1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

67

φυτοῖς· τρο πικῶς τοίνυν τοὺς ἐπικούρους τῶν Αἰγυπτίων οὕτως ὠνόμασεν, ὧν τὴν ἧτταν καὶ τὴν φυγὴν προεθέ σπισε. ιεʹ. ∆ιότι ἔφυγεν ὁ Ἄπις, ὁ μόσχος σου ὁ ἐκλεκτὸς, καὶ οὐκ ἔμεινε. "Μόσχον ἐκλεκτὸν" τὸν Ἄπιν λέγει· βοῦς δὲ ἦν οὗτος, παρ' αὐτῶν τρεφόμε νος καὶ προσκυνούμενος· διδάσκει τοίνυν ὁ προφητι κὸς λόγος τὴν αἰτίαν τῆς ἥττης· μόσχον γὰρ θεο ποιοῦντες, καὶ τούτῳ θαῤῥοῦντες, ἐπικουρίας οὐκ ἔτυχον. "Ὅτι Κύριος παρέλυσεν αὐτόν." Τουτ έστι τὸν μόσχον. Παρέλυσε δὲ καὶ τὸν ἐν ἐκείνῳ ἐνεργοῦντα, καὶ τοὺς ἀνθρώπους πλανῶντα. ιϛʹ. Καὶ τὸ πλῆθός σου ἠσθένησε, καὶ ἔπεσε. Λέγει δὲ καὶ τὴν ἐπισκήψασαν αὐτοῖς δειλίαν, καὶ ὅτι ἀλλήλους προέτρεπον εἰς φυγὴν, δεδιότες τοὺς πολεμίους, καὶ τοὺς ἐκείνων ἐπικούρους. "Ἀναστῶ μεν γὰρ, φησὶ, καὶ ἀποστρέψωμεν εἰς τὸν λαὸν ἡμῶν, καὶ εἰς τὴν πατρίδα ἡμῶν, ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς." Εἰκὸς μὲν καί τινας τῶν Ἑλλήνων τῷ Βαβυλωνίων βασιλεῖ συστρατεῦσαι· ἡγοῦμαι δὲ, ὅτι κατ' αὐτὸν καὶ τῶν Μακεδόνων προλέγει τὴν δυναστείαν· ὁ γὰρ Ἀλέξανδρος τῶν Αἰγυπτίων καταλύσας τὴν βασιλείαν Μακεδόσι δου λεύειν ἠνάγκασε. ιζʹ. Καλέσατε τὸ ὄνομα Φαραὼ Νεχαὼ βα σιλέως Αἰγύπτου Σαὼν ἐεβεὶρ ἐμωήδ. Ταῦτα δὲ ὁ Σύρος οὕτως ἡρμήνευσε· "Καλέσατε τὸ ὄνομα αὐτοῦ, ταράττων, καὶ καιροὺς παραφέρων·" πάλαι γὰρ ἰσχυρὰ ἦν τῶν Αἰγυπτίων ἡ βασιλεία, καὶ τὰ πελάζοντα διετάραττεν ἔθνη, καὶ πολλῶν εὐπραξίαν εἰς δυσπραγίαν μετέβαλε. ιηʹ. Ζῶ ἐγὼ, λέγει Κύριος ὁ Θεὸς, ὁ βασιλεὺς τῶν δυνάμεων ὄνομα αὐτῷ. Καὶ τὸ ἀΐδιον αὐτοῦ καὶ τὸ δυνατὸν, κατὰ ταυτὸν ἡμᾶς ἐδίδαξεν. "Ὅτι ὥσπερ ἐστὶ τὸ Θαβὼρ ἐν τοῖς ὄρεσι, καὶ ὡς Κάρ μηλος ἐν τῇ θαλάσσῃ, οὕτως ἥξει." Ἀντὶ τοῦ, Μὴ 81.713 ἀμφιβάλῃς· ὥσπερ γὰρ ἀναμφισβητήτως ὁμολογοῦσι πάντες, καὶ τὸ Θαβὼρ ὄρος εἶναι, καὶ τῇ θαλάσσῃ πελάζειν, καὶ τὸν Κάρμηλον· οὕτως ἡ πρόῤῥησις ἔχει τὸ ἀληθές. ιθʹ. Σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ, κατ οικοῦσα θύγατερ Αἰγύπτου· ἀντὶ τοῦ, εὐτρε πὴς εἰς αἰχμαλωσίαν γενοῦ· λέγει δὲ καὶ τῆς βασι λευούσης πόλεως τὴν ἐρημίαν· ἡ γὰρ Μέμφις κατ' ἐκεῖνον τὸν καιρὸν ἐγεγόνει πόλις βασιλική· καὶ τοῦτο ἡμᾶς ὁ θεσπέσιος Ἡσαΐας ἐδίδαξεν. "Ἐξ- έλιπον γὰρ, φησὶν, οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώ θησαν οἱ ἄρχοντες Μέμφεως. κʹ. ∆άμαλις καλὴ κεκαλλωπισμένη Αἴγυπτος. Τὸ ἀδάμαστον αὐτῆς, καὶ ἀπειρόζυγον, καὶ τρυφη λὸν, διὰ τούτων δεδήλωκεν· καὶ τὴν πολλὴν αὐτῶν ἐλέγχων ἀσθένειαν, διδάσκει, ὡς καὶ λίαν ὀλίγων ἐπελθόντων πολεμίων οὐκ ἠδυνήθησαν ἀντισχεῖν. Τοῦτο γὰρ λέγει· "Ἀπόσπασμα ἀπὸ βοῤῥᾶ ἦλθεν ἐπ' αὐτήν." καʹ. Καὶ οἱ μισθωτοὶ αὐτῆς ἐν αὐτῇ, ὡς μόσχοι. σιτευτοί. Τῶν ἐπικούρων δεδήλωκε τὴν ἀσθένειαν· ὁ γὰρ σιτευτὸς μόσχος τὴν μὲν γῆν οὐκ ἐργάζεται, ὑπὸ δὲ ἄλλων ἐσθίεται· λέγει δὲ καὶ αὐτῶν τὴν φυ γήν. "Ἀπεστράφησαν γὰρ, φησὶ, καὶ ἔφυγον ὁμοθυμαδόν· οὐκ ἔστησαν." Ἐπάγει καὶ τὴν αἰτίαν· "Ὅτι ἡμέρα ἀπωλείας ἦλθεν ἐπ' αὐτοὺς, καὶ καιρὸς ἐκδικήσεως αὐτῶν." Ἔδει γὰρ αὐτοὺς δίκας δοῦ ναι τῆς ἀσεβείας· διδάσκει μέντοι διὰ τούτων, ὡς μακροθυμίᾳ χρώμενος ὁ ∆εσπότης ὕστερον ἐπάγει τὴν τιμωρίαν. κβʹ. Φωνὴ αὐτῶν ὡς ὄφεως συρίζοντος. Τῶν δυσπραγούντων ἴδιον τὸ στένειν καὶ συρίττειν, καὶ ὑπὸ τῆς ἀθυμίας θερμαινόμενον ἐκφέρειν πνεῦμα. "Ὅτι ἐν ψάμμῳ πορεύσονται." Τὸ σαθρὸν αὐτῶν διὰ τούτων δεδήλωκε· καὶ γὰρ ὁ Κύριος τὸν ἀκούοντα τὸν λόγον αὐτοῦ, καὶ μὴ ποιοῦντα, παρέβαλεν ἀνδρὶ μωρῷ, ἐπὶ τῆς ψάμμου τὴν οἰκίαν οἰκοδομήσαντι. "Ἐν ἀξίναις ἥξουσιν ἐπ' αὐτὴν, ὡς κόπτοντες ξύλα." Εἶτα προστακτικῶς· κγʹ. Ἐκκόψατε τὸν δρυμὸν αὐτῆς, λέγει Κύ ριος ὁ Θεὸς, ὅτι οὐ μὴ ἱλασθῇ ὁ Θεὸς, ὅτι πληθύνει ὑπὲρ ἀκρίδα. Τουτέστι, τῶν ἐνοικούν των τὸ πλῆθος, "Καὶ οὐκ ἔστιν αὐτοῖς ἀριθμός." ∆ρυμῷ αὐτὴν ἀπεικάζει, τοὺς πολεμίους δρυμοτόμοις, κδʹ. Κατῃσχύνθη θυγάτηρ Αἰγύπτου, παρεδόθη εἰς χεῖρας λαοῦ ἀπὸ βοῤῥᾶ, εἶπε Κύριος τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ. Ταῦτα καὶ τοῖς Ἰουδαίοις εἰς