66
ἀσεβεῖς, μέλλῃς αἰσχύνεσθαι καὶ ἐρυθριᾷν, ἄκουσον τί φησιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν. Τί ἐστιν, Οὐ μόνον δέ; Οὐ μόνον ἐσώθημεν, φησὶν, ἀλλὰ καὶ καυχώμεθα δι' αὐτὸ τοῦτο, δι' ὃ νομίζει τις ἡμᾶς ἐγκαλύπτεσθαι. Τὸ γὰρ ἐν τοσαύτῃ πονηρίᾳ ζῶντας ἡμᾶς σωθῆναι, τοῦ σφόδρα ἀγαπηθῆναι παρὰ τοῦ σώζοντος μέγιστον σημεῖόν ἐστιν. Οὐ γὰρ δι' ἀγγέλων ἢ ἀρχαγγέλων, ἀλλὰ δι' αὐτοῦ τοῦ Μονογενοῦς ἔσωσεν. Ὥστε καὶ τὸ σῶσαι, καὶ τὸ τοιούτους ὄντας σῶσαι, καὶ τὸ διὰ τοῦ Μονογενοῦς τοῦτο ποιῆσαι, καὶ οὐδὲ ἁπλῶς διὰ τοῦ Μονογενοῦς, ἀλλὰ διὰ τοῦ αἵματος αὐτοῦ, μυρίους ἡμῖν καυχήσεως πλέκει στεφάνους. Οὐδὲν γὰρ ἴσον εἰς δόξης λόγον καὶ παῤῥησίας τοῦ φιλεῖσθαι παρὰ τοῦ Θεοῦ καὶ τοῦ φιλεῖν αὐτὸν τὸν ἀγαπῶντα. Τοῦτο τοὺς ἀγγέλους ποιεῖ λαμπροὺς, τοῦτο τὰς ἀρχὰς καὶ τὰς δυνάμεις, τοῦτο βασιλείας μεῖζον· διὰ τοῦτο καὶ Παῦλος πρὸ τῆς βασιλείας τοῦτο ἐτίθει· διὰ τοῦτο καὶ τὰς ἀσωμάτους μακαρίζω δυνάμεις, ὅτι καὶ φιλοῦσιν αὐτὸν, καὶ πάντα ὑπακούουσιν. Ἐντεῦθεν γοῦν αὐτοὺς καὶ ὁ προφήτης ἐθαύμαζε, λέγων· ∆υνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ· ἐντεῦθεν καὶ τὰ Σεραφὶμ ὁ Ἡσαΐας ἀνεκήρυττε, τὴν μεγάλην αὐτῶν ἐνδεικνύμενος ἀρετὴν ἐκ τοῦ ἑστάναι πλησίον τῆς δόξης ἐκείνης, ὅπερ μεγίστης ἀγάπης σημεῖον ἦν. δʹ. Ζηλώσωμεν τοίνυν καὶ ἡμεῖς τὰς ἄνω δυνάμεις, καὶ μὴ μόνον ἐγγὺς τοῦ θρόνου στῆναι σπουδάσωμεν, ἀλλὰ καὶ ἔνοικον αὐτὸν ἔχειν τὸν ἐπὶ τοῦ θρόνου καθήμενον. Ἐκεῖνος μὲν γὰρ καὶ μισοῦντας ἐφίλησε, καὶ φιλῶν διατελεῖ· καὶ γὰρ Τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Σὺ δὲ φιλοῦντα γοῦν ἀγάπησον· φιλεῖ γάρ. Καὶ πῶς, φησὶν, ὁ φιλῶν γέενναν καὶ 60.472 κόλασιν καὶ τιμωρίαν ἠπείλησε; ∆ι' αὐτὸ τοῦτο τὸ φιλεῖν· καὶ γὰρ ἐκκόπτων σου τὴν πονηρίαν, καὶ ὥσπερ τινὶ χαλινῷ τῷ φόβῳ κατέχων σου τὴν ἐπὶ τὰ χείρω ῥύμην, πάντα ποιεῖ καὶ πραγματεύεται, καὶ διὰ τῶν χρηστῶν καὶ διὰ τῶν λυπηρῶν ἀναστέλλων σε τῆς ἐπὶ τὰ κάτω φορᾶς, καὶ πρὸς ἑαυτὸν ἐπανάγων καὶ ἀπάγων κακίας πάσης, ἣ γεέννης ἐστὶ χαλεπωτέρα. Εἰ δὲ γελᾷς ἐπὶ τοῖς εἰρημένοις, καὶ μυριάκις ἐν πονηρίᾳ ζῇν ἐθέλεις, ἢ μίαν κολάζεσθαι ἡμέραν, θαυμαστὸν οὐδέν· καὶ γὰρ καὶ τοῦτό σου τῆς ἀτελοῦς γνώμης σημεῖον, καὶ τῆς μέθης καὶ τῆς ἀνιάτου νόσου· ἐπεὶ καὶ τὰ παιδία τὰ μικρὰ ὅταν ἴδῃ τὸν ἰατρὸν ἢ πῦρ ἢ τομὴν ἐπάγοντα, φεύγει καὶ ἀποπηδᾷ ὀλολύζοντα καὶ σπαραττόμενα, καὶ μᾶλλον αἱρεῖται διηνεκεῖ σηπεδόνι σώματος ἐναπολέσθαι, ἢ πρόσκαιρον ὑπομείναντα πόνον, τῆς μετὰ ταῦτα ἀπολαύειν ὑγείας. Οἱ δὲ νοῦν ἔχοντες ἴσασιν, ὅτι τὸ νοσεῖν τοῦ τέμνεσθαι χαλεπώτερον, ὥσπερ οὖν τὸ κακῶς εἶναι τοῦ κολάζεσθαι χεῖρον· τὸ μὲν γὰρ θεραπεύεσθαι καὶ ὑγιαίνειν ἐστὶ, τὸ δὲ ἀπόλλυσθαι καὶ ἐν ἀῤῥωστίᾳ εἶναι διηνεκεῖ. Ὅτι δὲ ἀῤῥωστίας ὑγεία βέλτιον, παντί που δῆλον· ἐπεὶ καὶ τοὺς λῃστὰς, οὐχ ὅταν διορύττωνται τὰς πλευρὰς, δακρύειν ἄξιον, ἀλλ' ὅταν διορύττωσι τοίχους καὶ φονεύωσιν. Εἰ γὰρ βέλτιον ψυχὴ σώματος, ὥσπερ οὖν καὶ βέλτιον, ταύτης ἀπολλυμένης, μᾶλλον στένειν δίκαιον καὶ ὀδύρεσθαι· εἰ δὲ μὴ αἰσθάνοιτο, καὶ ταύτῃ μειζόνως αὐτὴν πενθεῖν δεῖ. Καὶ γὰρ τοὺς ἐρῶντας ἀκόλαστον ἔρωτα τῶν πυρεττόντων χαλεπῶς μᾶλλον ἐλεεῖν ἄξιον, καὶ τοὺς μεθύοντας τῶν βασανιζομένων. Καὶ εἰ ταῦτα χαλεπώτερα, φησὶ, διὰ τί μᾶλλον αὐτὰ αἱρούμεθα; Ὅτι πολλοῖς τῶν ἀνθρώπων, κατὰ τὴν παροιμίαν, ἀρέσκει τὰ χείρω, καὶ ταῦτα αἱροῦνται, τὰ ἀμείνω παρατρέχοντες. Ὅπερ καὶ ἐν ἐδέσμασιν ὁρᾷν ἔστι, καὶ ἐν πολιτείαις, καὶ ἐν ζήλοις βίων, καὶ ἐν ἡδονῆς ἀπολαύσει, καὶ ἐν γυναιξὶ, καὶ ἐν οἰκίαις, καὶ ἐν ἀνδραπόδοις, καὶ ἐν ἀγροῖς, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων γινόμενον. Τί γὰρ ἥδιον, εἰπέ μοι, γυναιξὶν ἢ ἄῤῥεσι μίγνυσθαι; γυναιξὶν ἢ ἡμιόνοις; Ἀλλ' ὅμως πολλοὺς εὑρήσομεν γυναῖκας μὲν παρατρέχοντας, ἀλόγοις δὲ μιγνυμένους, καὶ ἀῤῥένων σώμασιν ἐνυβρίζοντας, καίτοι τὰ κατὰ φύσιν τῶν παρὰ φύσιν ἡδίω. Ἀλλ' ὅμως εἰσὶ πολλοὶ τὰ καταγέλαστα καὶ ἀηδῆ καὶ κόλασιν ἔχοντα ὡς ἡδέα διώκοντες.