1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

61

τοῦτο συμπεπηγὸς καὶ οὐ διηρθρωμένον τὰ κῶλα. Τὴν δὲ τροφὴν, ὥσπερ ἔφαμεν, ἡ προνομαία χαμόθεν ἐπὶ τὸ ὕψος διακομίζει, ὀφιώδης τις οὖσα καὶ ὑγροτέρα τὴν φύσιν. Οὕτως ἀληθὴς ὁ λόγος, ὅτι οὐδὲν περιττὸν οὐδὲ ἐλλεῖπον ἐν τοῖς κτισθεῖσι δυνατὸν εὑρεθῆναι. Τοῦτο μέντοι τοσοῦτον ὂν τῷ μεγέθει ὑποχείριον ἡμῖν κατέστησεν ὁ Θεὸς (ὥστε καὶ διδασκόμενον συνιέναι, καὶ τυπτόμενον καταδέχεσθαι), ἐναργῶς ἡμᾶς ἐκδιδάσκων, ὅτι πάντα ὑπέταξεν ἡμῖν, διὰ τὸ κατ' εἰκόνα ἡμᾶς πεποιῆσθαι τοῦ κτίσαντος. Οὐ μόνον δὲ ἐν τοῖς μεγάλοις τῶν ζῴων τὴν ἀνεξιχνίαστον σοφίαν ἔξεστι κατιδεῖν, ἀλλὰ καὶ ἐν τοῖς μικροτάτοις οὐδὲν ἔλαττον συναγεῖραι τὸ θαῦμα. Ὥσπερ γὰρ οὐ μᾶλλον θαυμάζω τὰς μεγάλας τῶν ὀρῶν κορυφὰς, αἳ τῷ πλησίον εἶναι τῶν νεφῶν τῇ συνεχεῖ περιπνοίᾳ διασώζουσι τὸ χειμέριον, ἢ τὴν ἐν ταῖς φάραγξι κοιλότητα, οὐ μόνον τὸ δυσήνεμον τῶν ὑψηλῶν διαφεύγουσαν, ἀλλὰ καὶ ἀλεεινὸν ἀεὶ τὸν ἀέρα συνέχουσαν· οὕτως καὶ ἐν ταῖς τῶν ζῴων κατασκευαῖς οὐ μᾶλλον ἄγαμαι τὸν ἐλέφαντα τοῦ μεγέθους, ἢ τὸν μῦν, ὅτι φοβερός ἐστι τῷ ἐλέφαντι· ἢ τὸ λεπτότατον τοῦ σκορπίου κέντρον, πῶς ἐκοίλανεν ὥσπερ αὐλὸν ὁ τεχνίτης, ὥστε δι' αὐτοῦ τὸν ἰὸν τοῖς τρωθεῖσιν ἐνίεσθαι. Καὶ μηδεὶς ἐγκαλείτω τούτου ἕνεκεν τῷ ποιητῇ, ὅτι ἰοβόλα ζῷα καὶ φθαρτικὰ καὶ πολέμια τῇ ζωῇ ἡμῶν ἐπεισήγαγεν· ἢ οὕτω δ' ἄν τις καὶ παιδαγωγῷ ἐγκαλοίη εἰς τάξιν ἄγοντι τὴν εὐκολίαν τῆς νεότητος, καὶ πληγαῖς καὶ μάστιξι τὸ ἀκόλαστον σωφρονίζοντι. 9.6 Πίστεώς ἐστιν ἀπόδειξις τὰ θηρία. Πέποιθας ἐπὶ Κύριον; Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Καὶ ἔχεις τὴν διὰ πίστεως ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ἢ οὐχ ὁρᾷς ὅτι φρυγανιζομένῳ τῷ Παύλῳ ἐνάψας ὁ ἔχις οὐδεμίαν προσετρίψατο βλάβην, διὰ τὸ πλήρη πίστεως εὑρεθῆναι τὸν ἅγιον; Εἰ δὲ ἄπιστος εἶ, φοβοῦ μὴ μᾶλλον τὸ θηρίον ἢ τὴν σεαυτοῦ ἀπιστίαν, δι' ἧς πάσῃ φθορᾷ σεαυτὸν εὐάλωτον κατεσκεύασας. Ἀλλὰ γὰρ αἰσθάνομαι πάλαι τὰ περὶ τῆς τοῦ ἀνθρώπου γενέσεως ἀπαιτούμενος, καὶ μονονουχὶ ἀκούειν δοκῶ μοι τῶν ἀκροατῶν ἐν ταῖς καρδίαις καταβοώντων, ὅτι τὰ μὲν ἡμέτερα ὁποῖά τινά ἐστι τὴν φύσιν διδασκόμεθα, ἡμᾶς δὲ αὐτοὺς ἀγνοοῦμεν. Ἀνάγκη οὖν εἰπεῖν, τὸν κατέχοντα ἡμᾶς ὄκνον παρωσαμένους. Τῷ ὄντι γὰρ ἔοικε πάντων εἶναι χαλεπώτατον ἑαυτὸν ἐπιγνῶναι. Οὐ γὰρ μόνον ὀφθαλμὸς τὰ ἔξω βλέπων ἐφ' ἑαυτὸν οὐ κέχρηται τῷ ὁρᾶν, ἀλλὰ καὶ αὐτὸς ἡμῶν ὁ νοῦς, ὀξέως τὸ ἀλλότριον ἁμάρτημα καταβλέπων, βραδύς ἐστι πρὸς τὴν τῶν οἰκείων ἐλαττωμάτων ἐπίγνωσιν. ∆ιὰ τοῦτο καὶ νῦν ὁ λόγος, ὀξέως ἐπελθὼν τὰ ἀλλότρια, νωθρός ἐστι καὶ ὄκνου πλήρης πρὸς τὴν τῶν οἰκείων ἐξέτασιν· καίτοι οὐ μᾶλλον ἐξ οὐρανοῦ καὶ γῆς τὸν Θεὸν ἔστιν ἐπιγνῶναι, ἢ καὶ ἐκ τῆς οἰκείας ἡμῶν κατασκευῆς, τόν γε συνετῶς ἑαυτὸν ἐξετάσαντα· ὥς φησιν ὁ προφήτης· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· τουτέστιν, ἐμαυτὸν καταμαθὼν, τὸ ὑπερβάλλον τῆς ἐν σοὶ σοφίας ἐξεδιδάχθην. Καὶ εἶπεν ὁ Θεὸς, ποιήσωμεν ἄνθρωπον. Ποῦ μοι ὁ Ἰουδαῖος, ὃς, ἐν τοῖς κατόπιν, ὥσπερ διὰ θυρίδων τινῶν, τοῦ τῆς θεολογίας φωτὸς διαλάμποντος, καὶ δευτέρου προσώπου τοῦ ὑποδεικνυμένου μὲν μυστικῶς, οὔπω δὲ ἐναργῶς ἐκφανέντος, πρὸς τὴν ἀλήθειαν ἀπεμάχετο, αὐτὸν ἑαυτῷ λέγων τὸν Θεὸν διαλέγεσθαι; Αὐτὸς γὰρ εἶπε, φησὶ, καὶ αὐτὸς ἐποίησε. Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. Ἦν μὲν οὖν καὶ τότε πρόχειρος ἐν τοῖς παρ' αὐτῶν λεγομένοις ἡ ἀτοπία. Τίς γὰρ χαλκεὺς, ἢ τέκτων, ἢ σκυτοτόμος, ἐπὶ τῶν ὀργάνων τῆς τέχνης μόνος καθήμενος, οὐδενὸς αὐτῷ συνεργοῦντος, λέγει αὐτὸς ἑαυτῷ, ποιήσωμεν τὴν μάχαιραν, ἢ συμπήξωμεν τὸ ἄροτρον, ἢ ἀπεργασώμεθα τὸ ὑπόδημα· ἀλλ' οὐχὶ σιωπῇ τὴν ἐπιβάλλουσαν ἐνέργειαν ἐκτελεῖ; Φλυαρία γὰρ τῷ ὄντι δεινὴ, ἄρχοντά τινα ἑαυτοῦ καὶ ἐπιστάτην καθῆσθαι, δεσποτικῶς ἑαυτοῦ καὶ σφοδρῶς κατασπεύδοντα. Ἀλλ' ὅμως οἱ αὐτὸν τὸν Κύριον συκοφαντῆσαι μὴ κατοκνήσαντες, τί οὐκ ἂν εἴποιεν γεγυμνασμένην πρὸς τὸ ψεῦδος τὴν γλῶσσαν ἔχοντες; Ἡ μέντοι