1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

69

ΚΕΦΑΛΑΙΟΝ ΜΗʹ. Ὁ δὲ προφήτης ἐπὶ τὴν Μωὰβ μεταφέρει τὴν πρόῤῥησιν. αʹ. Τῇ Μωὰβ οὕτως εἶπε Κύριος τῶν δυνά μεων, ὁ Θεὸς Ἰσραήλ· Οὐαὶ ἐπὶ Νεβὼ, ὅτι ἀπ ώλετο· ἑάλω. Τοῦτο εἴδωλον ἦν, καὶ μέμνηται αὐτοῦ Ἡσαΐας ὁ προφήτης· λέγει δὲ οὕτως· "Ἔπεσε Βὴλ, συνετρίβη Νεβών·" ἔστι δὲ καὶ πόλις ἐπ ώνυμος τοῦ εἰδώλου. Ἐλήφθη Καριαθέμ· κατῃσχύνθη καὶ ἡτ τήθη Μασιγάθ. (βʹ.) Οὐκ ἔστιν ἔτι ἰατρεία Μωὰβ, γαυρίαμα ἐν Ἐσεβών. Πόλεις ἦσαν λαμπραὶ, ἐφ' αἷς μέγα ἐφρόνουν οἱ Μωαβῖται. "Ἐλογίσαντο ἐπ' αὐτὴν κακά· ∆εῦτε, ἐκκόψωμεν αὐτὴν ἀπὸ ἔθνους, καὶ παῦσιν παύσεται." Εἶτα διδάσκει, ὡς οὐδὲ φεύγοντες τῆς σωτηρίας ἀπολαύσονται. "Ὄπισθέν σου βαδιεῖται μάχαιρα." Τοῦτο δὲ τοὺς διώκοντας δηλοῖ. 81.720 γʹ. Ὅτι φωνὴ κεκραγότων ἐξ Ὠρωναΐμ. Ἄλληπόλις αὕτη. Λέγει δὲ καὶ τὴν Ζογορὰ τὴν λυπη ροῦ δέξασθαι ἀγγελίαν, καὶ τὰς ἄλλας πόλεις ὀλο λυγῆς ἐμπλησθήσεσθαι· παρακελεύεται αὐτοῖς καὶ φυγὴν, καὶ τοῖς ἀγρίοις ὄνοις παραπλησίως ἐν τῇ ἐρήμῳ διάγειν· καὶ διδάσκων μὴ περιβόλοις θαῤῥεῖν, ἀλλ' ἀφθάρτῳ Ποιητῇ καὶ ∆εσπότῃ, ἐπήγαγεν· ζʹ. Ἐπειδὴ ἐπεποίθεις ἐν τῷ ὀχυρώματί σου, ἥξουσί σοι θλίψεις· καὶ οὐ μόνον σὺ τοῖς πο λεμίοις συλληφθήσῃ, ἀλλὰ καὶ Χαμὼς ἐξελεύ σεται ἐν ἀποικίᾳ. Εἴδωλον δὲ ἦν τοῦτο τῶν Μωα βιτῶν. Οἱ ἱερεῖς αὐτοῦ, καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. (ηʹ.) Καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν. Λέγει δὲ τὸν αὐλῶνα, καὶ τὴν πεδιάδα, τὸ αὐτὸ δέξεσθαι πάθος. Προλέγει καὶ τὴν παντελῆ τῶν πολεμίων ἐρημίαν. θʹ. ∆ότε γὰρ, φησὶ, σημεῖα τῇ Μωάβ. Ἐν ταῖς ἐρήμοις καὶ παντελῶς ἀβάτοις, σημεῖά τινα τιθέντες ἐκ λίθων, οὕτω τὴν πορείαν ποιοῦνται, καὶ εἰς ἐκεῖνα ἀφορῶντες ὁδεύουσιν ἀπλανῶς. "Ὅτι ἁφῇ ἀναφθήσεται." Τουτέστιν, ἐμπρησθήσεται. "Καὶ αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται." Παρὰ τὸ μὴ εἶναι ἐνοικοῦντα ἐν αὐτῇ. Πόθεν ἔνοικος αὐτῇ; ∆ιδάσκει δὲ διὰ τῶν ἑξῆς ὡς ὁ τῶν ὅλων Θεὸς ταῦτα κελεύει γενέσθαι. ιʹ. Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα τοῦ Θεοῦ ἀμελῶς, καὶ ἐπικατάρατος ὁ ἐξαίρων μάχαι ραν αὐτοῦ ἀφ' αἵματος. Εἰ δὲ τοὺς ἀμελῶς σφάτ τοντας, ἔνθα κελεύει Θεὸς, ἀραῖς ὁ προφητικὸς ὑπο βάλλει λόγος, ποίας ἡμεῖς τίσομεν δίκας τῆς πνευ ματικῆς ἐργασίας ὀλιγωροῦντες; ιαʹ. Ἀνεπαύσατο Μωὰβ ἐκ παιδαρίου, καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ, καὶ οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον. Τουτέστιν, οὐκ ἐνήλλαξεν αὐτοῦ τὴν ἐνοίκησιν, οὐδὲ μετανάστης ἐγένετο. "Καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο· διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ἡ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπεν." Ἐπ έμεινε τῇ τροπῇ, καὶ ἐπειδὴ ἀγγείου ἐμνημόνευσεν, ἀναγκαίως καὶ γεύσεως, καὶ ὀσμῆς. ∆ιὰ τοῦτο, φησὶ, μεμένηκεν ἐν εὐπραξίᾳ, καὶ δυσκληρίας πεῖραν οὐκ ἔλαβεν. ὡς ἀεὶ τοῖς αὐτοῖς ἐνδιατρίψας χωρίοις ιβʹ. ∆ιὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος· καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν, καὶ τὰ σκεύη αὐτοῦ λεπτυ νοῦσι, καὶ τὰ κέρατα αὐτοῦ συντρίψουσιν. Παραβολικῶς καὶ ταῦτα καὶ τροπικῶς τέθεικε· καὶ 81.721 γὰρ τὸ κλίνουσιν ὡς περὶ ἀγγείου εἴρηκεν, ἀντὶ τοῦ ἐκκενώσουσι· καὶ οὐκ ἀποχρήσει αὐτοῖς τὰ ἐν τοῖς ἀγγείοις λαβεῖν, ἀλλὰ καὶ ταῦτα συντρίψουσι. Καλεῖ δὲ ἀγγεῖα μὲν τὰς πόλεις, τὰ δὲ ἔνδον τῶν ἀγγείων τὸν πλοῦτον· ἀμφότερα δὲ πεποιήκασιν οἱ πολέμιοι, καὶ ἐπόρθησαν, καὶ ἐνέπρησαν. ιγʹ. Καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χα μὼς, ὥσπερ κατῃσχύνθη οἶκος Ἰσραὴλ ἀπὸ Βαι θὴλ, ἐλπίδος αὐτῶν. Ἐν τῇ Βαιθὴλ ὁ Ἱεροβοὰμ τὴν δάμαλιν ἔστησεν· διδάσκει τοίνυν ὁ προφητικὸς λόγος, ὅτι καθάπερ ὁ Ἰσραὴλ οὐδεμιᾶς ἐπικουρίας ἐκ τῶν εἰδώλων τετύχηκεν, οὕτως ἡ Μωὰβ οὐδὲν ἀπ ώνατο τοῦ Χαμώς. Εἶτα δείκνυσιν αὐτοὺς ἐπὶ τῇ ῥώμῃ μεγαλοῤῥημονοῦντας, ὄλεθρον δὲ ὑπομένοντας, ἐπειδὴ τοῦτο προσέταξεν ὁ τῶν ὅλων Θεός. Εἰρηκὼς δὲ τὸν τῆς τιμωρίας ἐληλυθέναι καιρὸν, τοῖς γει τνιῶσι παρακελεύεται διεγεῖραι αὐτὸν εἰς ἀνδρείαν, καὶ εἰς τὴν προτέραν διαναστῆσαι ῥώμην· παρ εγγυᾷ δὲ αὐτοὺς εἰπεῖν· ιζʹ. Πῶς συνετρίβη βακτηρία εὐκλεὴς, ῥάβδος μεγαλώματος; ∆ηλοῖ δὲ ταῦτα καὶ τὴν ἰσχύν σου,