1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

63

τὴν δύναμιν, ἀνακτῶ τὴν ψυχήν. Ταῦτα ἐπὶ τῶν ἄλλων ἁπάντων γίνεσθαι ἀκόλουθον. Παῦλος γὰρ οὐκ ἐδεῖτο, ἀλλ' ἐκείνους ἐπαίρων ἔλεγε ταῦτα. Σὺ τοίνυν ἐπὶ τῶν ἄλλων ἁπάντων τοὺς βουλομένους κακίζειν ἐπιστόμιζε, κατασκεύαζε αὐτῷ ἐραστὰς, ὑπόδεξαι ἐξιόντα μετὰ πολλῆς τῆς θεραπείας· οὕτω κοινωνήσεις τῶν στεφάνων, οὕτω τῆς δόξης· κἂν μηδὲν ἕτερον ποιήσῃς, ἡσθῇς δὲ ἐπὶ τοῖς γενομένοις, καὶ οὕτως ἐκοινώνησας οὐχ ὡς ἔτυχεν· εἰσήνεγκας γὰρ ἀγάπην, τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν. Εἰ γὰρ οἱ κλαίοντες δοκοῦσι τοῦ πένθους κοινωνεῖν, καὶ μεγάλα χαρίζονται τοῖς πενθοῦσι, καὶ τὸ πολὺ τῆς ὀδύνης ἀφαιροῦσι, πολλῷ μᾶλλον καὶ οἱ χαίροντες μείζονα ποιοῦσι τὴν ἡδονήν. Ὅσον γὰρ κακὸν τὸ μὴ ἔχειν τοὺς συλλυπουμένους, ἄκουε τοῦ Προφήτου λέγοντος· Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε. ∆ιὰ τοῦτο καὶ Παῦλός φησι· Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Αὔξησον τὴν ἡδονήν· ἂν ἴδῃς τὸν ἀδελφὸν εὐδοκιμοῦντα, μὴ εἴπῃς, Ἐκείνου ἡ εὐδοκίμησις, ἐγὼ τίνος ἕνεκεν χαίρω; οὐκ ἀδελφοῦ ταῦτα τὰ ῥήματα, ἀλλὰ πολεμίου. Ἂν θέλῃς, οὐκ ἐκείνου ἐστὶν, ἀλλὰ σοῦ· σὺ κύριος ποιῆσαι αὐτὴν μείζονα, ἂν μὴ κατηφὴς ᾖς, ἀλλ' ἡσθῇς, ἂν φαιδρὸς γένῃ, ἂν γεγανωμένος. Καὶ ὅτι οὕτως ἔχει τὸ πρᾶγμα, ἐκεῖθεν δῆλον· Οἱ φθονοῦντες οὐκ ἐκείνοις φθονοῦσι μόνοις τοῖς εὐδοκιμοῦσιν, ἀλλὰ καὶ τοῖς ταῖς ἐκείνων εὐδοκιμήσεσι χαίρουσιν· οὕτως ἴσασιν ὅτι καὶ οὗτοι ἐν τῇ εὐδοκιμήσει εἰσὶ, καὶ οὗτοι μάλιστά εἰσιν οἱ σεμνυνόμενοι. Ἐκεῖνος μὲν γὰρ καὶ ἐρυθριᾷ σφόδρα ἐγκωμιαζόμενος· οὗτος δὲ μετὰ πολλῆς τῆς ἡδονῆς ἐγκαλλωπίζεται. Οὐχ ὁρᾶτε ἐπὶ τῶν ἀθλητῶν πῶς ὁ μὲν στεφανοῦται, ὁ δὲ οὐ στεφανοῦται; ἡ δὲ ὀδύνη καὶ χαρὰ τῶν ἐραστῶν ἐστι καὶ τῶν μισούντων· ἐκεῖνοι πηδῶσιν, ἐκεῖνοι σκιρτῶσιν. Ὅρα πόσον ἐστὶ τὸ μὴ φθονεῖν· ἑτέρου ὁ πόνος, καὶ σοῦ ἡ ἡδονή· ἕτερος τὸν στέφανον περίκειται, καὶ σὺ σκιρτᾷς, σὺ ἐγκαλλωπίζῃ. Εἰπὲ γάρ μοι, ἄλλος νενίκηκε, σὺ τί πηδᾷς; Ἀλλ' ἴσασι κἀκεῖνοι καλῶς, ὅτι κοινὸν τὸ γενόμενον. ∆ιὰ τοῦτο τούτῳ μὲν οὐκ ἐγκαλοῦσιν οἱ φθονοῦντες, πειρῶνται δὲ καταβάλλειν τὴν νίκην· καὶ ἀκούεις ῥήματα τοιαῦτα λεγόντων αὐτῶν· Ἐξήλειψά σε, καὶ, Κατέβαλόν σε· καίτοι γε ἑτέρου τὸ ἔργον, ἀλλὰ τὸ ἐγκώμιον σόν. Εἰ δὲ ἐν τοῖς ἔξωθεν τοσοῦτον ἀγαθὸν τὸ μὴ φθονεῖν, ἀλλ' οἰκειοῦσθαι τὰ ἑτέρου ἀγαθὰ, πολλῷ μᾶλλον ἐπὶ τῇ νίκῃ τοῦ διαβόλου· τότε γὰρ καθ' ἡμῶν πλέον πνεῖ, δηλονότι ὡς πλέον ἡδομένων. Καίτοι γε μιαρὸς ὢν οἶδεν ἀκριβῶς ὅτι μεγάλη αὕτη ἡ ἡδονή. Θέλεις αὐτὸν λυπῆσαι; ἥσθητι καὶ χάρηθι. Θέλεις αὐτὸν εὐφρᾶναι; σκυθρωπὸς γενοῦ· τὴν ἐκ τῆς νίκης τοῦ ἀδελφοῦ γενομένην αὐτῷ λύπην ἐπικουφίζεις διὰ τῆς σῆς ἀθυμίας· μετ' ἐκείνου ἵστασαι ἀποσχισθεὶς τοῦ ἀδελφοῦ· μεῖζον ἢ ἐκεῖνος ποιεῖς κακόν. Οὐ γάρ ἐστιν ἴσον ἐχθρὸν ὄντα τὰ τῶν ἐχθρῶν ποιεῖν, καὶ φίλον ὄντα μετὰ τῶν ἐχθρῶν ἵστασθαι· οὗτος τῶν ἐχθρῶν μιαρώτερος. Εἰ εὐδοκίμησεν ὁ ἀδελφὸς, ἢ λέγων, ἢ ἐπιδεικνύμενος, ἢ κατορθῶν, 62.379 γενοῦ κοινωνὸς τῆς εὐδοκιμήσεως, δεῖξον ὅτι μέλος ἐστὶ σόν. δʹ. Καὶ πῶς, φησίν; ἐγὼ γὰρ οὐκ εὐδοκιμῶ. Μὴ φθέγξῃ ποτὲ τὸ ῥῆμα τοῦτο· σύνελε τὰ χείλη. Εἴ γε πλησίον μου ἦς ὁ ταῦτα λέγων, ἐπέθηκα ἂν καὶ τὴν χεῖρα τοῖς χείλεσι, μή ποτε ἀκούσῃ ὁ ἐχθρός. Πολλάκις πρὸς ἀλλήλους ἔχθρας ἔχομεν, καὶ τοῖς ἐχθροῖς οὐκ ἐπιδεικνύμεθα· τῷ διαβόλῳ οὖν ἐπιδείκνυσαι σύ. Μὴ εἴπῃς τοῦτο, μὴ ἐννοήσῃς· ἀλλὰ καὶ τοὐναντίον· Μέλος ἐστὶν ἐμόν· εἰς τὸ σῶμα διαβαίνει ἡ δόξα. Τί οὖν, φησὶν, ὅτι οἱ ἔξωθεν οὐχ οὕτω διάκεινται; Ὅτι σὺ αἴτιος· ὅταν ἴδωσί σε ἀλλοτριούμενον αὐτοῦ τὴν ἡδονὴν, καὶ αὐτοὶ ἀλλοτριοῦνται· ὡς ἂν ἴδωσί σε οἰκειούμενον, οὐ τολμῶσιν· ἀλλ' ὁμοίως εἶ καὶ σὺ λαμπρός. Οὐκ εὐδοκίμησας λέγων, ἀλλ' εὐδοκίμησας συνηδόμενος μειζόνως, ἢ ἐκεῖνος. Εἰ γὰρ ἡ ἀγάπη μέγα καὶ πάντων κεφάλαιον, σὺ τὸν ἐκ ταύτης ἔλαβες στέφανον· ἐκεῖνος τὸν ἐκ τῆς ῥητορείας, σὺ τὸν ἐκ