς ἡμέρας, καὶ ἐν τῷ παγετῷ τῆς νυκτός. Ἀψευδὴς ἡ προφητεία. Εἰ γὰρ καὶ ἐβασί λευσεν Ἰεχονίας ὁ υἱὸς αὐτοῦ, ἀλλὰ μετὰ τρεῖς μῆνας ἀπήχθη αἰχμάλωτος. Ἀπειλεῖ δὲ αὐτῷ καὶ παντὶ τῷ οἴκῳ τὸν ὄλεθρον, καὶ τῇ πόλει τὴν ἐρημίαν, καὶ τῷ λαῷ τὰ προῤῥηθέντα κακά. Πεπλήρωκε δὲ πάλιν τὸ προσταχθὲν ὁ προφήτης, καὶ γέγραφε πάλιν τὴν προφητείαν, τοῦ Βαροὺχ ὑπουργήσαντος. "Καὶ προσετέθησαν, φησὶν, ἔτι ἐν αὐτῷ λόγοι πλείονες ἢ οὗτοι." Ἐπειδὴ γὰρ ἐχαλέπηνεν ὁ δυσσεβὴς βασι λεὺς ἀκούσας τῶν ἀπειλῶν, πολλαπλασίως γενέσθαι ταύτας προσέταξεν ὁ ∆εσπότης. Ἡμεῖς δὲ, παρα καλῶ, καὶ τὰς θείας δείσωμεν ἀπειλὰς, καὶ ταῖς ἀγαθαῖς πιστεύσωμεν ὑποσχέσεσιν, καὶ ἀξίως περι πατήσωμεν τῆς κλήσεως, ἧς ἐκλήθημεν, ἵνα καὶ τῶν ἀπειλῶν τὴν πεῖραν ἐκφύγωμεν, καὶ ὑπισχνουμένων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Ηʹ . ΚΕΦΑΛ. ΛΖʹ. Μέλλων ὁ θεσπέσιος προφήτης τὰ κατὰ τὴν ἅλωσιν ἐξηγεῖσθαι τῆς πόλεως, διδάσκει πρῶτον ποίαν ἄγων ἡλικίαν ἤρξατο τῆς βασιλείας ὁ Σεδεκίας, καὶ πόσον ἐβασίλευσε χρόνον· καὶ ὅτι κατὰ τὸν τῆς πολιορκίας καιρὸν, τὰς κατ' αὐτοῦ καὶ τῆς πόλεως εἰρημένας ὑπὸ τοῦ προφήτου προῤῥήσεις μαθὼν, ἀποστείλας τινὰς παρεκάλεσεν αὐτὸν τὰς ὑπὲρ αὐτοῦ πρεσβείας προσενεγκεῖν τῷ Θεῷ· κατ' ἐκεῖνον δὲ τὸν καιρὸν οὐ δεσμωτήριον ᾤκει, ἀλλ' ἀδεῶς ἐν τῇ πόλει διῆγε. Τῶν δὲ Βαβυλωνίων πολιορκούντων τὴν πόλιν, ἧκον εἰς ἐπικουρίαν τῶν Ἰουδαίων οἱ Αἰγύπτιοι, δηλονότι τοῦ βασιλέως εἰς συμμαχίαν αὐτοὺς καλέσαντος. Τοῦτο δὲ μαθόντες Χαλδαῖοι, τῆς πολιορκίας ἀπέστη σαν. Ὁ τοίνυν ∆εσπότης Θεὸς τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν εἰπεῖν παρηγγύησε τῷ προφήτῃ, μήτε τῇ τῶν Αἰγυπτίων ἐπικουρίᾳ θαῤῥῆσαι, μήτε τῶν Χαλ δαίων καταφρονῆσαι· οἱ γὰρ Αἰγύπτιοι καταλήψονται τὴν ἐνεγκοῦσαν ὡς τάχιστα, καὶ οἱ Χαλδαῖοι πάλιν ἀναστρέψαντες, καὶ πολιορκήσουσι τὴν πόλιν, καὶ πυρὶ παραδώσουσι. Καὶ διδάσκων, ὡς αὐτὸς κατ' αὐτῶν τὴν ψῆφον ἐξήνεγκεν, ἐπιφέρει καὶ