1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

63

ἐδέξατο. Λέγει τοίνυν αὐτὸς ὁ προφήτης, προστεταχέναι τὸν Θεὸν τῇδε γῇ προσμεῖναι. Πάσης γὰρ ὑμᾶς, φησὶν, ἀξιώσω κηδεμονίας. "Καὶ οἰκοδομήσω ὑμᾶς, καὶ οὐ μὴ καθελῶ, καὶ φυτεύσω ὑμᾶς, καὶ οὐ μὴ ἐκτίλω. Ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς, οἷς εἶπόν με ποιῆσαι ὑμῖν." Ἐκβάλλει δὲ αὐτῶν καὶ τὸ δέος, καὶ θαῤῥεῖν παρεγγυᾷ. ιαʹ. Μὴ φοβηθῆτε γὰρ, φησὶ, ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτοῦ· ὅτι μεθ' ὑμῶν εἰμι ἐγὼ, τοῦ ἐξαιρεῖσθαι ὑμᾶς, καὶ σώζειν ὑμᾶς ἐκ χειρὸς αὐ τοῦ. Ἐπαγγέλλεται δὲ καὶ τὴν τῶν γεγενημένων αἰχμαλώτων ἀνάκλησιν. Εἰ δὲ τοῖς ἐμοῖς, φησὶν, ἀντιτείνητε λόγοις, καὶ τὴν Αἴγυπτον καταλάβοιτε, ταύτῃ διαφυγεῖν τοὺς πολεμίους πειρώμενοι, ἐκεῖ τοὺς πολεμίους οὓς δεδίττετε, πέμψω. ιϛʹ. Ἔσται γὰρ, φησὶν, ἡ ῥομφαία, ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς, ἐκεῖ εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου· καὶ ὁ λιμὸς δὲ πάλιν 81.700 ὃν πεφρίκατε, ἐν ἐκείνῃ ὑμῖν ἐπισκήψει τῇ γῇ· Καὶ τὰ αὐτὰ πλατύτερον εἰρηκὼς ἐπάγει καὶ ταῦτα· ιηʹ. Καθὼς ἔσταξεν ὁ θυμός μου, καὶ ἡ ὀργή μου ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλήμ· οὕτω στάξει ὁ θυμός μου ἐφ' ὑμᾶς εἰσελθόντων ὑμῶν εἰς Αἴγυπτον· καὶ ἔσεσθε εἰς ἄβατον, καὶ ὑπο χείριοι, καὶ εἰς ἀρὰν, καὶ εἰς ὀνειδισμὸν, καὶ οὐ μὴ ἴδητε ἔτι τὸν τόπον τοῦτον. Ἔδειξεν, ὡς ἐνῆν ἀνθρώποις ἰδεῖν τὸ τῆς δυνάμεως μέγεθος. Τὰ γὰρ ἐπενεχθέντα Ἰουδαίοις κακὰ σταγόνας ἐκάλεσε τοῦ θυμοῦ, τουτέστι τῆς τιμωρητικῆς ἐνεργείας. Εἶτα ὁ προφήτης, καὶ τῶν ὅρκων ἀναμιμνήσκει. κʹ. Ὑμεῖς γὰρ, ἀπεστείλατέ με πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, λέγοντες· Πρόσευξαι περὶ ἡμῶν, καὶ πάντα ὅσα ἂν λαλήσῃ Κύριος ὁ Θεὸς ἡμῶν, ἀνάγγειλον ἡμῖν, καὶ ποιήσομεν· καὶ ἀπ ήγγειλα ὑμῖν σήμερον, καὶ οὐκ ἠκούσατε τῆς φω νῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν, κατὰ πάντα ὅσα ἀπέστειλε πρὸς ὑμᾶς. Καὶ νῦν ἐστε γινώσκον τες, ὅτι ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ, καὶ ἐν θανάτῳ ἐκλείψετε ἐν τῷ τόπῳ τούτῳ, ἐν ᾧ ὑμεῖς βού λεσθε εἰσελθόντες κατοικεῖν ἐκεῖ. Ταῦτα γὰρ, ἃ διαφυγεῖν πειρᾶσθε, εὑρήσετε ἐν Αἰγύπτῳ. ΚΕΦΑΛ. ΜΓʹ. Τούτων ἀκούσαντες οἱ τοῦ λαοῦ προστατεύοντες, θρασύτητι καὶ ἀλαζονείᾳ συνέζων, καὶ τῶν παρα κλήσεων ἐπελάθοντο, καὶ τῶν ὅρκων, καὶ τῷ προ φήτῃ εἰπεῖν ἐτόλμησαν, βʹ, γʹ. Ψευδῆ σὺ λαλεῖς· οὐκ ἀπέστειλέ σε Κύριος ὁ Θεὸς ἡμῶν πρὸς ἡμᾶς λέγων, Μὴ εἰσέλθητε εἰς Αἴγυπτον. Ἀλλὰ Βαροὺχ, υἱὸς Νηρίου, συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας Χαλδαίων, τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικίσαι ἡμᾶς εἰς Βαβυλῶνα. Ταῦτα πρὸς τὸν προφήτην εἰρηκότες, καὶ ἄντικρυς παραβεβηκότες τοὺς γεγενημένους ὅρκους, ἐπὶ τὴν Αἴγυπτον ὥρμη σαν σὺν παντὶ τῷ ἀθροισθέντι λαῷ· συναπήγαγον δὲ καὶ τὸν προφήτην, καὶ τὸν Βαρούχ. Ἐν τοίνυν τῇ Τάφνας (πόλις δὲ αὕτη τῆς Αἰγύπτου) προστάτ τεται ὁ προφήτης λίθους λαβεῖν, καὶ τούτους πρὸ τῶν πυλῶν κατακρύψαι τῶν βασιλείων, τῶν Ἰου δαίων ὁρώντων, καὶ ταῦτα προαγορεῦσαι. ιʹ, ιαʹ. Ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄγω Ναβου χοδονόσορ βασιλέα Βαβυλῶνος, τὸν δοῦλόν μου, καὶ ἐπιθήσει τὸν θρόνον αὑτοῦ ἐπάνω τῶν λίθων τούτων, καὶ ἀρεῖ τὰ ὅπλα αὑτοῦ ἐπ' αὐ τούς. Καὶ τοὺς μὲν τῶν Αἰγυπτίων παραδώσει θανάτῳ, τοὺς δὲ ἐξανδραποδίσας μεταναστήσει· 81.701 ἐμπρήσει δὲ καὶ τοὺς τῶν εἰδώλων ναοὺς, καὶ αὐτὰ δέ γε λήψεται δορυάλωτα. Καὶ διδάσκων, ὡς οὐ πάρεργον ποιήσεται τὴν κατὰ τῆς Αἰγύπτου στρατείαν, ἀλλ' ἐπιμελῶς αὐτὴν καταλύσει, ἀπεικά ζει αὐτὸν ποιμένι τοῦ ἱματίου τοὺς φθεῖρας συλ λέγοντι. Ἐπιμελῶς δὲ τοῦτο ποιοῦσιν οἱ ποιμένες πλείστης σχολῆς ἀπολαύοντες. Καὶ φθειριεῖ, φησὶ, τὴν Αἴγυπτον, ὡς φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὑτοῦ καὶ ἐξελεύσεται ἐκεῖ θεν ἐν εἰρήνῃ. (ιγʹ.) Καὶ συντρίψει τοὺς στύλους Ἡλιουπόλεως, καὶ τοὺς ἐν Ὤν. Καὶ