1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

62

Γοδολίαν ἀφίκετο. Εἶτα διηγεῖται ὁ προφήτης, ὡς τῶν ἀρχόντων οἱ ἀπο δράντες τὰ κατὰ τὸν Γοδολίαν μεμαθηκότες, συν έδραμον πρὸς αὐτὸν, καὶ ὡς ὅρκῳ αὐτοὺς ἔπεισεν ὁ Γοδολίας μηδὲν πείσεσθαι λυπηρὸν ὑπὸ τῶν Χαλ δαίων, καὶ προέτρεψε τοὺς ἀπὸ γῆς συλλέξαι καρ ποὺς, καὶ μετ' εἰρήνης τῶν τῆς εἰρήνης ἀγαθῶν ἀπολαύειν. Ἐπανῆλθον δὲ καὶ οἱ πρὸς Ἰδουμαίους, καὶ Μωαβίτας, καὶ Ἀμμανίτας καταφυγόντες, ἐπειδὴ τὸν Γοδολίαν ἔμαθον ἄρχοντα γεγενῆσθαι. Εἶτα διδάσκει ὡς ὁ Ἰωανὰν σὺν τοῖς ἄλλοις ἄρχουσιν ἐπιβουλήν τινα τυρευομένην ὑπὸ τοῦ Ἰσμαὴλ, ἐμή νυσε τῷ Γοδολίᾳ· μηνύσαντες δὲ οὐκ ἔπεισαν, ὡς ἀληθῆ λέγουσι· καὶ ὡς Ἰωανὰν κρύβδην ἐζήτησε κατασφάξαι τὸν Ἰσμαήλ· "Μήποτε πατάξῃ ψυ χήν σου, καὶ διασκορπισθήσονται πάντες οἱ Ἰουδαῖοι οἱ συνηγμένοι πρὸς σὲ, καὶ ἀπολοῦνται οἱ ἐπίλοιποι Ἰουδαῖοι." Ἀλλ' οὐδὲ τούτων ἀκούσας ὁ Γοδολίας ἠνέσχετο, ἀλλ' ἀπαγορεύει τὴν ἐπιχείρησιν, συκο φαντίαν τὴν κατηγορίαν καλῶν. ΚΕΦΑΛ. ΜΑʹ. Ἑπτὰ δὲ διεληλυθότων μηνῶν, ἀφίκετο πάλιν ὁ Ἰσμαήλ· ἐκ δὲ τοῦ βασιλικοῦ γένους ἐτύγχανεν ὢν, καὶ τραπέζης σὺν αὐτῷ κοινωνήσας, ἀνεῖλε τὸν Γοδολίαν, καὶ τοὺς συγκαταλειφθέντας σὺν αὐτῷ ἅπαντας, καὶ Χαλδαίους, καὶ Ἰουδαίους. ∆υοῖν δὲ διελθουσῶν ἡμερῶν εʹ. Ἦλθον, φησὶν, ἄνδρες ἀπὸ Συχὲμ, καὶ ἀπὸ Σαλὴμ, καὶ ἀπὸ Σαμαρείας, ὀγδοήκοντα ἄνδρες ἐξυρημένοι τοὺς πώγωνας καὶ διεῤῥω γότες τὰ ἱμάτια αὑτῶν, καὶ κοπτόμενοι· καὶ μάννα, καὶ λίβανος ἐν ταῖς χερσὶν αὐτῶν, τοῦ εἰσενεγκεῖν εἰς οἶκον Κυρίου. Τὴν Σαλὴμ Σιλὼμ καλεῖ, καὶ ὁ Ἑβραῖος, καὶ ὁ Σύρος. ∆ιδάσκει δὲ, ὡς καὶ τούτους ἅπαντας ὁ Ἰσμαὴλ κατηκόντισε, καὶ εἰς φρέαρ τὰ τούτων ἔῤῥιψε σώματα· ἕτεροι δέ τινες δέκα περιπεσόντες, καὶ αὐτοὶ ἱκέτευσαν τὸν Ἰσμαὴλ, ἐπισχεῖν τὴν σφαγὴν, θησαυροὺς αὐτῷ τινας μηνύ σειν ἐπαγγελλόμενοι. Ταῦτα δὲ ἅπαντα δεδρακὼς, τοὺς ὑπολειφθέντας ἅπαντας ᾤχετο λαβὼν, καὶ πρὸς Ἀμμωνίτας κατέφυγεν. Ὁ δὲ Ἰωανὰν σὺν τοῖςἄλλοις ἄρχουσι, τὰ γεγενημένα μαθὼν, πλῆθος συν αγαγὼν ἐπεστράτευσε τῷ Ἰσμαήλ· οἱ δὲ ὑπὸ τοῦ Ἰσμαὴλ ἐξανδραποδισθέντες, τοὺς κατ' αὐτοῦ στρα τεύσαντας θεασάμενοι, ἥσθησάν τε καὶ προσεχώρη σαν τούτοις· ὁ δὲ Ἰσμαὴλ σὺν ἀνδράσιν ὀκτὼ τοῖς Ἀμμωνίταις προσέφυγε· καὶ ταῦτα δὲ τοῖς Ἰουδαίοις ἡ θεία ψῆφος προσέφερεν. Ἐπειδὴ γὰρ ἐνό μισαν τοὺς πολεμίους πεφευγέναι, ταῖς ἀλλήλων παρεδόθησαν δεξιαῖς· ὁ μέντοι Ἰωανὰν, τὸ πλῆθος τούτων συναγαγὼν, εἴς τινα κώμην τῇ Βηθλεὲμ πελάζουσαν παρεγένετο, εἰς Αἴγυπτον φυγεῖν βουλόμενος· ἐδεδίει γὰρ τοὺς Χαλδαίους, διὰ τὴν τοῦ Γο δολίου σφαγήν. 81.697 ΚΕΦΑΛ. ΜΒʹ. Κοινῇ μέντοι πάντες, οἵ τε ἄρχοντες καὶ ὁ λαὸς, τὸν προφήτην ἱκετεύουσι, ταῦτα λέγοντες· βʹ, γʹ. Πεσέτω ὁ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου, καὶ πρόσευξαι πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλοίπων τούτων, ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, ὡς οἱ ὀφθαλμοί σου βλέ πουσιν ἡμᾶς. Καὶ ἀναγγειλάτω ἡμῖν Κύριος ὁ Θεός σου τὴν ὁδὸν ἣν πορευσόμεθα ἐν αὐτῇ, καὶ λόγον ὃν ποιήσωμεν. Ἀντιβολοῦσι μὲν ὀρθῶς, καὶ μαθεῖν τὸ πρακτέον ἐπιθυμοῦσιν. Ἀπει θοῦσι δὲ συνήθως, καὶ τοῖς θείοις ἀντιλέγουσι νόμοις· ὁ δέ γε προφήτης καὶ ἀντιβολήσειν ὑπισχνεῖται, καὶ μηνύσειν τὰ κελευόμενα· οἱ δὲ εἰς ἅπαντα εἴξειν ὑπέσχοντο, καὶ ὅρκῳ τὴν ἐπαγγελίαν ἐκύρωσαν. εʹ, ϛʹ. Ἔστω γὰρ, φησὶ, Κύριος ἐν ἡμῖν, εἰς μάρτυρα δίκαιον καὶ πιστὸν, ὅτι κατὰ τὸν λό γον ὃν ἐὰν ἀποστείλῃ σε Κύριος ὁ Θεὸς πρὸς ἡμᾶς οὕτω ποιήσομεν. Καὶ ἐὰν ἀγαθὸν, καὶ ἐὰν κακὸν, καὶ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτὸν, ἀκουσό μεθα, ἵνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεθα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν. Τὰ μὲν ῥή ματα εὐσεβείας μεστὰ, οὐ συμφωνεῖ δὲ τοῖς λόγοις τὰ πράγματα. ∆έκα γὰρ διελθουσῶν ἡμερῶν τῆς ἀποκρίσεως ὁ προφήτης τετύχηκε· τὴν δὲ τῆς ἀποκρίσεως ἀναβολὴν γεγενῆσθαι νομίζω εἰς ὠφέ λειαν τῶν ᾐτηκότων· ἵνα γνῶσιν ὡς μόγις ὁ Θεὸς τοῦ προφήτου τὴν ἱκετείαν