1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

60

ποικίλους εἶναι βουλόμενος, οὐδὲ ὑποκριτάς· τοῦτο γὰρ οὐ σοφίας, ἀλλὰ ἀνοίας· ἀλλὰ τί; Ἐν οἷς μὴ βλάπτουσι, φησὶ, μηδεμίαν αὐτοῖς δίδοτε λαβήν· ὃ καὶ πρὸς Ῥωμαίους γράφων φησίν· Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος, τὸ τέλος· τῷ τὴν τιμὴν, τὴν τιμήν. ∆ιὰ τὸ κήρυγμα μόνον ἔστω σοι πόλεμος, φησί· μηδεμίαν ἑτέραν ὁ πόλεμος οὗτος ἀρχὴν λαμβανέτω. Εἰ γὰρ μέλλοιεν ἡμῖν καὶ δι' ἕτερα ἀπεχθάνεσθαι, οὔτε μισθὸς ἡμῖν ἔσται, καὶ αὐτοὶ χείρους ἔσονται, καὶ δόξουσιν ἡμῖν δίκαια ἐγκαλεῖν· οἷον τὰ τελέσματα ἂν μὴ καταβάλλωμεν, τὰς τιμὰς τὰς προσηκούσας ἐὰν μὴ ἀποδιδῶμεν, ἂν μὴ ὦμεν ταπεινοί. Οὐχ ὁρᾷς Παῦλον, ἔνθα μηδὲν ἔβλαπτε τὸ κήρυγμα, πῶς ἐστι καθυφιείς; Ἄκουε γὰρ αὐτοῦ λέγοντος πρὸς τὸν Ἀγρίππαν· Μακάριον ἐμαυ 62.374 τὸν ἥγημαι ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον, μάλιστα γνώστην σε ὄντα τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων. Εἰ δὲ ἐνόμιζε δεῖν ὑβρίζειν τὸν ἄρχοντα, πάντα ἂν ἀνέτρεψεν. Ἄκουε δὲ καὶ τῶν περὶ τὸν μακάριον Πέτρον, πῶς ἐπιεικῶς ἀποκρίνονται τοῖς Ἰουδαίοις λέγοντες· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον, ἢ ἀνθρώποις. Καίτοι γε ἄνθρωποι τῆς ἑαυτῶν ψυχῆς ἀπεγνωκότες, καὶ ὑβρίζειν καὶ πᾶν ὁτιοῦν ποιεῖν ἠδύναντο· ἀλλὰ διὰ τοῦτο ἀπέγνωσαν τῆς ψυχῆς, ἵνα μὴ κενοδοξῶσι (κενοδοξίας γὰρ τοῦτό ἐστιν), ἀλλ' ἵνα κηρύσσωσι, καὶ ἵνα μετὰ παῤῥησίας πάντα φθέγγωνται· ἐκεῖνο δὲ ἀμετρίας ἐστίν· Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος· τουτέστι, μὴ εἰς ἀδιαφορίαν τὸ χαρίεν ἐκπίπτῃ. Ἔνι γὰρ καὶ χαριεντίζεσθαι, ἔνι καὶ μετὰ τῆς προσηκούσης κοσμιότητος τοῦτο ποιεῖν. Εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ὥστε οὐχ ὁμοίως πᾶσι διαλέγεσθαι χρὴ, Ἕλλησι λέγω καὶ ἀδελφοῖς. Οὐδαμῶς· ἐπεὶ τοῦτο τῆς ἐσχάτης ἀνοίας ἐστί. Τὰ κατ' ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος, καὶ σύνδουλος ἐν Κυρίῳ. Βαβαὶ, ὅση σοφία Παύλου! Πῶς οὐ πάντα ἐντίθησιν εἰς τὰς ἐπιστολὰς, ἀλλὰ τὰ ἀναγκαῖα καὶ τὰ κατεπείγοντα; Πρῶτον μὲν, οὐ βουλόμενος αὐτὰς εἰς μῆκος ἐκτείνειν· δεύτερον δὲ, καὶ τὸν ἀπερχόμενον αἰδεσιμώτερον ποιῶν, ἵνα ἔχῃ τι καὶ διηγεῖσθαι· τρίτον, δεικνὺς πῶς πρὸς αὐτὸν διάκειται· οὐ γὰρ ἂν αὐτῷ ταῦτα ἐνεχείρισεν. Ἔπειτα ἦν, ἃ οὐκ ἔδει διὰ γραμμάτων δηλωθῆναι. Ὁ ἀγαπητὸς, φησὶν, ἀδελφός. Εἰ ἀγαπητὸς, πάντα οἶδε, καὶ οὐδὲν αὐτὸν ἔκρυπτε. Καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ. Εἰ πιστὸς, οὐδὲν ψεύσεται· εἰ σύνδουλος, κεκοινώνηκε τῶν 62.375 πειρασμῶν· ὥστε αὐτῷ πάντοθεν τὸ ἀξιόπιστον συνήγαγεν. Ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο. Ἐνταῦθα τὴν ἀγάπην δείκνυσι τὴν πολλὴν, εἴ γε καὶ διὰ τοῦτο αὐτὸν ἀπέσταλκε, καὶ τῆς ἀποδημίας αἰτία αὕτη γέγονεν· ὃ καὶ Θεσσαλονικεῦσι γράφων ἔλεγε· ∆ιὸ μηκέτι στέγοντες ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν. Καὶ Ἐφεσίοις δὲ αὐτὸν τοῦτον πέμπει, καὶ ὑπὲρ τῆς αὐτῆς αἰτίας· Ἵνα γνῷ, φησὶ, τὰ περὶ ὑμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Ὅρα τί φησιν· Οὐχ ἵνα ὑμεῖς τὰ ἐμὰ μάθητε, ἀλλ' ἵνα ἐγὼ τὰ ὑμέτερα· οὕτως οὐδαμοῦ τὸ αὑτοῦ τίθησι. ∆είκνυσιν αὐτοὺς καὶ ἐν πειρασμοῖς ὄντας τῷ εἰπεῖν· Ἵνα παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Σὺν Ὀνησίμῳ τῷ ἀγαπητῷ καὶ πιστῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν. Πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. Ὀνήσιμος οὗτός ἐστι, περὶ οὗ γράφων τῷ Φιλήμονι ἔλεγεν· Ὃν ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ Εὐαγγελίου· χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι. Καὶ τὸ ἐγκώμιον δὲ προστίθητι τῆς πόλεως, ἵνα καὶ ἐγκαλλωπίζωνται, μὴ μόνον οὐκ ἐπαισχύνωνται. Ὅς ἐστι, φησὶν, ἐξ ὑμῶν· Πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου. βʹ. Οὐδὲν τούτου τοῦ ἐγκωμίου μεῖζον. Οὗτός ἐστιν ὁ ἀπὸ Ἱεροσολύμων ἀναχθεὶς μετ' αὐτοῦ. Μεῖζον εἶπε τῶν προφητῶν οὗτος· ἐκεῖνοι μὲν γὰρ ξένους καὶ παρεπιδήμους