65
οὕτω δυνησόμεθα σβέσαι τὸ θηρίον, καὶ εὐδοκιμῆσαι ἔμπροσθεν τοῦ Θεοῦ, καὶ τῶν αὐτῶν τυχεῖν τοῖς εὐδοκιμοῦσι. Τευξόμεθα γὰρ ἴσως· κἂν μὴ τύχωμεν δὲ, διὰ τὸ συμφέρον οὐ τευξόμεθα· πλὴν καὶ οὕτω δυνησόμεθα εἰς δόξαν Θεοῦ ζήσαντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΙΒʹ. Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ, πάντοτε
ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πε πληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ. Μαρτυρῶ γὰρ αὐτῷ, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ 62.380 ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱερα
πόλει. αʹ. Καὶ ἀρχόμενος τῆς Ἐπιστολῆς, συνέστησε τὸν ἄνδρα ἀπὸ ἀγάπης· ἀγάπην δὲ δείκνυσι καὶ τὸ ἐγκωμιά 62.381 ζειν· ὅπερ ἐξ ἀρχῆς εἶπεν· Ὁ δηλώσας ἡμῖν, φησὶ, τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. Ἀγάπην δείκνυσι καὶ ποιεῖ φιλεῖσθαι καὶ τὸ ὑπερεύχεσθαι. Συνίστησι δὲ αὐτὸν, ἀνοίγων θύραν τῷ λόγῳ αὐτοῦ (τὸ γὰρ αἰδέσιμον εἶναι τὸν διδάσκαλον, μαθητῶν ὠφέλεια), καὶ πάλιν τὸ εἰπεῖν, Ἐξ ὑμῶν, ἵνα καὶ σεμνύνωνται ἐπὶ τῷ ἀνδρὶ, ἅτε τοιούτους φέροντες ἄνδρας. Καὶ πάντοτε, φησὶν, ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς. Οὐχ ἁπλῶς εἶπεν, Εὐχόμενος, ἀλλ', Ἀγωνιζόμενος, τρέμων καὶ δεδοικώς. Μαρτυρῶ γὰρ αὐτῷ, φησὶν, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν. Ἀξιόπιστος μάρτυς. Ὅτι ἔχει, φησὶ, ζῆλον πολὺν ὑπὲρ ὑμῶν. Τουτέστιν, ὅτι Σφόδρα ὑμᾶς ἀγαπᾷ, καὶ ἐκκαίεται τῷ περὶ ὑμᾶς φίλτρῳ. Καὶ τῶν ἐν Λαοδικείᾳ, φησὶ, καὶ τῶν ἐν Ἱεραπόλει. Κἀκείνοις αὐτὸν συνίστησιν. Ἀλλὰ πόθεν τοῦτο ἔμελλον εἰδέναι; Εἰκὸς μὲν οὖν αὐτοὺς ἀκοῦσαι· πλὴν καὶ τῆς Ἐπιστολῆς ἀναγινωσκομένης, ἐμάνθανον. Ποιήσατε γὰρ, φησὶν, ἵνα καὶ ἐν τῇ Λαοδικέων Ἐκκλησίᾳ ἀναγνωσθῇ. -Ἵνα στῆτε,φησὶ, τέλειοι. Ἅμα καὶ κατηγορεῖ αὐτῶν, καὶ ἀνεπαχθῶς παραινεῖ καὶ συμβουλεύει. Ἔνι γὰρ καὶ τέλειον εἶναι, καὶ μὴ ἑστάναι, ὡς ἐάν τις πάντα μὲν εἰδῇ, σαλεύηται δὲ ἔτι· ἔνι καὶ μὴ τέλειον εἶναι, καὶ ἑστάναι, ὡς ἐάν τις μέρος μὲν εἰδῇ, ἕστηκε δὲ οὐ βεβαίως. Ἀλλ' οὗτος ἀμφότερα εὔχεται, Ἵνα στῆτε, φησὶ, τέλειοι. Ὅρα ποῦ πάλιν αὐτοὺς ὑπέμνησε τοῦ περὶ τῶν ἀγγέλων λόγου, καὶ περὶ τοῦ βίου. Καὶ πεπληρωμένοι, φησὶν, ἐν παντὶ θελήματι τοῦ Θεοῦ. Οὐ γὰρ ἁπλῶς ἀρκεῖ τὸ θέλημα ποιεῖν. Ὁ πεπληρωμένος οὐκ ἀφίησιν ἄλλο θέλημα εἶναι ἐν αὐτῷ, ἐπεὶ οὐ πεπληροφόρηται. Μαρτυρῶ γὰρ αὐτῷ, φησὶν, ὅτι ἔχει ζῆλον πολύν. Καὶ ζῆλον, καὶ πολύν· ἀμφότερα ἐπιτάσεως· ὥσπερ καὶ αὐτός φησι Κορινθίοις γράφων· Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός. Οὗτός ἐστιν ὁ εὐαγγελιστής. Οὐ τοῦτον δὲ ταπεινῶν, ὕστερον τίθησιν, ἀλλ' ἐκεῖνον ἐπαίρει τὸν Ἐπαφρᾶν. Εἰκὸς εἶναι καὶ ἄλλους καλουμένους τῷ ὀνόματι τούτῳ. Καὶ ∆ημᾶς. Εἰπὼν δὲ, Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς, προσέθηκεν, Ὁ ἀγαπητός. Ἐγκώμιον καὶ τοῦτο οὐ μικρὸν, ἀλλὰ καὶ σφόδρα μέγα, τὸ Παύλου εἶναι ἀγαπητόν. Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νυμφᾶν, καὶ τὴν κατ' οἶκον αὐτοῦ Ἐκκλησίαν. Ὅρα πῶς αὐτοὺς συγκολλᾷ καὶ συνάπτει πρὸς ἑαυτοὺς, οὐ τῷ ἀσπάσασθαι μόνον, ἀλλὰ καὶ τῷ τὰς ἐπιστολὰς ἀντιδοῦναι. Εἶτα πάλιν χαρίζεται, κατ' ἰδίαν αὐτὸν προσαγορεύων. Ποιεῖ δὲ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ καὶ τοὺς ἄλλους εἰς τὸν αὐτὸν ἄγων