68
εἰς ἀκριβῆ ἐρυθρότητα ἀφικνουμένην, μαρμάρου δίκην λείαν ὑποκειμένην, ὁμαλήν· εἶτά μοι ἔδειξε Παῦλον δακρύοντα, ταύτην ἂν ἀφεὶς ἐπεπήδησα τῇ τούτου θέᾳ· κάλλος γὰρ ἀπέλαμπεν ἀπὸ τούτων τῶν ὀφθαλμῶν πνευματικόν. Ἐκεῖνο μὲν γὰρ ποιεῖ ἐξίστασθαι νέων ψυχὰς, ἐκκαίει καὶ φλέγει· τοῦτο δὲ τοὐναντίον καταστέλλει. Τούτου τοὺς ὀφθαλμοὺς ὁ ὁρῶν ὡραιότερον τὸν τῆς ψυχῆς ἐργάζεται, κατασπᾷ γαστέρα, φιλοσοφίας ἐμπίπλησι, συμπαθείας πολλῆς, καὶ ἀδαμαντίνην μαλάξαι δύναται ψυχήν. Τούτοις ἄρδεται ἡ Ἐκκλησία, τούτοις ψυχαὶ φυτεύονται τοῖς δάκρυσι· κἂν πῦρ ᾖ, ταῦτα τὰ δάκρυα σβέσαι δύναται, καὶ αἰσθητὸν καὶ σωματικόν· ταῦτα τὰ δάκρυα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέννυσι. Μνημονεύωμεν τοίνυν τῶν δακρύων αὐτοῦ, καὶ πάντων καταγελασόμεθα τῶν παρόντων. Ταῦτα ἐμακάριζεν ὁ Χριστὸς τὰ δάκρυα, λέγων· Μακάριοι οἱ πενθοῦντες, καὶ μακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ γελάσονται. Τοιαῦτα καὶ Ἡσαΐας, καὶ Ἱερεμίας ἠφίει δάκρυα· καὶ ὁ μὲν ἔλεγεν· Ἄφετέ με, πικρῶς κλαύσομαι· ὁ δὲ ἔλεγε· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων; ὡς οὐκ ἀρκούσης τῆς φυσικῆς. Οὐδὲν τῶν δακρύων τούτων ἥδιον· παντὸς γέλωτος ταῦτα ἡδύτερα. Ἴσασιν οἱ πενθοῦντες, πόσην ἔχει τὸ πρᾶγμα παραμυθίαν. Μὴ ἀπευκτὸν αὐτὸ εἶναι νομίζωμεν, ἀλλὰ καὶ σφόδρα εὐκτόν. Οὐχ ὥστε ἑτέρους ἁμαρτάνειν, ἀλλ' ὥστε ἁμαρτανόντων αὐτῶν ἡμᾶς κατακλᾶσθαι, τούτων μνημονεύωμεν τῶν δακρύων, τούτων τῶν δεσμῶν. Ἄρα καὶ ἐπὶ τῶν δεσμῶν δάκρυα κατέβαινεν· οὐκ ἠφίει δὲ αὐτὸν τῆς ἀπὸ τῶν δεσμῶν ἡδονῆς αἰσθάνεσθαι τῶν ἀπολλυμένων ὁ θάνατος, τῶν δεσμούντων. Καὶ γὰρ ὑπὲρ ἐκείνων ἤλγει· μαθητὴς γὰρ ἦν ἐκείνου τοῦ δακρύοντος τοὺς 62.385 ἱερέας τῶν Ἰουδαίων, οὐχ ὅτι αὐτὸν ἔμελλον σταυροῦν, ἀλλ' ὅτι αὐτοὶ ἀπώλλυντο. Καὶ οὐκ αὐτὸς μόνος αὐτὸ ποιεῖ, ἀλλὰ καὶ τοὺς ἄλλους οὕτω παρακαλεῖ, λέγων· Μὴ κλαίετε ἐπ' ἐμὲ, θυγατέρες Ἱερουσαλήμ. Εἶδον τὸν παράδεισον οὗτοι οἱ ὀφθαλμοὶ, εἶδον τὸν τρίτον οὐρανόν· ἀλλ' οὐ μακαρίζω αὐτοὺς τῆς θέας ταύτης ἕνεκεν οὕτως, ὡς τῶν δακρύων ἐκείνων, δι' ὧν εἶδον τὸν Χριστόν. Μακάριον μὲν ὄντως τοῦτο· καὶ γὰρ καὶ αὐτὸς ἐπ' αὐτῷ σεμνύνεται λέγων· Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; ἀλλὰ μακαριώτερον τὸ δακρῦσαι οὕτως. Ἐκείνου πολλοὶ κεκοινωνήκασι τοῦ θεάματος, καὶ τοὺς μὴ κοινωνήσαντας μακαρίζει πάλιν Χριστὸς, λέγων· Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες· τούτου δὲ οὐ πολλοὶ ἐπέτυχον. Εἰ γὰρ τὸ μένειν διὰ Χριστὸν ἐνταῦθα τοῦ ἀναλῦσαι πρὸς αὐτὸν ἀναγκαιότερον διὰ τὴν σωτηρίαν τῶν ἄλλων, ἄρα καὶ τοῦ ἰδεῖν αὐτὸν τὸ δι' αὐτοὺς στενάξαι ἀναγκαιότερον. Εἰ γὰρ τοῦ σὺν αὐτῷ εἶναι τὸ δι' αὐτὸν εἰς γέενναν εἶναι ποθεινότερον, καὶ τοῦ συνεῖναι αὐτῷ τὸ χωρίζεσθαι αὐτοῦ δι' αὐτὸν ποθεινότερον (τοῦτο γάρ ἐστιν ὅπερ ἔλεγεν· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ Χριστοῦ)· πολλῷ μᾶλλον καὶ τὸ δακρύειν δι' αὐτόν. Οὐκ ἐπαυσάμην, φησὶ, μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. ∆ιὰ τί; Οὐχὶ τοὺς κινδύνους δεδοικώς· ἀλλ' ὥσπερ ἄν τις ἀσθενοῦντι παρακαθήμενος, καὶ μὴ εἰδὼς τὸ τέλος, δακρύοι διὰ πόθον, δεδοικὼς μὴ ἐκπέσῃ τῆς ζωῆς· οὕτω καὶ αὐτὸς, ὅταν εἶδεν ἀσθενοῦντα, καὶ ἐπιπλῆξαι οὐκ ἴσχυσεν, ἐδάκρυε λοιπόν. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίησεν, ἵνα κἂν τὰ δάκρυα αἰδεσθῶσιν· οἷον, ἡμάρτανέ τις; ἐπετίμα· κατέπτυεν αὐτοῦ ὁ ἐπιτιμώμενος, καὶ ἀπεπήδα; ἐδάκρυεν, ἵνα κἂν οὕτως ἐπισπάσηται. δʹ. Τούτων μνημονεύωμεν τῶν δακρύων· οὕτω τὰς θυγατέρας ἀνατρέφωμεν τὰς ἑαυτῶν, οὕτω τοὺς παῖδας, δακρύοντες ὅταν ἴδωμεν ἐν κακοῖς ὄντας. Ὅσαι ἐρᾶσθαι βούλονται, μνημονευέτωσαν τῶν δακρύων Παύλου, καὶ στεναζέτωσαν· ὅσαι μακαρίζεσθε, ὅσαι ἐν θαλάμοις ἐστὲ, ὅσαι ἐν ἡδονῇ, τούτων μνημονεύετε· ὅσοι ἐν