1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

61

καλῶς; εἰ τὸ μέλος τὸ σὸν οὐκ ἐπίστασαι μεταχειρίσασθαι, πότε τὸν ἔξωθεν ἐπισπάσασθαι δυνήσῃ καὶ συνάψαι ἑαυτῷ; Ἀλλὰ τί πάθω; Σφόδρα δυσχερῶς ἔχω πρὸς δακρύων ἐπιῤῥοὴν, ἐπεὶ πηγὰς ἂν ἀφῆκα δαψιλεῖς ἀπὸ τῶν ὀφθαλμῶν, κατὰ τὸν προφήτην ἐκεῖνον, μυρίους πολέμους ἐπὶ τοῦ πεδίου τούτου βλέπων ἐκείνων χαλεπωτέρους. Ὁ μὲν γὰρ βαρβάρους ἐπιόντας ὁρῶν, ἔλεγε, Τὴν κοιλίαν μου ἀλγῶ· ἐγὼ δὲ ὑφ' ἑνὶ στρατηγῷ παραταττομένους βλέπων, εἶτα κατ' ἀλλήλων ἱσταμένους καὶ δάκνοντας καὶ σπαράττοντας τὰ ἀλλήλων μέλη, τοὺς μὲν διὰ χρήματα, τοὺς δὲ διὰ δόξαν, τοὺς δὲ ἁπλῶς καὶ εἰκῆ καταγελῶντας καὶ καταχλευάζοντας, καὶ μυρία τραύματα ἀλλήλοις ἐπάγοντας, καὶ νεκροὺς τῶν ἐν πολέμῳ χαλεπωτέρους, καὶ τὸ τῶν ἀδελφῶν ὄνομα ψιλὸν μόνον λοιπὸν ὂν, οὐδὲ ἔχω τινὰ ἄξιον τῆς τραγῳδίας ταύτης ἐπινοῆσαι θρῆνον. Αἰδέσθητε τοίνυν, αἰδέσθητε τὴν τράπεζαν ταύτην, ἧς κοινωνοῦμεν ἅπαντες, τὸν δι' ἡμᾶς σφαγέντα Χριστὸν, τὸ θῦμα τὸ ἐπ' αὐτῆς κείμενον. Λῃσταὶ κοινωνοῦντες ἁλῶν, οὐκέτι εἰσὶ λῃσταὶ πρὸς οὓς ἂν κοινωνήσωσιν, ἀλλὰ μεταβάλλει τὸν τρόπον ἡ τράπεζα, καὶ τοὺς τῶν θηρίων ἀγριωτέρους προβάτων ἡμερωτέρους ποιεῖ· ἡμεῖς δὲ τοιαύτης τραπέζης μετέχοντες, τοιαύτης κοινωνοῦντες τροφῆς, ὁπλιζόμεθα κατ' ἀλλήλων, δέον κατὰ τοῦ πᾶσιν ἡμῖν πολεμοῦντος διαβόλου τοῦτο ποιεῖν. ∆ιά τοι τοῦτο ἡμεῖς μὲν ἀσθενέστεροι, ἐκεῖνος δὲ ἰσχυρότερος καθ' ἑκάστην γίνεται τὴν ἡμέραν. Οὐ γὰρ μετ' ἀλλήλων φραττόμεθα κατ' ἐκείνου, ἀλλὰ μετ' ἐκείνου κατ' ἀλλήλων ἱστάμεθα, καὶ αὐτῷ στρατηγῷ πρὸς τὰς τοιαύτας χρώμεθα παρατάξεις, δέον αὐτῷ μόνῳ πολεμεῖν. Νυνὶ δὲ ἐκεῖνον ἀφέντες, κατὰ τῶν ἀδελφῶν τὰ τόξα τείνομεν. Ποῖα τόξα, φησί; Τὰ ἀπὸ γλώττης καὶ στόματος. Οὐδὲ γὰρ ἀκόντια καὶ βέλη μόνον, ἀλλὰ καὶ ῥήματα πολὺ τῶν βελῶν πικρότερα ἐργάζεται τραύματα. Καὶ πῶς δυνησόμεθα τοῦτον καταλῦσαι τὸν πόλεμον, φησίν; Ἂν ἐννοήσῃς, ὅτι τὸν ἀδελφὸν λέγων κακῶς, βόρβορον ἀπὸ τοῦ στόματός σου προχέεις, ἂν ἐννοήσῃς, ὅτι τὸ μέλος τοῦ Χριστοῦ διαβάλλεις, ὅτι τὰς σάρκας κατεσθίεις τὰς σὰς, ὅτι τὸ δικαστήριόν σοι πικρότερον ποιεῖς τὸ φοβερὸν ἐκεῖνο καὶ ἀδέκαστον, ὅτι τὸ βέλος οὐ τὸν πληγέντα, ἀλλὰ σὲ τὸν τοξεύσαντα ἀναιρεῖ. Ἀλλ' ἠδίκησέ τι καὶ κακῶς ἐποίησε; Στέναξον, μὴ κακῶς εἴπῃς· δάκρυσον, μὴ διὰ τὴν σὴν ἀδικίαν, ἀλλὰ διὰ τὴν ἀπώλειαν τὴν ἐκείνου, καθὼς καὶ ὁ σὸς ∆εσπότης τὸν Ἰούδαν ἐδάκρυσεν, οὐκ ἐπειδὴ 60.466 αὐτὸς ἐσταυροῦτο, ἀλλ' ἐπειδὴ ἐκεῖνος προεδίδου. Ὕβρισέ σε καὶ ἐλοιδόρησε; Παρακάλεσον τὸν Θεὸν ὥστε ἵλεων αὐτῷ γενέσθαι ταχέως. Ἀδελφός ἐστι σὸς, τὰς αὐτάς σοι ἔλυσεν ὠδῖνας· μέλος ἐστὶ σὸν, ἐπὶ τὴν αὐτὴν ἐκλήθη τράπεζαν. Ἀλλὰ πλέον ἐπεμβαίνει μοι, φησίν. Οὐκοῦν μείζων καὶ πλείων ὁ μισθός. Ταύτῃ μάλιστα τὸν θυμὸν ἀφεῖναι δίκαιον, ἐπειδὴ καιρίαν ἐδέξατο τὴν πληγὴν, ἐπειδὴ ἔτρωσεν αὐτὸν ὁ διάβολος. θʹ. Μὴ τοίνυν ἐπιπλήξῃς καὶ σὺ, μηδὲ καταβάλῃς σαυτὸν μετ' ἐκείνου· ἕως μὲν γὰρ ἂν ἕστηκας, δύνασαι κἀκεῖνον διασῶσαι· ἂν δὲ σαυτὸν καταῤῥήξῃς διὰ τοῦ ἀνθυβρίσαι, τίς ὑμᾶς ἀναστήσει λοιπόν; ἐκεῖνος ὁ τρωθείς; Ἀλλ' οὐ δυνήσεται κείμενος. Ἀλλὰ σὺ ὁ πεσὼν μετ' ἐκείνου; Καὶ πῶς, οὐκ ἀρκέσας σεαυτῷ χεῖρα δοῦναι, ἰσχύσεις ἑτέρῳ; Στῆθι τοίνυν γενναίως, καὶ τὴν ἀσπίδα προβαλλόμενος, καὶ νεκρὸν ὄντα ἕλκυσον ἀπὸ τῆς μάχης τὸν σὸν ἀδελφὸν διὰ τῆς μακροθυμίας. Ἔτρωσεν αὐτὸν ὁ θυμός; Μὴ τρώσῃς καὶ σὺ, ἀλλὰ καὶ τὸ πρότερον ἔκβαλε βέλος. Ἂν γὰρ οὕτως ἀλλήλοις ὁμιλῶμεν, ταχέως πάντες ὑγιεῖς ἐσόμεθα· ἂν δὲ κατ' ἀλλήλων ὁπλιζώμεθα, οὐδὲ τοῦ διαβόλου χρεία λοιπὸν πρὸς τὴν ἡμετέραν ἀπώλειαν. Ἅπας μὲν γὰρ ὁ πόλεμος χαλεπὸς, μάλιστα δὲ ὁ ἐμφύλιος. Οὗτος δὲ καὶ τοῦ ἐμφυλίου χαλεπώτερος, ὅσῳ μείζονα τῆς πολιτείας ἡμῖν τὰ δικαιώματα, μᾶλλον δὲ καὶ τῆς συγγενείας αὐτῆς. Ἀπέκτεινέ ποτε τὸν Ἄβελ ὁ ἀδελφὸς, καὶ αἷμα ἐξέχεε συγγενικόν· ἀλλ' οὗτος ἐκείνου παρανομώτερος ὁ φόνος, ὅσῳ καὶ τὰ τῆς ἀγχιστείας μείζω, καὶ τὰ τοῦ θανάτου χαλεπώτερα. Ἐκεῖνος μὲν γὰρ τὸ σῶμα ἔτρωσε, σὺ δὲ κατὰ τῆς ψυχῆς τὸ ξίφος