1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

59

Ἀλλ' οὐδὲν οὐδέπω εἴρηκα, καὶ τοσοῦτον τὸ μέσον θείς· οὐδὲ γὰρ εἰπεῖν δυνατὸν ὅσον. Ἆρ' οὖν θελήσεις σὺ παρὰ σκώληξιν δόξαν ἔχειν μεγάλην καὶ λαμπράν; Οὐδαμῶς. Εἰ τοίνυν ὁ δόξης ἐρῶν σὺ οὐκ ἂν θελήσαις τοῦτο· ὁ τοῦ πάθους ἀπηλλαγμένος τούτου, καὶ τοσοῦτον ἀνώτερος ὢν, πῶς ἂν ἐδεήθη τῆς παρὰ σοῦ δόξης; Ἀλλ' ὅμως καὶ μὴ δεόμενος, φησὶν 60.463 αὐτῆς ἐφίεσθαι διὰ σέ. Εἰ γὰρ γενέσθαι δοῦλος ὑπέμεινε διὰ σὲ, τί θαυμάζεις, εἰ καὶ τῶν ἄλλων ἀντέχεται τῆς αὐτῆς ἕνεκεν ὑποθέσεως; Οὐδὲν γὰρ ἡγεῖται ἀνάξιον ἑαυτοῦ, ὅπερ ἂν πρὸς τὴν σωτηρίαν φέρῃ τὴν ἡμετέραν. Ταῦτα οὖν εἰδότες, φεύγωμεν ἁμαρτίαν πᾶσαν, δι' ἧς αὐτὸς βλασφημεῖται. Ὡς γὰρ ἀπὸ προσώπου ὄφεως, φησὶ, φεῦγε ἀπὸ ἁμαρτίας. Ἐὰν προσέλθῃς πρὸς αὐτὴν, δήξεταί σε· οὐδὲ γὰρ αὐτὴ πρὸς ἡμᾶς ἔρχεται, ἀλλ' ἡμεῖς πρὸς αὐτὴν αὐτομολοῦμεν. Ὁ γὰρ Θεὸς καὶ τοῦτο κατεσκεύασεν ὥστε μὴ τυραννίδι περιγίνεσθαι τὸν διάβολον· ἦ γὰρ ἂν οὐδεὶς ἔστη πρὸς τὴν ἰσχὺν ἐκείνου. ∆ιὰ τοῦτο αὐτὸν ἀπῴκισεν ὥσπερ λῃστήν τινα καὶ τύραννον· κἂν μή τινα λάβῃ γυμνὸν καὶ ἔρημον εἰς τὰς αὐτοῦ καταδύσεις, οὐ τολμᾷ ἐπελθεῖν· ἂν μὴ τὴν ἔρημον ὁδεύοντας ἡμᾶς ἴδῃ, οὐ θαῤῥεῖ προσελθεῖν· ἔρημος δὲ καὶ διαβόλου τόπος οὐδὲν ἕτερον ἢ ἡ ἁμαρτία. ∆εῖ τοίνυν ἡμῖν τοῦ θυρεοῦ τῆς πίστεως, τῆς περικεφαλαίας τοῦ σωτηρίου, τῆς μαχαίρας τοῦ πνεύματος· οὐχ ἵνα μὴ πάθωμεν μόνον κακῶς, ἀλλ' ἵνα, κἂν ἐπιπηδῆσαι θελήσῃ, τὴν κεφαλὴν ἀποτέμωμεν ἐκείνου· δεῖ συνεχῶν ἡμῖν εὐχῶν, ἵνα συντριβῇ ὑπὸ τοὺς πόδας ἡμῶν. Ἀναίσχυντος γάρ ἐστι καὶ μιαρὸς, καὶ ταῦτα κάτωθεν μαχόμενος· ἀλλ' ὅμως καὶ οὕτω νικᾷ. Τὸ δὲ αἴτιον, ὅτι οὐ σπουδάζομεν ἡμεῖς ὑψηλότεροι τῶν ἐκείνου γενέσθαι πληγῶν· οὐδὲ γὰρ οἷός τέ ἐστιν ἐπαρθῆναι μέγα, ἀλλὰ κάτω σύρεται. Καὶ τούτου τύπος ὁ ὄφις. Εἰ δὲ ἐξ ἀρχῆς οὕτως αὐτὸν ἔταξεν ὁ Θεὸς, πολλῷ μᾶλλον νῦν. Εἰ δὲ ἀγνοεῖς τί ποτέ ἐστι τὸ κάτωθεν μάχεσθαι, ἐγώ σοι καὶ ἑρμηνεῦσαι τοῦ πολέμου τούτου τὸν τρόπον πειράσομαι. Τί ποτ' οὖν ἐστι τὸ κάτωθεν μάχεσθαι; Τὸ ἀπὸ τῶν κάτω πυκτεύειν πραγμάτων, ἀπὸ τῆς ἡδονῆς, ἀπὸ τοῦ πλούτου, ἀπὸ τῶν βιωτικῶν ἁπάντων. ∆ιὰ τοῦτο, ἂν ἴδῃ τινὰ πρὸς τὸν οὐρανὸν πετόμενον, πρῶτον μὲν οὐδὲ ἐπιπηδῆσαι πρὸς αὐτὸν δυνήσεται· δεύτερον δὲ, κἂν ἐπιχειρήσῃ, ταχέως πεσεῖται· οὐ γὰρ ἔχει πόδας, μὴ φοβηθῇς· οὐκ ἔχει πτερὰ, μὴ δείσῃς· ἐπὶ τῆς γῆς σύρεται, καὶ τοῖς ἐν τῇ γῇ πράγμασι. Μηδὲν οὖν σοι πρὸς τὴν γῆν ἔστω κοινὸν, καὶ οὐδὲ πόνου δεήσει. Οὐδὲ γὰρ οἶδε τὴν ἐξ ἐναντίας μάχην, ἀλλ' ὥσπερ ὄφις ταῖς ἀκάνθαις ἐγκρύπτεται τῇ ἀπάτῃ τοῦ πλούτου συνεχῶς ἐμφωλεύων. Κἂν ἐκτέμῃς τὰς ἀκάνθας, φεύξεται ῥᾳδίως δειλὸς γενόμενος, κἂν ἐπᾴδειν εἰδῇς αὐτῷ τὰς θείας ἐπῳδὰς, τρωθήσεται εὐθέως. Εἰσὶ γὰρ ἡμῖν, εἰσὶν ἐπῳδαὶ πνευματικαὶ, τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ τοῦ σταυροῦ δύναμις. Αὕτη ἡ ἐπῳδὴ οὐχὶ τῶν χηραμῶν ἐξάγει μόνον, καὶ εἰς πῦρ ἐμβάλλει τὸν δράκοντα, ἀλλὰ καὶ τραύματα ἰᾶται. Εἰ δὲ καὶ πολλοὶ λέγοντες οὐκ ἰάθησαν, παρὰ τὴν αὐτῶν ὀλιγοπιστίαν, οὐ παρὰ τὴν ἀσθένειαν τοῦ λεχθέντος· ἐπεὶ καὶ τὸν Ἰησοῦν οἱ μὲν ὤθουν καὶ ἔθλιβον, καὶ οὐδὲν ἐκέρδαινον· ἡ δὲ αἱμοῤῥοοῦσα οὐδὲ τοῦ σώματος ἁψαμένη, ἀλλ' αὐτοῦ τοῦ κρασπέδου μόνον, χρονίους ἔστησεν αἱμάτων πηγάς. Τοῦτο τὸ ὄνομα καὶ δαίμοσι φοβερὸν καὶ πάθεσι καὶ νοσήμασι. Τούτῳ τοίνυν καλλωπιζώμεθα, τούτῳ τειχίζωμεν ἑαυτούς. Οὕτω καὶ ὁ Παῦλος ἐγένετο μέγας, καίτοι τῆς αὐτῆς φύσεως ἡμῖν κἀκεῖνος ἦν, ἀλλ' ἡ πίστις αὐτὸν ἄλλον ἀντ' ἄλλου πεποίηκε, καὶ τοσαύτη ἦν ἡ περιουσία, ὡς καὶ τὰ ἱμάτια αὐτοῦ πολλὴν ἔχειν ἰσχύν. Ποίας οὖν ἂν εἴημεν ἀπολογίας ἄξιοι, εἴ γε ἐκείνων μὲν καὶ αἱ σκιαὶ καὶ τὰ ἱμάτια θάνατον ἤλαυνον, ἡμῶν δὲ οὐδὲ αἱ εὐχαὶ τὰ πάθη καταστέλλουσι; Τί οὖν τὸ αἴτιον; Πολλὴ τῆς γνώμης ἡ δια 60.464 φορά· ὡς τά γε τῆς φύσεως ἴσα καὶ κοινά· καὶ γὰρ ὁμοίως ἡμῖν καὶ ἐτέχθη καὶ ἐτράφη, καὶ τὴν γῆν ᾤκησε, καὶ ἀέρα ἀνέπνευσεν· ἀλλὰ τὰ ἄλλα πολὺ μείζων ἡμῶν ἦν καὶ βελτίων, τὸν ζῆλον, τὴν πίστιν, τὴν ἀγάπην. Μιμησώμεθα τοίνυν αὐτὸν, δῶμεν καὶ δι' ἡμῶν φθέγξασθαι τῷ Χριστῷ· ἐπιθυμεῖ