65
καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι στέαρ, τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Ὁ μέντοι προφήτης πρὸς ἅπαντας ἀπεκρίνατο, ὅτι Ταύτης ἕνεκα τῆς δεισιδαιμονίας, καὶ τῆς περὶ τὰ εἴδωλα πλάνης, τὰς παντοδαπὰς ὑμῖν ὁ ∆εσπότης Θεὸς ἐπήγαγε τιμωρίας. Τῆς γὰρ τοῦ νόμου παρα βάσεως οὗτοι καρποί· ὑμεῖς δὲ καὶ τούτους θεώμενοι περὶ τὴν πλάνην μεμήνατε. Ἐμμείνατε τοίνυν ταῖς ὁμολογίαις ὑμῶν, καὶ ποιοῦντες ποιήσατε τὰς εὐχὰς ὑμῶν. (κϛʹ.) Πλὴν ἀκούσατε τὸν λόγον Κυρίου· Ἰδοὺ ἐγὼ τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἶπε Κύριος ὁ Θεὸς, ἐὰν γένηται ἔτι ὄνομά μου καλούμε νον ἐν τῷ στόματι παντὸς Ἰουδαίου λέγον 81.705 τος, Ζῇ Κύριος, ἐν ὅλῃ γῇ Αἰγύπτου. Πάλιν ἔδειξεν ὁ ὅρκος, ὡς οὐδὲν ὀμωμοκὼς ὑπερκείμενον ἔχει· ἀπειλεῖ δὲ τοῖς ἐν Αἰγύπτῳ διάγουσιν Ἰου δαίοις πανωλεθρίαν· τοῦτο γὰρ διὰ τῶν εἰρημένων δεδήλωκε· συμφωνεῖ δὲ τὰ ἑξῆς. Ἀπειλεῖ γὰρ αὐ τοῖς καὶ λιμὸν καὶ ῥομφαίαν, καὶ τοῖς ταῦτα διαφεύ γουσι μετανάστασιν. "Καὶ γνώσονται πάντες οἱ κατάλοιποι Ἰουδαῖοι, οἱ παροικοῦντες ἐν γῇ Αἰ γύπτῳ, τίνος λόγος ἐμμένει, ὁ ἐμὸς ἢ ὁ αὐτῶν. ∆ι' αὐτῶν μαθήσονται τῶν πραγμάτων τὴν τῶν ἐμῶν λόγων ἀλήθειαν. κθʹ. Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, φησὶ Κύριος, ὅτι ἐπισκέψομαι ἐγὼ ἐφ' ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ εἰς κακὰ, ὅπως γνῶτε, ὅτι στάσει στήσον ται οἱ λόγοι μου ἐφ' ὑμᾶς εἰς κακά. Ἡ τῶν πρα γμάτων ἔκβασις δείξει τὴν τῶν λόγων ἀλήθειαν. Ὥσπερ γὰρ τὸν Σεδεκίαν παρέδωκα τῷ τῶν Βα βυλωνίων βασιλεῖ· οὕτω τὸν Φαραὼ Οὐαφρῆ, πρὸς ὃν ὑμεῖς καταφεύγετε, παραδώσω τῷ Ναβουχοδόνο σορ· Οὐαφρῆ δὲ καλεῖ τὸν Φαραὼ, διδάσκων, ὡς τοῦτο μὲν εἶχε κύριον ὄνομα, τὸ δέ γε Φαραὼ τῆς βασιλείας δηλωτικόν. Οὕτω καὶ τοὺς ἡμετέρους ὀνομά ζομεν βασιλέας, Τιβέριος Καῖσαρ, καὶ Κλαύδιος Καῖ σαρ· καὶ ἔστι τὸ μὲν κύριον, τὸ δὲ τῆς βασιλείας ἴδιον. ΚΕΦΑΛ. ΜΕʹ. Οὕτω ταύτην τὴν ἱστορίαν συμπεπλεγμένην συμ περάνας προφητείαν, πρεσβυτέρας ἀναμιμνήσκει προῤῥήσεως, ἣν ἐν ταῖς ἡμέραις Ἰωακεὶμ εἰπεῖν τῷ Βαροὺχ προσετάχθη. βʹ, εʹ. Εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἐπεὶ σὺ Βαροὺχ εἶπας· Οἴμοι! ὅτι προσέθηκε Κύριος πόνον ἐπὶ κόπον μου. Ἐκοιμήθην ἐν στεναγμοῖς, καὶ ἀνάπαυσιν οὐχ εὗρον. Οὕτως εἰπὲ αὐτῷ· Οὕτως εἶπε Κύριος, Ἰδοὺ ἐγὼ ᾠκοδόμησα, ἐγὼ καθ ελῶ καὶ οὓς ἐφύτευσα, ἐγὼ ἐκτιλῶ· καὶ σύμ πασαν τὴν γῆν ἐκείνην. Καὶ σὺ ζητεῖς σεαυτῷ μεγάλα; Μὴ ζήτει, ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει Κύριος· καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρημα, ἐν παντὶ τόπῳ οὗ ἐὰν βα 81.708 δίσῃ ἐκεῖ. Ψυχαγωγεῖ τὸν Βαροὺχ ὁ ∆εσπότης διακονοῦντα τῷ προφήτῃ, καὶ τοὺς χρησμοὺς γρά φοντα, καὶ σχετλιάζοντα, καὶ δυσχεραίνοντα· τὸν δὲ βίον τὸν ὀδύνης μεστὸν φέρειν γενναίως παρεγγυᾷ. Εἰ γὰρ ἅπαντα, φησὶ, τὸν λαὸν, ὃν ἐξήγαγον ἐξ Αἰ γύπτου, ἐφύτευσα δὲ ἐν τῇ γῇ ταύτῃ, ἀνασπῶ νῦν, καὶ ἐκκόπτω, καὶ τοσαύταις παραδίδωμι τιμωρίαις, σὺ ἀλύεις, ὅτι μὴ μόνος ἐν εὐθυμίᾳ διάγεις; ἀλλ' οὐ χρή σε τοῦτο δρᾷν· ἐγὼ δὲ ὅμως φροντιῶ σου, καὶ τούτοις ἐπάγων τὴν τιμωρίαν, σοὶ προσοίσω παρα ψυχήν· καὶ ἔνθα ἂν διάγῃς, τῆς παρ' ἐμοῦ τεύξῃ κηδεμονίας. Προσήκει τοίνυν ἡμᾶς ταῦτα μεμαθη κότας, μὴ δυσχεραίνειν, ὅταν ἡμῖν προσβάλλῃ τι λυπηρὸν, ἀλλ' αἰτεῖν μὲν παρὰ τοῦ Θεοῦ τὰ βελτίω, φέρειν δὲ τὰ παρόντα· ταύτην γὰρ ἡμῶν τὴν καρτε ρίαν ὁ ∆εσπότης ὁρῶν, οὐκ ἐάσει πειραθῆναι ὑπὲρ ὃ δυνάμεθα· ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δυνηθῆναι ἡμᾶς ὑπενεγκεῖν· ᾧ πρέπει δόξα καὶ μεγαλοπρέπεια, σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ, καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.