63
Πῶς τοσούτοις ἁμαρτήμασιν ὄντες ὑπεύθυνοι δυνάμεθα δικαιωθῆναι; ἔδειξε τὸν πάντα ἀπαλείψαντα τὰ ἁμαρτήματα, ἵνα καὶ ἐκ τῆς πίστεως τοῦ Ἀβραὰμ, δι' ἧς ἐδικαιώθη, καὶ ἐκ τῆς τοῦ πάθους τοῦ σωτηρίου, δι' οὗ τῶν ἁμαρτημάτων ἀπηλλάγημεν, βεβαιώσῃ τὸν λόγον. Εἰπὼν δὲ αὐτοῦ τὸν θάνατον, λέγει καὶ τὴν ἀνάστασιν. Οὐ γὰρ διὰ τοῦτο ἀπέθανεν, ἵνα ὑπευθύνους ἔχῃ κολάσει, καὶ καταδίκους, ἀλλ' ἵνα εὐεργετήσῃ· ἐπὶ τούτῳ γὰρ καὶ ἀπέθανε καὶ ἀνέστη, ἵνα δικαίους ἐργάσηται. ∆ικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τί ἐστιν, Εἰρήνην ἔχωμεν; Τινὲς μέν φασιν, ὅτι Μὴ δὴ στασιάζωμεν φιλονεικοῦντες τὸν νόμον εἰσαγαγεῖν· ἐμοὶ δὲ δοκεῖ περὶ πολιτείας ἡμῖν λοιπὸν διαλέγεσθαι. Ἐπειδὴ γὰρ πολλὰ περὶ πίστεως διαλεχθεὶς καὶ τῆς διὰ τῶν ἔργων δικαιοσύνης, αὐτὴν προὔθηκεν· ἵνα μή τις νομίσῃ ῥᾳθυμίας ὑπόθεσιν εἶναι τὰ λεγόμενα, φησίν· Εἰρήνην ἔχωμεν· τουτέστι, Μηκέτι ἁμαρτάνωμεν, μηδὲ πρὸς τὰ πρότερα ἐπανερχώμεθα· τοῦτο γάρ ἐστι πόλεμον ἔχειν πρὸς τὸν 60.468 Θεόν. Καὶ πῶς δυνατὸν, φησὶ, τὸ μηκέτι ἁμαρτάνειν; Πῶς τὸ πρότερον ἐγένετο δυνατόν; Εἰ γὰρ τοσούτων ὄντες ὑπεύθυνοι, πάντων ἀπηλλάγημεν διὰ τοῦ Χριστοῦ, πολλῷ μᾶλλον ἐν οἷς ἐσμεν μεῖναι δι' αὐτοῦ δυνησόμεθα. Οὐ γάρ ἐστιν ἴσον μὴ οὖσαν εἰρήνην λαβεῖν, καὶ δοθεῖσαν κατασχεῖν, ἐπειδήπερ ἡ κτῆσις τῆς φυλακῆς χαλεπώτερον· ἀλλ' ὅμως γέγονε τὸ χαλεπώτερον εὔκολον, καὶ εἰς ἔργον ἐξέβη. Οὐκοῦν ἔσται καὶ τὸ εὐκολώτερον ἡμῖν εὐκατόρθωτον, ἂν ἐχώμεθα τοῦ καὶ ἐκεῖνα ἡμῖν ἠνυκότος. Ἐνταῦθα δὲ οὐ τὸ εὔκολον αἰνίττεσθαί μοι δοκεῖ μόνον, ἀλλὰ καὶ τὸ εὔλογον. Εἰ γὰρ αὐτὸς ἡμᾶς κατήλλαξεν ἐκπεπολεμωμένους, εὔλογον μένειν ἐπὶ τῆς καταλλαγῆς, καὶ ταύτην ἀποδοῦναι αὐτῷ τὴν ἀμοιβὴν, ἵνα μὴ δόξῃ σκαιοὺς καὶ ἀγνώμονας κατηλλαχέναι τῷ Πατρί. ∆ι' αὐτοῦ γὰρ, φησὶ, καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει. Εἰ τοίνυν μακρὰν ὄντας προσήγαγε, πολλῷ μᾶλλον ἐγγὺς γενομένους καθέξει. βʹ. Σὺ δέ μοι σκόπει πῶς πανταχοῦ τὰ δύο τίθησι, καὶ τὰ παρ' αὐτοῦ καὶ τὰ παρ' ἡμῶν. Ἀλλὰ τὰ μὲν αὐτοῦ ποικίλα καὶ πολλὰ καὶ διάφορα· καὶ γὰρ ἀπέθανε δι' ἡμᾶς, καὶ κατήλλαξεν ἡμᾶς, καὶ προσήγαγε, καὶ χάριν ἔδωκεν ἄφατον· ἡμεῖς δὲ τὴν πίστιν εἰσηνέγκαμεν μόνον· διό φησιν, Ἐν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν. Ποίαν, εἰπέ μοι, χάριν; Τὸ καταξιωθῆναι τῆς τοῦ Θεοῦ γνώσεως, τὸ τῆς πλάνης ἀπαλλαγῆναι, τὸ τὴν ἀλήθειαν ἐπιγνῶναι, τὸ πάντων ἐπιτυχεῖν τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν· εἰς τοῦτο γὰρ ἡμᾶς προσήγαγεν, ἵνα ταῦτα λάβωμεν τὰ δῶρα· οὐδὲ γὰρ ἁπλῶς ἵνα ἁμαρτημάτων ἄφεσις γένηται καὶ ἀπαλλαγὴ μόνον, ἀλλ' ἵνα καὶ μυρίων ἀπολαύσωμεν ἀξιωμάτων. Καὶ οὐδὲ ἐν τούτοις ἔστη, ἀλλὰ καὶ ἕτερα ἐπηγγείλατο, τὰ ἀπόῤῥητα ἐκεῖνα καὶ νοῦν καὶ λόγον ὑπερβαίνοντα ἀγαθά. ∆ιόπερ ἀμφότερα τέθεικε· τῷ μὲν γὰρ εἰπεῖν, Τὴν χάριν, τὰ παρόντα ἐδήλωσεν ἅπερ ἐλάβομεν· τῷ δὲ εἰπεῖν, Καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ, τὰ μέλλοντα ἐξεκάλυψεν ἅπαντα. Καὶ καλῶς εἶπεν, Ἐν ᾗ ἑστήκαμεν. Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ χάρις· οὐκ ἔχει τέλος, οὐκ οἶδε πέρας, ἀλλὰ καὶ ἐπὶ μείζονα ἀεὶ πρόεισιν· ὅπερ ἐπ' ἀνθρώπων οὐκ ἔνι. Οἷόν τι λέγω· ἔλαβέ τις ἀρχὴν καὶ δόξαν καὶ δυναστείαν, ἀλλ' οὐχ ἕστηκεν ἐπὶ ταύτης διηνεκῶς, ἀλλὰ ταχέως αὐτῆς ἐκπίπτει, κἂν μὴ ἄνθρωπος ἀφέληται, θάνατος ἐπελθὼν ἀφαιρήσεται πάντως. Τὰ δὲ τοῦ Θεοῦ οὐ τοιαῦτα· οὔτε γὰρ ἄνθρωπος, οὐ χρόνος, οὐ περίστασις πραγμάτων, οὐκ αὐτὸς ὁ διάβολος, οὐχ ὁ θάνατος ἐπελθὼν ἐκβαλεῖν αὐτῶν ἡμᾶς δυνήσεται· ἀλλ' ὅταν ἀποθάνωμεν, τότε ἀκριβέστερον αὐτὰ κατέχομεν, καὶ πλειόνων ἀεὶ προϊόντες ἀπολαύομεν. Ὥστε εἰ διαπιστεῖς τοῖς μέλλουσιν, ἀπὸ τῶν παρόντων καὶ ὧν ἔλαβες ἤδη, καὶ ἐκείνοις πίστευε. ∆ιὰ γὰρ τοῦτο εἶπε, Καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ, ἵνα μάθῃς οἵαν ψυχὴν τὸν πιστὸν ἔχειν δεῖ. Οὐδὲ γὰρ ὑπὲρ τῶν δεδομένων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μελλόντων ὡς δεδομένων πεπληροφορῆσθαι χρή· 60.469 καυχᾶται γάρ