66
ζῆλον. Οὐδὲ γὰρ μικρόν ἐστιν, ὅταν μὴ μετὰ τῶν λοιπῶν ἀριθμῆται. Ὅρα γοῦν πῶς δείκνυσι μέγαν τὸν ἄνδρα, εἴ γε ἡ οἰκία αὐτοῦ ἐκκλησία ἦν. Καὶ ὅταν ἀναγνωσθῇ παρ' ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων Ἐκκλησίᾳ ἀναγνωσθῇ. Ἐμοὶ δοκεῖ εἶναί τινα τῶν γραφέντων ἐκεῖ, ἃ καὶ τούτους ἐχρῆν ἀκοῦσαι. Καὶ τούτοις μείζων ἦν ἡ ὠφέλεια, ὅταν ἑτέ 62.382 ρων ἐγκαλουμένων, τὰ οἰκεῖα ἁμαρτήματα ἐπιγινώσκωσι. Καὶ τὴν ἐκ Λαοδικείας, ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Τινὲς λέγουσιν, ὅτι οὐχὶ τὴν Παύλου πρὸς αὐτοὺς ἀπεσταλμένην, ἀλλὰ τὴν παρ' αὐτῶν Παύλῳ· οὐ γὰρ εἶπε, τὴν πρὸς Λαοδικέας, ἀλλὰ, Τὴν ἐκ Λαοδικείας, φησὶ, γραφεῖσαν. Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Τίνος ἕνεκεν οὐ γράφει πρὸς αὐτόν; Ἴσως οὐκ ἐδεῖτο, ἀλλὰ ψιλῆς μόνης ὑπομνήσεως, ὥστε σπουδαιότερος εἶναι. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Τοῦτο γνησιότητος καὶ φιλίας τεκμήριον, τὸ καὶ τὰ γράμματα ὁρᾷν, καὶ πάσχειν τι πρὸς ταῦτα. Μνημονεύετέ μου τῶν δεσμῶν. Βαβαὶ, πόση παράκλησις! Τοῦτο γὰρ ἱκανὸν εἰς πάντα αὐτοὺς προτρέψαι καὶ γενναιοτέρους ποιῆσαι πρὸς τοὺς ἀγῶνας· οὐ μόνον δὲ γενναιοτέρους, ἀλλὰ καὶ οἰκειοτέρους αὐτοὺς ἐποίει. Ἡ χάρις μεθ' ὑμῶν. Ἀμήν. βʹ. Μέγα ἐγκώμιον, καὶ μεῖζον τῶν ἄλλων ἁπάντων τὸ λέγειν περὶ τοῦ Ἐπαφρᾶ, Ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ. Καὶ διάκονον αὐτὸν ὑπὲρ αὐτῶν φησιν, ὥσπερ καὶ ἑαυτὸν τῆς Ἐκκλησίας λέγει διάκονον, ὡς ὅταν λέγῃ· Ἧς ἐγενόμην ἐγὼ Παῦλος διάκονος. Εἰς τὸ αὐτὸ ἀξίωμα ἀναφέρει τὸν ἄνδρα, καὶ σύνδουλον ἀνωτέρω καλεῖ, καὶ ἐνταῦθα δοῦλον. Ὁ ἐξ ὑμῶν, φησίν· ὡς πρὸς μητέρα διαλεγόμενος, καὶ λέγων· Ὁ ἐκ τῆς γαστρὸς τῆς σῆς. Ἀλλὰ τοῦτο φθόνον ἂν ἔτεκε τὸ ἐγκώμιον. ∆ιὰ τοῦτο οὐκ ἀπὸ τούτων αὐτὸν συνίστησι μόνον, ἀλλὰ καὶ ἐκ τῶν πρὸς αὐτούς· καὶ ἐκεῖ φθόνον λύει, καὶ ἐνταῦθα. Πάντοτε, φησὶν, ἀγωνιζόμενος ὑπὲρ ὑμῶν· οὐ νῦν μόνον παρ' ἡμῖν, ὥστε ἐπιδείξασθαι, οὐδὲ παρ' ὑμῖν μόνον, ὥστε ὑμῖν ἐπιδείξασθαι. Μεγάλην προθυμίαν ἔδειξε τῷ εἰπεῖν. Ἀγωνιζόμενος. Εἶτα, ἵνα μὴ δόξῃ κολακεύειν αὐτοὺς, ἐπήγαγεν, ὅτι Ζῆλον ἔχει πολὺν ὑπὲρ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱεραπόλει. Καὶ τὸ, Ἵνα στῆτε τέλειοι, καὶ τοῦτο οὐ κολακείας, ἀλλ' αἰδεσίμου διδασκάλου Καὶ πεπληρωμένοι, φησὶ, καὶ τέλειοι. Τὸ μὲν ἔδωκε, τὸ δὲ εἶπεν ὑστερεῖν. Καὶ οὐκ εἶπεν, Ἵνα μὴ σαλεύησθε, ἀλλ', Ἵνα στῆτε. Τὸ μέντοι παρὰ πολλῶν ἀσπάζεσθαι αὐτοὺς, ἀνακτᾶται αὐτοὺς, ὅταν μὴ μόνον οἱ οἰκεῖοι ἐξ αὐτῶν, ἀλλὰ καὶ ἕτεροι αὐτῶν μνημονεύωσι. Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ. Μάλιστα αὐτοὺς αὐτῷ ὑποτάττει. Οὐκέτι γὰρ ἂν ἔχοιεν ἐγκαλεῖν ἐκείνῳ ἐπιτιμῶντι αὐτοὺς, ὅταν αὐτοὶ ὦσιν ἀναδεδεγμένοι τὸ πᾶν· ἐπεὶ οὐκ ἔχει λόγον τοῖς μαθηταῖς περὶ τοῦ διδασκάλου λέγειν. Ἀλλ' ἐπιστομίζων αὐτοὺς, ταῦτα γράφει. Εἴπατε, φησὶν, Ἀρχίππῳ Βλέπε. Φοβοῦντός ἐστι τοῦτο τὸ ῥῆμα πανταχοῦ, ὡς ὅταν λέγῃ· Βλέπετε τοὺς κύνας· Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν· Βλέπετε μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσι. Καὶ πανταχοῦ οὕτω φησὶν ὅταν φοβῇ. Βλέπε, φησὶ, τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Οὐδὲ ἀφίησιν αὐτὸν κύριον εἶναι, καθάπερ αὐτὸς ἔλεγεν· Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. Ἵνα αὐτὴν πληροῖς· διηνεκῶς κεχρημένος σπουδῇ. Ἣν παρέλαβες ἐν Κυρίῳ. Πά 62.383 λιν τὸ, Ἐν, διὰ Κυρίου, ἐστίν· Αὐτός σοι ἔδωκεν, οὐχ ἡμεῖς. Κἀκείνους ὑποτάττει αὐτῷ, τῷ δεικνύειν παρὰ Θεοῦ αὐτοὺς ἐγκεχειρισμένον· Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ' ὑμῶν. Ἀμήν. Τὸν φόβον ἔλυσεν. Εἰ γὰρ καὶ ὁ διδάσκαλος ἐν δεσμοῖς, ἀλλ' ἡ χάρις αὐτὸν λύει. Καὶ τοῦτο τῆς χάριτος τὸ συγχωρεῖν αὐτὸν δεθῆναι· ἄκουε γὰρ τοῦ Λουκᾶ λέγοντος, ὅτι Ὑπέστρεφον οἱ ἀπόστολοι ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες ὅτι κατηξιώθησαν