1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

67

Ἐκείνοις γὰρ ἡδέα ταῦτα εἶναι δοκεῖ, φησίν. Ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο ἂν εἶεν ἄθλιοι, ὅτι καὶ ἡδέα νομίζουσιν εἶναι τὰ οὐχ ἡδέα. Οὕτω καὶ τὴν κόλασιν τῆς ἁμαρτίας χείρω τίθενται· οὐκ ἔστι δὲ, ἀλλὰ τοὐναντίον ἅπαν. Εἰ γὰρ κακὸν ἦν τοῖς ἁμαρτάνουσιν, οὐκ ἂν προσέθηκε κακοῖς κακὰ ὁ Θεὸς, οὐδὲ χείρους ἂν αὐτοὺς ποιῆσαι ἐθέλησεν· ὁ γὰρ πάντα ποιῶν, ὥστε σβεσθῆναι τὴν κακίαν, οὐκ ἂν αὐτὴν ηὔξησεν. Οὐκ ἄρα τὸ κολάζεσθαι κακὸν τῷ πλημμελοῦντι, ἀλλὰ τὸ οὕτως ἔχοντα μὴ κολάζεσθαι, ὥσπερ οὖν τὸ τὸν ἀῤῥωστοῦντα μὴ θεραπεύεσθαι. Οὐδὲν γὰρ οὕτω κακὸν ὡς ἐπιθυμία ἄτοπος· ἄτοπον δὲ ὅταν εἴπω, καὶ τὴν τῆς τρυφῆς λέγω, καὶ τὴν τῆς δόξης τῆς ἀκαίρου, καὶ τὴν τῆς δυναστείας, καὶ τὴν ἁπάντων ἁπλῶς τῶν ὑπὲρ τὴν χρείαν πραγμάτων. Ὁ γὰρ τοιοῦτος ὁ τὸν ὑγρὸν καὶ διαλελυμένον ζῶν βίον, δοκεῖ μὲν πάντων εἶναι μακαριώτερος, πάντων δέ ἐστιν ἀθλιώτερος, δεσποίνας χαλεπὰς καὶ τυράννους ἐπεισάγων αὐτοῦ τῇ ψυχῇ. ∆ιὰ τοῦτο ἐπίπονον ὁ Θεὸς ἡμῖν τὸν πάροντα ἐποίη 60.473 σε βίον, ἵνα ἐκείνης ἡμᾶς ἀπαλλάξῃ τῆς δουλείας, καὶ εἰς καθαρὰν ἐλευθερίαν ἀγάγῃ· διὰ τοῦτο καὶ κόλασιν ἠπείλησε, καὶ πόνους συνεκλήρωσεν ἡμῶν τῇ ζωῇ, τὸ χαῦνον ἐπισφίγγων. Οὕτω γοῦν καὶ οἱ Ἰουδαῖοι, ὅτε μὲν τῷ πηλῷ καὶ τῇ πλινθουργίᾳ προσδεδεμένοι ἦσαν, καὶ ἐπιεικεῖς ἦσαν, καὶ τὸν Θεὸν ἐκάλουν συνεχῶς, ὅτε δὲ ἐλευθερίας ἀπήλαυσαν, καὶ ἐγόγγυζον, καὶ παρώξυναν τὸν ∆εσπότην, καὶ μυρίοις ἑαυτοὺς περιέπειρον κακοῖς. Τί οὖν, φησὶν, ἂν εἴποις πρὸς τοὺς ὑπὸ θλίψεως περιτραπέντας πολλάκις; Ὅτι οὐ τῆς θλίψεως ἔργον ἡ περιτροπὴ, ἀλλὰ τῆς ἀσθενείας τῆς ἐκείνων. Οὐδὲ γὰρ, εἴ τις στόμαχον ἄῤῥωστον ἔχων, μὴ δέχοιτο πικρὸν φάρμακον δυνάμενον αὐτὸν καθᾶραι, ἀλλὰ καὶ ἐπιτρίβοιτο, οὐ τὸ φάρμακον αἰτιασόμεθα, ἀλλὰ τὴν ἀῤῥωστίαν τοῦ μέλους, ὥσπερ οὖν καὶ ἐνταῦθα τὴν εὐκολίαν τῆς γνώμης. Καὶ γὰρ ὁ ὑπὸ θλίψεως περιτρεπόμενος, πολλῷ μᾶλλον ὑπὸ ἀνέσεως τοῦτο πείσεται· εἰ γὰρ δεδεμένος πίπτει (τοῦτο γὰρ ἡ θλῖψις), πολλῷ μᾶλλον λελυμένος· εἰ σφιγγόμενος περιτρέπεται, πολλῷ μᾶλλον χαυνούμενος. Καὶ πῶς δυνήσομαι, φησὶ, μὴ περιτραπῆναι θλιβόμενος; Ἂν ἐννοήσῃς ὅτι, κἂν θέλῃς κἂν μὴ θέλῃς, οἴσεις τὸ ἐπενεχθέν· ἀλλ' ἂν μὲν εὐχαρίστως, κερδανεῖς τὰ μέγιστα, ἂν δὲ ἀποδυσπετῶν καὶ ἀλύων καὶ δυσφημῶν, οὔτε τὴν συμφορὰν ἐλάττω ταύτῃ ποιήσεις, καὶ μεῖζον ἐργάσῃ τὸ κλυδώνιον. Ταῦτα οὖν ἐννοοῦντες, ὃ τῆς ἀνάγκης ἐστὶ, ποιῶμεν τῆς προαιρέσεως εἶναι τῆς ἡμετέρας· οἷόν τι λέγω· Παῖδά τις ἀπέβαλε γνήσιον, τὴν οὐσίαν ἕτερος ἅπασαν· ἂν ἐννοήσῃς, ὅτι λυθῆναι μὲν τὸ γεγενημένον οὐκ ἔνι, ἔνι δέ τι καρπώσασθαι καὶ ἐκ τῆς ἀνιάτου συμφορᾶς τὸ γενναίως ἐνεγκεῖν τὸ συμβὰν, καὶ ἀντὶ τῶν ῥημάτων τῶν δυσφήμων εὐφημίαν ἀνενέγκῃς τῷ ∆εσπότῃ, οὕτω τὰ ἀβουλήτως ἐπενεχθέντα κακὰ, προαιρέσεως ἔσται σοι κατορθώματα. Εἶδες υἱὸν ἁρπαγέντα ἄωρον; Εἰπὲ, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Εἶδες οὐσίαν κενωθεῖσαν; Εἰπὲ, Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Εἶδες πονηροὺς εὐπραγοῦντας, καὶ δικαίους δυσημεροῦντας καὶ μυρία πάσχοντας δεινὰ, οὐκ ἔγνως δὲ τῶν γενομένων εὑρεῖν τὴν αἰτίαν; Εἰπὲ, Κτηνώδης ἐγενόμην παρὰ σοὶ, πλὴν ἐγὼ διαπαντὸς μετὰ σοῦ. Εἰ δὲ καὶ τὴν αἰτίαν ζητεῖς, ἐννόησον ὅτι ἔστησεν ἡμέραν, καθ' ἢν μέλλει κρίνειν τὴν οἰκουμένην, καὶ πᾶσαν ἐκβαλεῖς ἀπορίαν· τὴν γὰρ ἀξίαν τότε ἕκαστος ἀπολήψεται, ὥσπερ ὁ Λάζαρος καὶ ὁ πλούσιος. Ἀναμνήσθητι 60.474 τῶν ἀποστόλων· καὶ γὰρ ἐκεῖνοι μαστιζόμενοι καὶ ἐλαυνόμενοι καὶ μυρία πάσχοντες, ἔχαιρον ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Καὶ σὺ τοίνυν ἂν ἀῤῥωστήσῃς, φέρε γενναίως, καὶ τῷ Θεῷ χάριτας ὡμολόγει, καὶ οὕτω τὸν αὐτὸν ἐκείνοις λήψῃ μισθόν. Πῶς δὲ ἐν ἀῤῥωστίᾳ ὢν καὶ ὀδύναις δυνήσῃ τῷ ∆εσπότῃ χάριν εἰδέναι; Ἂν φιλῇς αὐτὸν γνησίως. Εἰ γὰρ εἰς κάμινον ἐμπεσόντες οἱ παῖδες οἱ τρεῖς, καὶ ἐν δεσμωτηρίοις ὄντες ἕτεροι καὶ ἐν μυρίοις ἄλλοις κακοῖς, οὐ διέλιπον εὐχαριστοῦντες· πολλῷ μᾶλλον οἱ ἐν νόσοις ὄντες καὶ ἐν ἀῤῥωστίαις χαλεπαῖς