1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

65

εἶπε, ∆έδοται, ἀλλ' Ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν, τὸ δαψιλὲς ἐμφαίνων. Ὃ γὰρ μέγιστον ἦν δῶρον, τοῦτο ἔδωκεν, οὐκ οὐρανὸν καὶ γῆν καὶ θάλατταν, ἀλλ' ὃ τούτων ἁπάντων τιμιώτερον ἦν, καὶ ἀγγέλους ἐξ ἀνθρώπων καὶ υἱοὺς Θεοῦ καὶ ἀδελφοὺς τοῦ Χριστοῦ κατεσκεύαζε. Τί δέ ἐστι τοῦτο; Τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ οὐκ ἐβούλετο μεγάλοις ἡμᾶς μετὰ τοὺς πόνους στεφάνοις δωρήσασθαι, οὐκ ἂν πρὸ τῶν πόνων τοσαῦτα ἔδωκεν ἀγαθά· νῦν δὲ τὸ θερμὸν αὐτοῦ τῆς ἀγάπης δείκνυται ἐντεῦθεν, ὅτι οὐκ ἠρέμα καὶ κατὰ μικρὸν ἡμᾶς ἐτίμησεν, ἀλλ' ἀθρόον τὴν πηγὴν τῶν ἀγαθῶν ἐξέχεε, καὶ ταῦτα πρὸ τῶν ἀγώνων, Ὥστε κἂν μὴ σφόδρα ᾖς ἄξιος, μὴ ἀπογίνωσκε, ἔχων μεγάλην συνήγορον τοῦ δικάζοντος τὴν ἀγάπην. ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς εἰπὼν, Ἡ ἐλπὶς οὐ καταισχύνει, οὐ τοῖς ἡμετέροις κατορθώμασιν, ἀλλὰ τῇ ἀγάπῃ τοῦ Θεοῦ τὸ πᾶν ἀνέθηκεν. Εἰπὼν δὲ τοῦ Πνεύματος τὴν δόσιν, μεταβαίνει πάλιν λοιπὸν ἐπὶ τὸν σταυρὸν, λέγων οὕτως· Ἔτι γὰρ ὁ Χριστὸς, ὄντων ἡμῶν ἀσθενῶν, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ γὰρ ὑπὲρ ἀνδρὸς ἐναρέτου οὐκ ἂν ἕλοιτό τις ταχέως ἀποθανεῖν, ἐννόησον τοῦ ∆εσπότου σου τὴν ἀγάπην, ὅταν μὴ ὑπὲρ ἐναρέτων αὐτὸς, ἀλλ' ὑπὲρ ἁμαρτωλῶν καὶ ἐχθρῶν φαίνηται σταυρωθείς· ὅπερ καὶ μετὰ ταῦτά φησιν· Ὅτι, εἰ, ἁμαρτωλῶν ἡμῶν ὄντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, πολλῷ οὖν μᾶλλον, δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. Καὶ δοκεῖ μὲν ταυτολογία εἶναι τὰ εἰρημένα, οὐκ ἔστι δὲ τῷ μετὰ ἀκριβείας προσέχοντι. Σκόπει δέ· Βούλεται πιστώσασθαι περὶ τῶν μελλόντων αὐτούς· καὶ πρῶτον μὲν ἀπὸ τῆς τοῦ δικαίου γνώμης ἐντρέπει, εἰπὼν, ὅτι ἐπληροφορήθη κἀκεῖνος, Ὅτι ὃ ἐπήγγελται Θεὸς, δυνατός ἐστι καὶ ποιῆσαι· ἔπειτα ἀπὸ τῆς χάριτος τῆς δοθείσης, εἶτα ἀπὸ τῶν θλίψεων, ὅτι ἱκαναὶ εἰς ἐλπίδα ἡμᾶς ἀγαγεῖν· καὶ ἀπὸ τοῦ Πνεύματος πάλιν, οὗπερ ἐλάβομεν· λοιπὸν δὲ καὶ ἀπὸ τοῦ θανάτου καὶ τῆς ἡμετέρας κακίας τῆς ἔμπροσθεν τοῦτο κατασκευάζει. Καὶ δοκεῖ μὲν, ὅπερ ἔφθην εἰπὼν, ἓν εἶναι τὸ εἰρημένον, εὑρίσκεται δὲ καὶ δύο καὶ τρία καὶ πολλῷ πλείονα ὄντα· πρῶτον μὲν, ὅτι ἀπέθανε· δεύτερον δὲ, ὅτι ὑπὲρ ἀσεβῶν· τρίτον δὲ, ὅτι κατήλλαξεν, ὅτι ἔσωσεν, ὅτι ἐδικαίωσεν, ὅτι ἀθανάτους ἐποίησεν, ὅτι υἱοὺς εἰργάσατο καὶ κληρονόμους. Οὐ τοίνυν ἀπὸ 60.471 τοῦ θανάτου μόνον ἰσχυρίζεσθαι χρὴ, φησὶν, ἀλλὰ καὶ ἀπὸ τοῦ δοθέντος ἡμῖν διὰ τοῦ θανάτου· καίτοι γε εἰ καὶ τεθνήκει μόνον ὑπὲρ ἡμῶν τοιούτων ὄντων, μέγιστον ἦν δεῖγμα ἀγάπης τὸ γεγενημένον· ὅταν δὲ φαίνηται καὶ ἀποθνήσκων δωρούμενος, καὶ τοιαῦτα δωρούμενος καὶ τοιούτοις οὖσι, πᾶσαν ὑπερβολὴν ἀποκρύπτει τὰ γεγενημένα, καὶ τὸν σφόδρα ἀναίσθητον εἰς πίστιν ἄγει. Οὐδὲ γὰρ ἄλλος ἐστὶν ὁ μέλλων σώζειν ἡμᾶς, ἀλλ' ἐκεῖνος ὁ οὕτω φιλήσας ἁμαρτωλοὺς ὄντας, ὡς καὶ ἑαυτὸν ἐκδοῦναι. Εἶδες πόσην ἔχει τὸ χωρίον τοῦτο κατασκευὴν πρὸς τὴν τῶν μελλόντων ἐλπίδα; Πρὸ μὲν γὰρ τούτου, δύο δύσκολα ἦν πρὸς σωτηρίαν ἡμῖν, τὸ καὶ ἁμαρτωλοὺς εἶναι, καὶ διὰ τοῦ θανάτου τοῦ ∆εσπότου δεῖν σωθῆναι· ὅπερ καὶ ἀπίθανον ἦν πρὶν ἢ γενέσθαι, καὶ πολλῆς δεόμενον τῆς ἀγάπης ἵνα γένηται· νυνὶ δὲ ἐπειδὴ ταῦτα ἐξέβη, τὰ λειπόμενα εὐκολώτερα· καὶ γὰρ φίλοι γεγόναμεν, καὶ θανάτου λοιπὸν οὐ δεῖ. Ὁ τοίνυν τῶν ἐχθρῶν οὕτω φεισάμενος, ὥστε μὴ φείσασθαι τοῦ Παιδὸς, φίλων ὄντων οὐ προστήσεται, ὅτε λοιπὸν οὐδὲ τοῦ τὸν Παῖδα ἐκδοῦναι χρεία, Ἢ γὰρ διὰ τὸ μὴ βούλεσθαί τις, ἢ διὰ τὸ μὴ δύνασθαι, κἂν βούληται, πολλάκις οὐ σώζει· ὧν οὐδὲν ἔστιν εἰπεῖν ἐπὶ τοῦ Θεοῦ, ἐξ ὧν τὸν Υἱὸν ἐξέδωκεν. Ὅτι δὲ καὶ δύναται, καὶ αὐτὸ ὁμοίως ἀπέδειξεν ἐξ ὧν ἁμαρτωλοὺς ὄντας ἐδικαίωσε. Τί οὖν λοιπὸν τὸ κωλύον ἐστὶ τυχεῖν τῶν μελλόντων ἡμᾶς; Οὐδέν. Εἶτα πάλιν, ἵνα μὴ ἁμαρτωλοὺς καὶ ἐχθροὺς καὶ ἀσθενεῖς ἀκούσας καὶ