62
ἠκόνησας. Ἀλλ' ἔπαθες πρῶτος κακῶς; Ἀλλ' οὐ τὸ παθεῖν, ἀλλὰ τὸ ποιῆσαι κακῶς, τοῦτό ἐστι τὸ παθεῖν κακῶς. Σκόπει δέ· ἔσφαξεν ὁ Κάϊν, ἐσφάγη ὁ Ἄβελ· τίς οὖν ἦν ὁ νεκρός; Ὁ μετὰ τὸν θάνατον βοῶν· Φωνὴ γὰρ, φησὶ, τοῦ αἵματος Ἄβελ τοῦ ἀδελφοῦ σου βοᾷ πρός με· ἢ ὁ ἐν τῷ ζῇν τρέμων καὶ δεδοικώς; Οὗτος γὰρ, οὗτος νεκροῦ παντὸς ἐλεεινότερος ἦν. Εἶδες πῶς βέλτιον τὸ ἀδικεῖσθαι, κἂν μέχρι φόνου τις χωρῇ; Μάθε πῶς χεῖρον τὸ ἀδικεῖν, κἂν μέχρις αἵματός τις ἰσχύσῃ. Ἔπληξε καὶ κατέβαλε τὸν ἀδελφὸν ἐκεῖνος, ἀλλ' ὁ μὲν ἐστεφανοῦτο, ὁ δὲ ἐκολάζετο· ἀνῃρέθη καὶ ἐσφάγη παρὰ τὸ δίκαιον ὁ Ἄβελ, ἀλλ' ὁ μὲν τελευτῶν κατηγόρει καὶ ἀνῄρει καὶ ἐχειροῦτο· ὁ δὲ καὶ ζῶν ἐσίγα καὶ ᾐσχύνετο καὶ ἡλίσκετο, καὶ τοὐναντίον οὗπερ ἤθελε κατεσκεύαζεν. Ἀνῄρει γὰρ, ἐπειδὴ ἀγαπώμενον εἶδε, προσδοκῶν καὶ τῆς ἀγάπης ἐκβάλλειν αὐτόν· ἐπέτεινε δὲ τὸ φίλτρον μειζόνως, καὶ ἀποθανόντα μᾶλλον ὁ Θεὸς αὐτὸν ἐπεζήτει, Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; λέγων. Οὐ γὰρ ἔσβεσας τὸν πόθον τῷ φθόνῳ, ἀλλ' ἀνῆψας μᾶλλον· οὐκ ἠλάττωσας τὴν τιμὴν τῇ σφαγῇ, ἀλλ' ἐπέτεινας πλέον. Πρὸ τούτου μὲν γάρ σοι καὶ ὑπέταξεν αὐτὸν ὁ Θεός· ἐπειδὴ δὲ αὐτὸν ἀνεῖλες, καὶ τετελευτηκώς σε τιμωρήσεται· τοσοῦτον ἐμοὶ παρ' αὐτοῦ τὸ φίλτρον. Τίς οὖν ἦν ὁ καταδικασθείς; ὁ κολάζων, ἢ ὁ κολαζόμενος; ὁ τοσαύτης ἀπολαύων παρὰ τῷ Θεῷ τιμῆς, ἢ ὁ καινῇ τινι καὶ παραδόξῳ διδόμενος τιμωρίᾳ; Οὐκ ἐφοβήθης αὐτὸν ζῶντα, φησίν· οὐκοῦν φοβήθητι τελευτήσαντα· οὐκ ἔτρεμες μέλλων ἐπάγειν τὸ ξίφος· ληφθήσῃ τρόμῳ μετὰ τὸ ἐκχέαι τὸ αἷμα διηνεκεῖ· ζῶν σοι δοῦλος ἦν, καὶ οὐκ ἠνείχου· διὰ τοῦτο τελευτήσας, δεσπότης σοι 60.467 γέγονε φοβερός. Ταῦτ' οὖν ἐννοοῦντες, ἀγαπητοὶ, φύγωμεν φθόνον, σβέσωμεν κακίαν, ἀγάπην ἀντιδιδόντες ἀλλήλοις, ἵνα τὰ ἐκ ταύτης καρπωσώμεθα ἀγαθὰ, καὶ κατὰ 60.468 τὸν παρόντα βίον, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Θʹ.
Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· ἀλλὰ καὶ
δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν. αʹ. Πολλὰ καὶ μεγάλα περὶ τοῦ Ἀβραὰμ εἰπὼν, καὶ περὶ τῆς πίστεως αὐτοῦ καὶ τῆς δικαιοσύνης καὶ τῆς παρὰ τοῦ Θεοῦ τιμῆς, ἵνα μὴ λέγῃ ὁ ἀκροατὴς, Καὶ τί πρὸς ἡμᾶς; ἐκεῖνος γάρ ἐστιν ὁ δικαιωθείς· ἵστησιν ἡμᾶς ἐγγὺς τοῦ πατριάρχου πάλιν. Τοσαύτη τῶν πνευματικῶν λόγων ἡ δύναμις. Τὸν γὰρ ἐξ ἐθνῶν, τὸν ἄρτι προσελθόντα, τὸν οὐδὲν ἐργασάμενον, οὐ μόνον τοῦ Ἰουδαίου τοῦ πιστοῦ οὐδὲν ἔφησεν ἔλαττον ἔχειν, ἀλλ' οὐδὲ τοῦ πατριάρχου· μᾶλλον δὲ, εἰ χρή τι θαυμαστὸν εἰπεῖν, καὶ πολλῷ πλέον. Τοσαύτη γὰρ ἡμῶν ἡ εὐγένεια, ὡς τὴν ἐκείνου πίστιν τῆς ἡμετέρας τύπον εἶναι. Καὶ οὐκ εἶπεν, Εἰ δὲ ἐκείνῳ ἐλογίσθη, εἰκὸς ὅτι καὶ ἡμῖν, ἵνα μὴ ποιήσῃ αὐτὸ συλλογισμόν· ἐξ αὐθεντίας δὲ τῶν θείων φθέγγεται νόμων, καὶ τῆς Γραφῆς ἀπόφασιν αὐτὸ ὅλον ποιεῖ. ∆ιὰ τί γὰρ ἐγράφη, φησὶν, ἀλλ' ἢ ἵνα μάθωμεν, ὅτι καὶ ἡμεῖς οὕτω δικαιούμεθα; τῷ γὰρ αὐτῷ Θεῷ πεπιστεύκαμεν ὑπὲρ τῶν αὐτῶν πραγμάτων, εἰ καὶ μὴ ἐπὶ τῶν αὐτῶν προσώπων. Εἰπὼν δὲ τὴν πίστιν ἡμῶν, λέγει καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν τὴν ἄφατον, ἣν ἀεὶ περιστρέφει, τὸν σταυρὸν εἰς μέσον φέρων· ὃ καὶ νῦν ἐδήλωσεν εἰπών· Ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν. Ὅρα πῶς τὴν αἰτίαν εἰπὼν τοῦ θανάτου, τὴν αὐτὴν καὶ ἀπόδειξιν ἀναστάσεως ποιεῖται. ∆ιὰ τί γὰρ ἐσταυρώθη, φησίν; Οὐ δι' οἰκείαν ἁμαρτίαν· καὶ δῆλον ἐκ τῆς ἀναστάσεως. Εἰ γὰρ ἦν ἁμαρτωλὸς, πῶς ἀνέστη; εἰ δὲ ἀνέστη, εὔδηλον ὅτι ἁμαρτωλὸς οὐκ ἦν· εἰ δὲ ἁμαρτωλὸς οὐκ ἦν, πῶς ἐσταυρώθη; ∆ι' ἑτέρους. Εἰ δὲ δι' ἑτέρους, πάντως ἀνέστη. Ἵνα γὰρ μὴ λέγῃς,