1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

59

δόξῃ τοῦ Θεοῦ· ὅτε δὲ τὸ τῆς ἁμαρτίας ἱμάτιον ἐνεδύσατο, τότε ἦν αἰσχρά. Καὶ σὺ τῆς φιλοκοσμίας ἐνδυομένη τὸ ἱμάτιον, τότε αἰσχροτέρα φαίνῃ. Ὅτι γὰρ ἡ πολυτέλεια οὐκ ἀρκεῖ δεῖξαι εὔμορφον, ἀλλ' ἔστι καὶ ἐνδεδυμένην τῆς γυμνῆς μᾶλλον ἀσχημονεῖν, ἐγὼ ἐρῶ. Εἴ ποτε αὐλητοῦ ἢ χοραύλου σκεύη ἐνεδύσω, ἆρα οὐκ ἦν ἀσχημοσύνη; Καίτοι γε χρυσᾶ τὰ ἱμάτιά εἰσιν· ἀλλὰ διὰ τοῦτο ἀσχημοσύνη, ὅτι χρυσᾶ. Ἡ γὰρ πολυτέλεια τῆς σκηνῆς ἁρμόζει τοῖς τρα 62.373 γῳδοῖς, τοῖς ὑποκριταῖς, τοῖς μίμοις, τοῖς ὀρχησταῖς, τοῖς πρὸς τὰ θηρία μαχομένοις· γυναικὶ δὲ πιστῇ ἕτερα δέδοται ἱμάτια παρὰ τοῦ Θεοῦ, αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς. Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Εἰπέ μοι, εἴ τίς σοι βασιλικὸν ἔδωκεν ἱμάτιον, σὺ δὲ ἐπάνω ἐκείνου τὸ τοῦ εἵλωτος λαβοῦσα περιέθου, ἆρα οὐκ ἂν μετὰ τοῦ ἀσχημονεῖν καὶ ἐκολάσθης; τὸν τοῦ οὐρανοῦ ∆εσπότην καὶ τῶν ἀγγέλων ἐνεδύσω, καὶ περὶ τὴν γῆν ἔτι στρέφῃ; Ταῦτά μοι εἴρηται, ὅτι μέγα μὲν καὶ καθ' ἑαυτὸ κακὸν ἡ φιλοκοσμία, κἂν μηδὲν ἦν ἕτερον ἐντεῦθεν τικτόμενον, ἀλλ' ἐξῆν ἀκινδύνως ἔχειν (εἰς γὰρ κενοδοξίαν ἀλείφει καὶ τῦφον)· νῦν δὲ καὶ ἕτερα πολλὰ τίκτεται ἐκ τοῦ καλλωπισμοῦ, ὑποψίαι φανεραὶ, δαπάναι ἄκαιροι, βλασφημίαι, πλεονεξιῶν ὑποθέσεις. Τί γὰρ καλλωπίζῃ, εἰπέ μοι; ἵνα ἀρέσῃς τῷ ἀνδρί; Οὐκοῦν ἐπὶ τῆς οἰκίας τοῦτο ποίει. Ἐνταῦθα δὲ τοὐναντίον γίνεται. Εἰ γὰρ τῷ οἰκείῳ ἀρέσαι θέλεις ἀνδρὶ, τοῖς ἄλλοις μὴ ἄρεσκε· εἰ δὲ τοῖς ἄλλοις ἀρέσκεις, οὐ δυνήσῃ ἀρέσκειν τῷ οἰκείῳ. Ὥστε πάντα ἀποτίθεσθαι τὸν κόσμον ἔδει 62.374 εἰς ἀγορὰν ἐμβάλλουσαν, εἰς ἐκκλησίαν προϊοῦσαν. Ἄλλως δὲ, μὴ ἀπὸ τούτων ἄρεσκε τῷ ἀνδρὶ, ἀφ' ὧν καὶ αἱ πόρναι, ἀλλ' ἀπὸ τούτου μᾶλλον, ἀφ' οὗ αἱ γυναῖκες αἱ ἐλεύθεραι. Τίνι γὰρ, εἰπέ μοι, διέστηκε γυνὴ πόρνης; Ὅτι ἡ μὲν πρὸς ἓν[α] μόνον ὁρᾷ, ὅπως τῷ κάλλει τοῦ σώματος ἐφελκύσηται τὸν ἐρώμενον· αὕτη δὲ καὶ οἰκίας προΐσταται, καὶ τέκνων κοινωνεῖ, καὶ τῶν ἄλλων ἁπάντων. Θυγάτριον ἔχεις; ὅρα μὴ διαδέξηται τὴν βλάβην· φιλεῖ γάρ πως πρὸς τὰς ἀνατροφὰς τὰ ἤθη ῥυθμίζεσθαι, καὶ μιμεῖσθαι τὰ τῶν μητέρων ἤθη. Ἔσο ὑπόδειγμα τῇ θυγατρὶ σωφροσύνης, κόσμησαι τὸν κόσμον ἐκεῖνον, καὶ ὅρα πῶς τούτου καταφρονήσεις. Ὄντως γὰρ ἐκεῖνα κόσμος ἐστὶ, ταῦτα δὲ ἀκοσμία. Ἀρκεῖ τὰ εἰρημένα. Ὁ δὲ Θεὸς ὁ τὸν κόσμον ποιήσας, καὶ δοὺς ἡμῖν τὸν τῆς ψυχῆς κόσμον, κοσμήσειεν ἡμᾶς, καὶ τῇ αὑτοῦ δόξῃ ἀμφιάσειεν· ἵνα πάντες ἐν ἀγαθοῖς ἔργοις διαλάμποντες, καὶ εἰς δόξαν αὐτοῦ ζῶντες, δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι.

ΟΜΙΛΙΑ ΙΑʹ. Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν και ρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ

ἀποκρίνεσθαι. αʹ. Ὅπερ ὁ Χριστὸς πρὸς τοὺς μαθητὰς ἔλεγε, τοῦτο καὶ νῦν Παῦλος παραινεῖ. Τί δὲ ὁ Χριστὸς ἔλεγεν; Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡσεὶ ὄφεις, καὶ ἀκέραιοι ὡσεὶ περιστεραί. Τουτέστι, φυλακτικοὶ γίνεσθε, μηδεμίαν αὐτοῖς λαβὴν διδόντες καθ' ὑμῶν. ∆ιὰ γὰρ τοῦτο πρόσκειται, Πρὸς τοὺς ἔξω, ἵνα μάθωμεν, ὅτι πρὸς τὰ μέλη τὰ οἰκεῖα οὐ τοσαύτης ἡμῖν δεῖ ἀσφαλείας, ὅσης πρὸς τοὺς ἔξω. Ἔνθα μὲν γὰρ ἀδελφοὶ, εἰσὶ καὶ συγγνῶμαι πολλαὶ καὶ ἀγάπαι. ∆εῖ μὲν οὖν καὶ ἐνταῦθα ἀσφάλειαν εἶναι, πολλῷ δὲ πλέον ἔξω· οὐ γάρ ἐστιν ἴσον μεταξὺ ἐχθρῶν καὶ πολεμίων εἶναι, καὶ φίλων. Εἶτ' ἐπειδὴ ἐφόβησεν, ὅρα πῶς πάλιν θαῤῥύνει. Τὸν καιρὸν, φησὶν, ἐξαγοραζόμενοι· τουτέστι, βραχὺς ὁ παρὼν καιρός. Ταῦτα δὲ ἔλεγεν, οὐ