60
μᾶλλον τοῦτο ἡμῶν αὐτὸς, καὶ διὰ τοῦτο τὸ ὄργανον κατεσκεύασε τοῦτο, καὶ οὐ θέλει μένειν ἄχρηστον αὐτὸ καὶ ἀργὸν, ἀλλ' ἀεὶ μετὰ χεῖρας ἔχειν αὐτὸ βούλεται. Τί τοίνυν οὐ παρασκευάζεις ἕτοιμον αὐτὸ τῇ τοῦ τεχνίτου χειρὶ, ἀλλὰ χαλᾷς τὰς νευρὰς, καὶ μαλακωτέρας ποιεῖς τῇ τρυφῇ, καὶ ἄχρηστον ὅλην κατασκευάζεις αὐτῷ τὴν κιθάραν, δέον ἐπισφίγγειν καὶ νευροῦν τὰ μέλη, καὶ ἐπιστύφειν τῷ ἅλατι τῷ πνευματικῷ; Ἂν γὰρ οὕτως ἡρμοσμένην αὐτὴν ἴδῃ, ἠχήσει καὶ διὰ τῆς ἡμετέρας ψυχῆς ὁ Χριστός. Τοιούτου δὲ γενομένου, καὶ ἀγγέλους ὄψει σκιρτῶντας καὶ ἀρχαγγέλους καὶ τὰ Χερουβίμ. Γενώμεθα τοίνυν ἄξιοι τῶν χειρῶν τῶν ἀμώμων· παρακαλέσωμεν αὐτὸν καὶ εἰς τὴν ἡμετέραν κροῦσαι καρδίαν· μᾶλλον δὲ οὐδὲ παρακλήσεως δεῖται· μόνον ἀξίαν αὐτὴν κατασκεύασον τῆς ἁφῆς ἐκείνης, καὶ αὐτὸς ἐπιδραμεῖταί σοι πρότερος. Εἰ γὰρ ὑπὲρ τῶν μελλόντων ἐπιτρέχει (οὔπω γὰρ τῷ Παύλῳ τοιούτῳ γεγενημένῳ τὸ ἐγκώμιον ὕφανεν), ὅταν ἀπηρτισμένον ἴδῃ, τί οὐκ ἐργάσεται; Ἂν δὲ Χριστὸς ἠχήσῃ, καὶ τὸ Πνεῦμα ἐπιπτήσεται πάντως, καὶ ἐσόμεθα τοῦ οὐρανοῦ βελτίους, οὐχ ἥλιον ἔχοντες ἐνεστιγμένον τῷ σώματι καὶ σελήνην, ἀλλὰ τὸν ἡλίου καὶ σελήνης καὶ ἀγγέλων ∆εσπότην ἐνοικοῦντα καὶ ἐμπεριπατοῦντα ἡμῖν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα νεκροὺς ἀναστήσωμεν, οὐδὲ λεπροὺς ἵνα καθάρωμεν, ἀλλ' ἵνα τὸ πάντων τούτων σημεῖον μεῖζον ἐπιδειξώμεθα, τὴν ἀγάπην. Ὅπου γὰρ ἂν ᾖ τοῦτο τὸ καλὸν, εὐθέως καὶ ὁ Υἱὸς ἐφίσταται μετὰ τοῦ Πατρὸς, καὶ ἡ τοῦ Πνεύματος ἐπιφοιτᾷ χάρις. Οὗ γὰρ ἐὰν ὦσι, φησὶ, δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ὃ πολλῆς διαθέσεώς ἐστι καὶ τῶν σφόδρα φιλούντων, τοὺς φιλουμένους ἑκατέρωθεν ἔχειν. Καὶ τίς οὕτως ἄθλιος, φησὶν, ὡς μὴ βούλεσθαι τὸν Χριστὸν ἔχειν μέσον; Ἡμεῖς οἱ πρὸς ἀλλήλους στασιάζοντες. Καὶ τάχα μου καταγελάσεταί τις καὶ ἐρεῖ, Τί λέγεις; ὁρᾷς πάντας ἡμᾶς ὑπὸ τοῖς αὐτοῖς τείχεσιν ὄντας, ὑπὸ τὸν αὐτὸν τῆς ἐκκλησίας σηκὸν, ὑπὸ τὴν αὐτὴν μάνδραν μεθ' ὁμονοίας ἑστῶτας, οὐδένα μαχόμενον, ὑπὸ τῷ αὐτῷ ποιμένι κοινῇ βοῶντας, κοινῇ τῶν λεγομένων ἀκροωμένους, κοινῇ τὰς εὐχὰς ἀναπέμποντας, καὶ μάχης μέμνησαι καὶ στάσεως; Μάχης μέμνημαι, καὶ οὐ μαίνομαι οὐδὲ ἐξέστηκα. Ὁρῶ μὲν γὰρ ἃ ὁρῶ, καὶ οἶδα ὅτι ὑπὸ τὸν σηκὸν τὸν αὐτόν ἐσμεν καὶ τὸν ποιμένα. ∆ιὰ τοῦτο δὲ μάλιστα θρηνῶ, ὅτι τοσούτων ἡμᾶς συναγόντων πραγμάτων, στασιάζομεν. Καὶ ποίαν στάσιν, φησὶν, εἶδες ἐνταῦθα; Ἐνταῦθα μὲν οὐδεμίαν· ἐπειδὰν δὲ διαλυθῶμεν, ὁ δεῖνα τὸν δεῖνα κατηγορεῖ, ἕτερος ὑβρίζει φανερῶς, ἄλλος βασκαίνει, πλεονεκτεῖ καὶ ἁρπάζει. καὶ βιάζεται ἕτερος, ἄλλος ἐρᾷ κακῶς, ἄλλος μυρίους ῥάπτει δόλους. Καὶ εἰ τὰς ψυχὰς ἡμῶν ἐκκαλύψαι ἐνῆν, τότε ἂν εἴδετε ταῦτα πάντα ἀκριβῶς, καὶ ἔγνωτε ὅτι οὐ μαίνομαι. ηʹ. Οὐχ ὁρᾶτε ἐν τοῖς στρατοπέδοις, ὅτι εἰρήνης μὲν οὔσης, τὰ ὅπλα ἀποθέμενοι, γυμνοὶ καὶ ἄφρακτοι εἰς τὸ τῶν πολεμίων στρατόπεδον διαβαίνουσιν; Ὅταν δὲ φράττωνται ὅπλοις, καὶ φυλακαὶ καὶ προφυλακαὶ καὶ ἄγρυπνοι νύκτες, καὶ πυρὰ καίεται διηνεκὴς, οὐκέτι 60.465 εἰρήνη τὸ τοιοῦτον, ἀλλὰ πόλεμος. Τοῦτο καὶ ἐφ' ἡμῶν ἔστιν ἰδεῖν· καὶ γὰρ ἀλλήλους φυλαττόμεθα καὶ δεδοίκαμεν καὶ πρὸς τὸ οὖς ἕκαστος τῷ πλησίον διαλεγόμεθα, κἂν παραγενόμενον ἕτερον ἴδωμεν, σιγῶμεν καὶ ἐκ τοῦ μέσου συστέλλομεν ἅπαντα· ὅπερ οὐκ ἔστι θαῤῥούντων, ἀλλὰ σφόδρα φυλαττομένων. Ἀλλὰ ταῦτα ποιοῦμεν, φησὶν, οὐχ ὥστε ἀδικῆσαι, ἀλλ' ὥστε μὴ ἀδικηθῆναι. ∆ιὰ τοῦτο πενθῶ, ὅτι μεταξὺ ζῶντες ἀδελφῶν, φυλακῆς δεόμεθα πρὸς τὸ μὴ ἀδικηθῆναι, καὶ πυρὰ καίομεν τοσαῦτα, καὶ φυλακὰς καὶ προφυλακὰς τίθεμεν. Τὸ δὲ αἴτιον, πολὺ τὸ ψεῦδος, πολὺς ὁ δόλος, πολλὴ τῆς ἀγάπης ἡ ἀναίρεσις, καὶ πόλεμος ἄσπονδος. ∆ιά τοι τοῦτο πολλοὺς εὕροι τις ἂν Ἕλλησι θαῤῥοῦντας μᾶλλον ἢ Χριστιανοῖς· καίτοι πόσης ἂν εἴη αἰσχύνης ἄξια ταῦτα; πόσων δακρύων, πόσων οἰμωγῶν; Καὶ τί πάθω, φησί; δυστροπός ἐστιν ὁ δεῖνα καὶ μοχθηρός. Καὶ ποῦ τὰ τῆς φιλοσοφίας τῆς σῆς; ποῦ δὲ οἱ νόμοι οἱ ἀποστολικοὶ οἱ κελεύοντες ἀλλήλων τὰ βάρη βαστάζειν; Εἰ γὰρ ἀδελφῷ χρήσασθαι οὐκ οἶδας, πότε δυνήσῃ χρήσασθαι ἀλλοτρίῳ