1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

60

ἡγεμόνα βασιλέως Βαβυλῶνος, ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρὶ, καὶ ζή σεις σὺ καὶ ὁ οἶκός σου. Ἐὰν δὲ μὴ ἐξέλθῃς σὺ πρὸς τοὺς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας Χαλ δαίων, καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ, καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτῶν. Ταῦτα πολλάκις προείρηκεν· ἀναγκαῖον δὲ ζητῆσαι, τί δήποτε ἐξιοῦσι μὲν ὑπισχνεῖται τὴν σωτηρίαν, μὴ ἐξιοῦσι δὲ τὸν ὄλεθρον ἀπειλεῖ. Ὅρκους ὁ Σεδεκίας ἐδεδώκει τῷ Ναβουχοδονόσορ, ἡνίκα αὐτὸν προυβάλετο εἰς βασι λέα, ὡς τὸν φόρον τελέσει, καὶ εὔνοιαν περὶ τὸν κεχειροτονηκότα φυλάξει· ὀλίγου δὲ χρόνου διελθόν τος, παραβὰς τὰ συγκείμενα, οὔτε τὸν δασμὸν ἐτέ λεσε, καὶ πρὸς Αἰγυπτίους κατέφυγεν. Ὁ ∆εσπότης τοίνυν Θεὸς, ἐπειδὴ οὐ κατ' εἰδώλων ἀψύχων τοὺς ὅρκους ἐποιήσατο, ἀλλὰ κατ' αὐτοῦ τοῦ τῶν ὅλων ∆ημιουργοῦ, καὶ τούτους παραβῆναι τετόλμηκεν, ἐξ ελθεῖν κελεύει πρὸς τοὺς Χαλδαίους, καὶ ταύτῃ θερα πεῦσαι τὴν τῶν ὅρκων παράβασιν· ὁ μέντοι Σεδε κίας τῷ προφήτῃ φησίν· ιθʹ. Ἐγὼ λόγον ἔχω τῶν Ἰουδαίων τῶν προσπεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονται μου. ∆έδια, φησὶ, μὴ τοῖς αὐτομόλοις καταγέλαστος γένω μαι· ἀλλ' ὅμως πάλιν αὐτὸς ὁ προφήτης προτρέ πει, καὶ ἀπειθοῦντι προσφέρει τὴν ἀπειλήν. κβʹ. Ἰδοὺ γὰρ, φησὶ, πᾶσαι αἱ γυναῖκες, αἱ καταλειφθεῖσαι ἐν οἴκῳ βασιλέως Ἰούδα, ἐξ άγονται πρὸς τοὺς ἄρχοντας βασιλείας Βαβυλῶ νος, καὶ αὗται λέγουσιν. Ἠπάτησάν σε, καὶ ἠδυνήθησάν σοι ἄνδρες εἰρηνικοί σου, καὶ κατ ισχύσουσί σου ἐν ὀλισθήματι ποδός σου. ∆έδιας, φησὶ, μὴ τοῖς αὐτομόλοις ἐπίχαρτος γένῃ· ὄψῃ μετὰ ταῦτα τῆς πόλεως ἁλούσης, ἐκ τῶν βασι λείων γυναῖκας ἑλκομένας, καὶ ἀναμιμνησκούσας σε τῆς τῶν ψευδοπροφητῶν ἀπάτης, καὶ λεγούσας, ὅτι Τούτων σοι γεγένηνται πρόξενοι οἱ τὴν εἰρήνην ὑποσχόμενοι, καὶ τῆς παρὰ σοῦ τιμῆς ἀπολαύσαν τες, καὶ διὰ ταύτην σε τὴν αἰτίαν ἐκ τῶν θείων νόμων ὀλισθῆσαι παρασκευάσαντες. κγʹ. Καὶ πάσας τὰς γυναῖκάς σου, καὶ τὰ τέκνα σου ἐξάξουσι πρὸς τοὺς Χαλδαίους. Καὶ ἡ πόλις δὲ, φησὶν, ἐμπρησθήσεται, καὶ σὺ δορυάλωτος ἀπ αχθήσῃ. Ἀλλ' ὁ ἐμβρόντητος βασιλεὺς ἀπειθῶν διετέ λεσε. Τῷ μέντοι προφήτῃ παρηγγύησε, μηδενὶ τῶν ἀρχόντων μηνύσαι τὰ εἰρημένα· εἰπεῖν δὲ, ὡς Ἠντι βόλησα τὸν βασιλέα, μὴ εἰς ἐκείνην μεταπέμψαι με τὴν χαλεπωτάτην εἱρκτήν. Εἶτα διηγεῖται, ὡς ἀφ ίκοντο, καὶ μαθεῖν ἐπειράθησαν τὰ εἰρημένα τῷ βασιλεῖ, καὶ ὡς ἔπεισεν αὐτοὺς τὰ περὶ τοῦ δεσμω τηρίου διεξελθών. ΚΕΦΑΛ. ΛΘʹ. Ἐντεῦθεν λοιπὸν τὰ κατὰ τὴν ἅλωσιν διηγεῖται, καί φησι τῷ μὲν ἐννάτῳ ἔτει τῆς Σεδεκίου βασι λείας τοὺς Βαβυλωνίους ἐπιστρατεῦσαι· τῷ δὲ ἑν δεκάτῳ ἔτει τοῦ Σεδεκίου, ἐν τῷ μηνὶ τῷ τετάρτῳ, ἐννάτῃ τοῦ μηνὸς, τὸ μὲν τεῖχος καταβληθῆναι, τοὺς δὲ πολεμίους ὁρμῆσαι κατὰ τῆς πόλεως. Τούτου δὲ γενομένου, ἀπέδραμε Σεδεκίας, καὶ οἱ ἐπὶ ῥώμῃ σεμνυνόμενοι πάντες. Καταδιώξαντες δὲ οἱ Χαλδαῖοι ἔφθασαν αὐτὸν, καὶ συνέλαβον παρὰ τὴν Ἱεριχὼ πόλιν. Ἀραβὸθ δὲ Ἱεριχὼ ἀπὸ δυσμῶν τῆς Ἱεριχὼλέγει· "Ἀπήγαγον δὲ αὐτὸν εἰς Ῥεβλαθὰ τῆς Ἐμάθ." Τελεῖ δὲ τοῦτο ὑπὸ τὴν Ἔμεσαν· ὡς εἶναι δῆλον, ὅτι Ἐμὰθ ἐνταῦθα τὴν Ἔμεσαν καλεῖ. "Καὶ ἐλάλησε μετ' αὐτοῦ κρίματα. Ἀντὶ τοῦ, διήλεγξε τὴν τῶν ὅρκων παράβασιν, τὴν περὶ τὸν εὐεργετηκότα, καὶ βασιλέα κεχειροτονηκότα, δύσνοιάν τε καὶ ἀχαριστίαν. ∆ιελέγξας δὲ τὴν ἀδικίαν, ἐπι φέρει τὴν τιμωρίαν· καὶ πρῶτον μὲν, ὁρῶντος αὐτοῦ, κατασφάττει τοὺς παῖδας, καὶ πάντας τοὺς ἐν τέλει καὶ ἀξιωτάτους· οὕτω δὲ αὐτὸν κολάσας τῇ τῶν ἀνιαρῶν θεωρίᾳ, τὸ βλέπειν ἀφείλετο. ∆ιηγεῖται δὲ ὅπως καὶ τὰ βασίλεια, καὶ τοὺς ἄλλους οἴκους ἐν έπρησαν, καὶ